← プロコピオス

戦史

§5.3.1-5.3.15

テウダトゥスとアマラスンタによる帝都への密約交渉

テウダトゥスがトスカナ割譲の密約を企てる一方、アタラリフの重病により危機に瀕したアマラスンタも皇帝への政権移譲を模索し、皇帝使節アレクサンドロスが派遣される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.3.1

Ἦν δέ τις ἐν Γότθοις Θευδάτος ὄνομα, τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱός, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων, μακράν τε ἀπολελειμμένος τοῦ δραστηρίου, ἐς μέντοι φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς.

ゴート人の中に、テウデリフの姉妹アマラフリーダの子で、テウダトゥスという名の男がいた。彼はすでにかなりの高齢に達しており、ラテンの学芸とプラトンの学説を身につけていたが、戦争に関してはまったくの未経験で、活動的な生き方からは程遠かったものの、金銭欲にかけては異常なまでの執着を示していた。

§5.3.2

οὗτος ὁ Θευδάτος πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχε. γείτονα γὰρ ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι.

このテウダトゥスはトスカナの地所の大部分の所有者となっていたが、残る地所をも力ずくで所有者たちから奪い取ろうと熱心に画策していた。というのも、隣人を持つこと自体がテウダトゥスにとって一つの災難のように思えたからである。

§5.3.3

ταύτην αὐτῷ Ἀμαλασοῦνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ’ αὐτοῦ ἤχθετό τε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς εἶχεν.

アマラスンタは彼のこの熱烈な欲望を抑えつけようと努めたが、そのために彼は常に彼女を憎み、敵意を抱いていた。

§5.3.4

ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ’ ᾧ χρήματά τε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν διατρίβοι.

そこで彼は、多額の金銭と皇帝からの元老院議員の尊厳を受け取った上で、余生をビザンティオンで過ごすという条件で、ユスティニアヌス皇帝にトスキアを明け渡すことを画策していた。

§5.3.5

ταῦτα Θευδάτου βεβουλευμένου πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥώμης ἀρχιερέα ἧκον, ὅ τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ Δημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων, δόξης ἕνεκεν ἣν Χριστιανοὶ ἐν σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες.

テウダトゥスがこのような計略を巡らせていたとき、エフェソスの主教ヒュパティオスとマケドニアのフィリッピ出身のデメトリオスという使節たちが、キリスト教徒が互いに疑念を抱いて争っている教義の件で、ビザンティオンからローマの教皇のもとへとやって来た。

§5.3.6

τὰ δὲ ἀντιλεγόμενα ἐγὼ ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι· ἀπονοίας γὰρ μανιώδους τινὸς ἡγοῦμαι εἶναι διερευνᾶσθαι τὴν τοῦ θεοῦ φύσιν, ὁποία ποτέ ἐστιν.

その論争の対象となっている事柄を、私は熟知していながらも決して語ることはしない。というのも、神の本性が一体どのようなものであるかを微細に詮索することは、一種の狂気じみた無分別であると考えるからである。

§5.3.7

ἀνθρώπῳ γὰρ οὐδὲ τὰ ἀνθρώπεια ἐς τὸ ἀκριβὲς οἶμαι καταληπτά, μή τί γε δὴ1 τὰ εἰς θεοῦ φύσιν ἥκοντα. ἐμοὶ μὲν οὖν ταῦτα ἀκινδύνως σεσιωπήσθω μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα.2

人間には人間に関わる事柄すら正確には把握し得ないと私は思っており、神の本性に至る事柄などなおさらである。したがって私としては、古くより尊ばれてきた教えが不信を招かないようにという理由だけで、これらの事柄は差し障りなく沈黙のうちに伏せられることとしたい。

§5.3.8

ἐγὼ γὰρ οὐκ ἂν οὐδὲν ἄλλο περὶ θεοῦ ὁτιοῦν εἴποιμι ἢ ὅτι ἀγαθός τε παντάπασιν εἴη καὶ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ τῇ αὑτοῦ ἔχει.

