← プロコピオス

戦史

§5.12.18-5.12.35

テウデリクスの婚姻同盟と対ブルグンディオネス戦

ガリアの旧ローマ軍兵士の末裔たちの慣習を述べた後、テウデリクスによる婚姻同盟、フランク人とゴート人による対ブルグンディオネス戦と領土分割におけるテウデリクスの計略、そしてその後のフランク人による西ゴート領侵攻の発端を記録する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.12.18

ἔκ τε γὰρ τῶν καταλόγων ἐς τόδε τοῦ χρόνου δηλοῦνται ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο,1 καὶ σημεῖα τὰ σφέτερα ἐπαγόμενοι οὕτω δὴ ἐς μάχην καθίστανται, νόμοις τε τοῖς πατρίοις ἐς ἀεὶ χρῶνται.

実際、彼らはかつて所属して従軍していた名簿によって今日に至るまで識別されており、自らの軍旗を掲げてそのようにして戦いに臨み、先祖伝来の法を絶えず用いている。

§5.12.19

καὶ σχῆμα τῶν Ῥωμαίων ἔν τε τοῖς ἄλλοις ἅπασι κἀν τοῖς ὑποδήμασι διασώζουσιν.

そして他のあらゆる点においてのみならず、履物においてもローマ人の装束を守り続けている。

§5.12.20

Ἕως μὲν οὖν πολιτεία Ῥωμαίοις ἡ αὐτὴ ἔμενε, Γαλλίας τὰ ἐντὸς Ῥοδανοῦ ποταμοῦ βασιλεὺς εἶχεν· ἐπεὶ δὲ αὐτὴν Ὀδόακρος ἐς τυραννίδα μετέβαλε, τότε δή, τοῦ τυράννου σφίσιν ἐνδιδόντος, ξύμπασαν Γαλλίαν Οὐισίγοτθοι ἔσχον μέχρι Ἄλπεων αἳ τὰ Γάλλων τε ὅρια καὶ Λιγούρων διορίζουσι.

さて、ローマ人に同じ政体が維持されていた間は、皇帝がローヌ川の内側のガリアを領有していた。しかしオドアケルがそれを僭主政へと変えると、まさにその時、僭主が彼らに譲歩したため、西ゴート人はガリア人とリグリア人の境界を隔てるアルプスに至るまでの全ガリアを手中に収めた。

§5.12.21

πεσόντος δὲ Ὀδοάκρου Θόριγγοί τε καὶ Οὐισίγοτθοι τὴν Γερμανῶν δύναμιν ἤδη αὐξομένην δειμαίνοντες (πολυάνθρωπός τε γὰρ ἰσχυρότατα ἐγεγόνει καὶ τοὺς ἀεὶ ἐν ποσὶν ὄντας ἐκ τοῦ ἐμφανοῦς ἐβιάζετο) Γότθων δὴ καὶ Θευδερίχου τὴν ξυμμαχίαν προσποιήσασθαι ἐν σπουδῇ εἶχον. οὓς δὴ ἑταιρίσασθαι Θευδέριχος ἐθέλων ἐς κῆδος αὐτοῖς ἐπιμίγνυσθαι οὐκ ἀπηξίου.

オドアケルが倒れると、トリンゴイ人と西ゴート人は、日増しに増大するゲルマン人の勢力(というのも彼らは極めて人口が多くなり、目の前に立ちはだかる者をあからさまに圧倒していたからである)を恐れ、ゴート人およびテウデリクスと同盟を結ぶことに熱心であった。テウデリクスも彼らと友好関係を結ぶことを望み、姻戚関係を通じて結びつくことを辞さなかった。

§5.12.22

τῷ μὲν οὖν τηνικαῦτα Οὐισιγότθων ἡγουμένῳ Ἀλαρίχῳ τῷ νεωτέρῳ Θευδιχοῦσαν τὴν αὑτοῦ θυγατέρα παρθένον ἠγγύησεν, Ἑρμενεφρίδῳ δὲ τῷ Θορίγγων ἄρχοντι Ἀμαλαβέργαν τὴν Ἀμαλαφρίδης τῆς ἀδελφῆς παῖδα.

