← プロコピオス

戦史

§4.7.11-4.7.21

ゲリメルの投降とベリサリオスとの対面

ベリサリオスは安全を誓約してゲリメルを投降させ、カルタゴで対面するが、ゲリメルは奇妙な高笑いを漏らす。著者はこの笑いの解釈をめぐる人々の見解を述べ、わずか五千の騎兵で強大なヴァンダル王国を覆したことの驚異を省察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.7.11

Βελισάριος δὲ ʽκαὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν̓, ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισίν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη.1

一方ベリサリオスは(彼にとってもゲリメルを生かして皇帝のもとへ連行することは大きな切望であったため)、その書簡を読むやいなや大喜びし、同盟部隊(フォエデラティ)の指揮官キプリアヌスに命じて他の数名とともにパプアへ向かわせ、ゲリメルと彼に従う者たちの身の安全に関する誓約を与え、また彼が皇帝のもとで名誉を保ち何一つ不足することはないだろうと約束するよう命じた。

§4.7.12

οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν. ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος, ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παρ’ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.

彼らはファラスのもとに到着すると、彼とともに山の麓の、ある場所へ赴いた。そこへ召喚されたゲリメルがやって来て、望んでいた通りの誓約を受け取り、彼らとともにカルタゴへやって来た。ベリサリオスはアクラスと呼ばれる市郊外の地にたまたま滞在していた。 まさにそこへゲリメルが彼の前に出頭したが、ささやかなものでも隠しおおせるものでもない笑いを笑っていた。これを目撃した者たちのうち、ある者たちはその苦難の極度さによって彼が正常な理性をことごとく失い、すでに狂気に陥って何ら理由もなくこの笑いをもらしているのではないかと疑った。

§4.7.15

οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι2 καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.

しかし友人たちは、この人物が鋭い洞察力を備えており、王家に生まれ、王位に昇り、幼少から老年期に至るまで強力な権力と莫大な富に包まれながら、その後逃走と激しい恐怖に陥り、パプアでの労苦に耐え、そして今や捕虜の身となってやって来て、このように運命がもたらすすべての善きことと悪しきことの双方を経験した以上、人間の事柄など大いなる笑い以外の何物にも値しないと考えているのだと解釈した。

§4.7.16

περὶ μὲν οὖν τοῦ γέλωτος ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει, καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο.

さて、ゲリメルが笑ったこの笑いについては、敵であれ味方であれ、各人が理解する通りに言うがよい。 一方ベリサリオスは、ゲリメルが捕虜としてカルタゴにいることを皇帝に報告し、彼を伴ってビザンティオンへ向かうことを願い出た。同時に彼〔ゲリメル〕もすべてのヴァンダル人たちも不名誉に陥れずに監視下に置き、艦隊の出航準備を整えていた。

§4.7.18

Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι·

そもそも歴史の全時代を通じて、思いがけない多くの出来事がすでに経験されてきたし、人間の運命が同じである限り常に生じ続けるであろう。

§4.7.19

τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις, εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι· εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.3

言葉では不可能と思われたことが実際には成し遂げられ、それまで不可能に見えたことが往々にして結果として生じ、驚嘆に値するものと思われるからである。しかし、このような出来事がかつて起こったことがあるかどうか、私は言明することができない。すなわち、ガイセリクの第四代の末裔と、富と軍事力において最盛期にあったその王国が、根拠地を持たない異邦のわずか五千人の軍勢によって、これほど短い期間のうちに覆されたということである。

§4.7.21

τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

なぜなら、ベリサリオスに従い、ヴァンダル人に対する全戦争を最後まで戦い抜いた騎兵の総数はまさにその程度にすぎなかったからである。これが運命によるものであれ、何らかの武勇によるものであれ、誰もが正当に驚嘆することであろう。私は本筋へ立ち戻ることにする。

構文注3 件
  1. 4.7.11ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη

    動詞 ἐπέστελλε(命じた)は不定詞 διδόναι(与えること)を補足として取った後、接続詞 καί を介して間接話法の従属節 ὡς ... εἴη(接続法ではなく過去の主動詞に伴う斜格希求法)へと構文を転換している。この ὡς 節は「〜と保証するよう命じた」という伝達内容を補完している。

  2. 4.7.15οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.

    主動詞 ἐβούλοντο の支配下で、対格不定詞構文 ἀγχίνουν τε τὸν ἄνθρωπον ... εἶναι(彼が聡明であると主張した)と καὶ ... οἴεσθαι εἶναι(〜と考えているのだと解釈した)が並列されている。その間に挟まれた一連の対格分詞(γεγονότα, ἀναβεβηκότα, περιβαλόμενον, ἐμπεσόντα, ὑποστάντα, ἥκοντα, γεγονότα)はすべて ἅτε に導かれ、意味上の主語である τὸν ἄνθρωπον を修飾し、彼がそのように達観した(οἴεσθαι)理由・背景を成している。

  3. 4.7.20εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι.

    対格不定詞構文 τὸν ... ἀπόγονον καὶ τὴν βασιλείαν ... καταλελύσθαι は、直前の τοιαῦτα ἔργα(そのような事柄)の内容を具体的に展開する同格・言換え(epexegetic)の役割を果たしている。動詞 καταλελύσθαι の主語対格は ἀπόγονον と βασιλείαν であり、動作主は πρὸς πεντακισχιλίων ἀνδρῶν(五千人の兵によって)で示されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.7.11-4.7.21