というのも、私は神について、神が完全に善であり、万物を自らの権能のうちに掌握しておられるということ以外には、いかなることも語るつもりはないからである。

§5.3.9

λεγέτω δὲ ὥς πη ἕκαστος γινώσκειν ὑπὲρ αὐτῶν οἴεται, καὶ ἱερεὺς καὶ ἰδιώτης. Θευδάτος δὲ ξυγγενόμενος λάθρα τοῖς πρέσβεσι τούτοις ἀγγέλλειν ἐπέστελλεν Ἰουστινιανῷ βασιλεῖ ἅπερ αὐτῷ βεβουλευμένα εἴη, ἐξειπὼν ὅσα μοι ἄρτι δεδήλωται.

司祭であろうと一般信徒であろうと、各自がこれらについて知っていると思っている通りに語るがよい。一方テウダトゥスは、この使節たちと密かに接触し、私が今しがた述べたすべての事柄を打ち明けた上で、自らが企てた計画をユスティニアヌス皇帝に報告するよう託した。

§5.3.10

Ἐν τούτῳ δὲ Ἀταλάριχος ἐς κραιπάλην ἐμπεπτωκὼς ὅρον οὐκ ἔχουσαν νοσήματι μαρασμοῦ ἥλω.

その間にアタラリフは、節度のない放蕩に溺れて消耗性の病に倒れた。

§5.3.11

διὸ δὴ Ἀμαλασοῦνθα διηπορεῖτο· οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤν τε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσκεκρουκυίᾳ.

そのためアマラスンタは途方に暮れた。息子の思慮にはもはや頼みとすべきものがなく、彼がこれほどの異常さにまで至っていたからであり、またアタラリフ自身が世を去ることになれば、ゴート人の最も名望ある者たちとすでに衝突していた彼女にとって、その後の命の安全はないと思われたからである。

§5.3.12

διὸ δὴ τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώζοιτο, ἤθελεν.

それゆえ彼女は、自らの身を守るために、ゴート人とイタリア人の支配権をユスティニアヌス皇帝に明け渡すことを望んだ。

§5.3.13

ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύν τε Δημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων.

折しも、元老院議員のアレクサンドロスが、デメトリオスやヒュパティオスと共にかの地に到着していた。

§5.3.14

ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ’ ᾧ κατασκεψάμενος ἅπαντα τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε·

というのも皇帝は、アマラスンタの船がエピダムノスの港に投錨していると聞きながらも、相当な時間が経過したにもかかわらず彼女自身がなお躊躇しているのを知り、アマラスンタの周辺の情勢をすべて探って報告させるためにアレクサンドロスを派遣したからである。

§5.3.15

τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖς τε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς (ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται) καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίς τε αὐτούς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου3 ὑπεδέξατο, Γότθοι τε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ ἐχρήσαντο.

だが名目上は、皇帝はリリュバイオンの周辺で生じた紛糾(これは私の先述の記述において明らかにされた通りである)と、リビアの軍営から十人のフン族が脱走してカンパニアに到着した際にナポリを防衛していたウリアリスがアマラスンタの同意のもとで彼らを匿ったこと、そしてゴート人がシルミウム周辺のゲピダイ族と戦う中でイリュリアの辺境に位置するグラティアナの町を敵国として扱ったことに憤慨し、使節としてアレクサンドロスを派遣したのである。

構文注3 件
  1. 5.3.7μή τί γε δὴ

    対比的な文脈において「〜は言うまでもなく」「まして〜などはなおさら(不可能である)」という意味を表す強意の慣用句。ここでは先行する人間の認識力の限界(οὐδὲ τὰ ἀνθρώπεια... καταληπτά)を受けて、神の本性の不可知性をさらに強く強調する副詞節的役割を果たしている。

  2. 5.3.7μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα

    冠詞付き不定詞の与格(τῷ μὴ ἀπιστεῖσθαι)が制限的条件または動機・目的(「ただ〜という理由だけで / 〜という目的に限って」)を表している。受動態不定詞 ἀπιστεῖσθαι の主語は τὰ τετιμημένα(「尊ばれてきた教え/伝統」)であり、「神聖なる教えが不信にさらされないこと」を唯一の配慮として沈黙を守る意を述べている。

  3. 5.3.15Ἀμαλασούνθης οὔτι ἀκουσίου

    分詞 οὔσης が省略された属格独立構文。形容詞 ἀκούσιος(気乗りしない、不本意な)に強い否定 οὔτι が付され、緩叙法(litotes)によって「決して反対ではない=十分に承知の上で、同意して」という肯定的合意を意味している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.3.1-5.3.15