そこで彼は、当時西ゴート人を率いていた若きアラリクスには自身の処女の娘テウディグサを婚約させ、トリンゴイ人の支配者ヘルマネフリドには姉妹アマラフリダの娘アマラベルガを娶らせた。

§5.12.23

καὶ ἀπ’ αὐτοῦ Φράγγοι τῆς μὲν ἐς αὐτοὺς βίας δέει τῷ Θευδερίχου ἀπέσχοντο, ἐπὶ Βουργουζίωνας δὲ πολέμῳ ᾔεσαν. ὕστερον δὲ Φράγγοις τε καὶ Γότθοις ξυμμαχίαι τε καὶ ξυνθῆκαι ἐπὶ κακῷ τῷ Βουργουζιώνων ἐγένοντο, ἐφ’ ᾧ ἑκάτεροι μὲν στρατιὰν ἐπ’ αὐτοὺς πέμψωσιν·2

そしてこのことから、フランク人はテウデリクスへの恐れゆえに彼らに対する暴挙を差し控えたが、ブルグンディオネス人に対しては戦いを仕掛けた。その後、フランク人とゴート人との間で、ブルグンディオネス人を害するための同盟と条約が結ばれた。それは、双方が彼らに対して軍隊を派遣するという条件であった。

§5.12.25

ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος3 καὶ χώραν ἣν ἔχουσι παραστήσωνται, ποινὴν οἱ νενικηκότες παρὰ τῶν οὐ ξυστρατευσάντων ῥητόν τι χρυσίον κομίζωνται, κοινὴν δὲ καὶ οὕτω χώραν τὴν δορυάλωτον ἀμφοτέρων εἶναι.

もし一方が不参のまま、他方が進軍してブルグンディオネス人の部族を征服し、彼らの領有する土地を降伏させた場合には、勝者は共同出兵しなかった側から一定額の金銭を賠償として受け取り、それでも槍で得た土地は双方の共有とする、という定めであった。

§5.12.26

οἱ μὲν οὖν Γερμανοὶ πολλῷ στρατῷ ἐπὶ Βουργουζίωνας κατὰ τὰ σφίσι τε καὶ Γότθοις ξυγκείμενα ἧκον, Θευδέριχος δὲ παρεσκευάζετο μὲν δῆθεν τῷ λόγῳ, ἐξεπίτηδες δὲ ἀεὶ ἐς τὴν ὑστεραίαν τῆς στρατιᾶς τὴν ἔξοδον ἀπετίθετο, καραδοκῶν τὰ ἐσόμενα.4

そこでゲルマン人は、自らとゴート人との協定に従って大軍を率いてブルグンディオネス人のもとへ進軍したが、テウデリクスは言葉の上では準備をしているふりをしながら、事の成り行きを見極めようとして、軍の出征をわざと常に翌日へと延期していた。

§5.12.27

μόλις δὲ πέμψας ἐπέστελλε τοῖς τοῦ στρατοῦ ἄρχουσι σχολαίτερον τὴν πορείαν ποιεῖσθαι, καὶ ἢν μὲν Φράγγους νενικηκέναι ἀκούσωσι τὸ λοιπὸν κατὰ τάχος ἰέναι, ἢν δέ τι ξύμβαμα ξυμπεπτωκέναι αὐτοῖς πύθωνται, μηκέτι περαιτέρω πορεύεσθαι, ἀλλ’ αὐτοῦ μένειν.

そしてようやく軍を派遣したものの、指揮官たちには行軍をより緩慢に行うよう命じ、もしフランク人が勝利したと耳にしたなら以後は急いで進み、もし何らかの敗北が彼らに生じたと知ったなら、もはやそれ以上進まずその場にとどまるように指示した。

§5.12.28

καὶ οἱ μὲν ἐποίουν ὅσα Θευδέριχος σφίσιν ἐπήγγελλε, Γερμανοὶ δὲ κατὰ μόνας Βουργουζίωσιν ἐς χεῖρας ἦλθον.

彼らはテウデリクスが命じた通りのことを行い、ゲルマン人は単独でブルグンディオネス人と交戦した。

§5.12.29

μάχης τε καρτερᾶς γενομένης φόνος μὲν ἑκατέρων πολὺς γίνεται· ἦν γὰρ ἀγχώμαλος ἐπὶ πλεῖστον ἡ ξυμβολή·

激しい戦闘が行われ、双方に多くの死者が出た。衝突は長い間互角であったからである。

§5.12.30

ἔπειτα δὲ Φράγγοι τρεψάμενοι τοὺς πολεμίους ἐς τὰ ἔσχατα χώρας ἧς τότε ᾤκουν ἐξήλασαν, ἔνθα σφίσι πολλὰ ὀχυρώματα ἦν, αὐτοὶ δὲ τὴν λοιπὴν ξύμπασαν ἔσχον. ἅπερ Γότθοι ἀκούσαντες κατὰ τάχος παρῆσαν. κακιζόμενοί τε πρὸς τῶν ξυμμάχων τὸ τῆς χώρας δύσοδον ᾐτιῶντο, καὶ τὴν ποινὴν καταθέμενοι τὴν χώραν, καθάπερ ξυνέκειτο, ξὺν τοῖς νενικηκόσιν ἐνείμαντο.

だがその後フランク人は敵を敗走させ、当時彼らが住んでいた土地の端、多くの砦があった場所へと追い落とし、自らはそれ以外の全域を掌握した。この知らせを聞いたゴート人は大急ぎで駆けつけた。そして同盟者から非難されると土地の険阻さを口実とし、賠償金を支払って、協定通りに勝者とともにその土地を分割した。

§5.12.32

οὕτω τε Θευδερίχου ἡ πρόνοια ἔτι μᾶλλον ἐγνώσθη, ὅς γε οὐδένα τῶν ὑπηκόων ἀποβαλὼν ὀλίγῳ χρυσῷ τὴν ἡμίσειαν τῶν πολεμίων ἐκτήσατο χώραν. οὕτω μὲν τὸ κατ’ ἀρχὰς Γότθοι τε καὶ Γερμανοὶ μοῖράν τινα Γαλλίας ἔσχον.

こうしてテウデリクスの深慮はいっそう知られることとなった。彼は臣下を一人も失うことなく、わずかな金銭で敵の土地の半分を獲得したからである。このようにして当初、ゴート人とゲルマン人はガリアの一部を手中に収めた。

§5.12.33

Μετὰ δὲ Γερμανοὶ τῆς δυνάμεως σφίσιν ἐπίπροσθεν ἰούσης ἐν ὀλιγωρίᾳ ποιησάμενοι Θευδέριχόν τε καὶ τὸ ἀπ’ αὐτοῦ δέος ἐπί τε Ἀλάριχον καὶ Οὐισιγότθους ἐστράτευσαν.

その後、ゲルマン人は勢力が拡大するにつれて、テウデリクスと彼に対する恐れを軽んじるようになり、アラリクスと西ゴート人に対して進軍した。

§5.12.34

ἃ δὴ Ἀλάριχος μαθὼν Θευδέριχον ὅτι τάχιστα μετεπέμπετο. καὶ ὁ μὲν ἐς τὴν ἐπικουρίαν στρατῷ πολλῷ ᾔει.

アラリクスはこのことを知ると、できる限り速やかにテウデリクスに使者を送って救援を求めた。そしてテウデリクスも救援のために大軍を率いて出発した。

§5.12.35

ἐν τούτῳ δὲ Οὐισίγοτθοι, ἐπεὶ Γερμανοὺς ἀμφὶ πόλιν Καρκασιανὴν στρατοπεδεύειν ἐπύθοντο, ὑπηντίαζόν τε καὶ στρατόπεδον ποιησάμενοι ἠρέμουν.

その間に西ゴート人は、ゲルマン人がカルカシナの町の周辺に陣を敷いていると知ると、これに向かって進み、陣を敷いて静観していた。

構文注4 件
  1. 5.12.18ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο

    関係代名詞 ἐς οὕς の先行詞は直前の τῶν καταλόγων(兵籍名簿)である。先行詞 καταλόγων が男性複数であるのに対し、関係詞 οὕς も男性複数対格で一致しており、前置詞 ἐς は部隊・名簿への配属(「編入されて」)を表している。

  2. 5.12.24ἐφ’ ᾧ ἑκάτεροι μὲν στρατιὰν ἐπ’ αὐτοὺς πέμψωσιν

    ἐφ’ ᾧ は条約・合意の条件を示す接続詞(「〜という条件で」)として機能し、ここでは接続法 πέμψωσιν を伴って将来の義務・規定を表している(古典期アッティカ散文では未来直説法や不定詞を取ることが多いが、後期ギリシア語では接続法を従える用法が標準的となる)。

  3. 5.12.25ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος

    条件接続詞 ἢν に属格独立構文 ὁποτέρων ἀπολελειμμένων(「いずれか一方が脱落・不参の場合に」)が直接後続し、主節相当の条件節(ἢν... καταστρέψωνται)に埋め込まれている。意味上は ἢν ὁπότεροι ἀπολειφθῶσι と等価であり、それに続く主文の帰結節は接続法 κομίζωνται(条約文の規定を表す接続法)および対等に結ばれた不定詞 εἶναι によって構成されている。

  4. 5.12.26καραδοκῶν τὰ ἐσόμενα

    分詞 καραδοκῶν は主動詞 ἀπετίθετο(延期していた)の主語(テウデリクス)にかかる付帯状況あるいは目的を表す分詞。「成り行き・結果を首を伸ばして注視する」という慣用的意味を持つ動詞 καραδοκέω に中性複数名詞化した未来分詞 τὰ ἐσόμενα(起ころうとしていること、事の成り行き)が目的語として結合している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:5.12.18-5.12.35