← プロコピオス

戦史

§4.28.1-4.28.12

ゴンタリスの宴席とアルタバネスの暗殺準備

ゴンタリスは出陣の前夜に有力者たちを招いて祝宴を開き、アルタバネスはその宴席を暗殺の好機と捉えて仲間や兵士たちに緻密な役割分担を指示し、暗殺役のアルタシレスも腕に防具を仕込んで覚悟を述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.28.1

Τά τε ἄλλα διοικησάμενος ὅπη οἱ ἐδόκει ὡς ἄριστα ἔχειν, τοὺς ἐπιτηδείους ἑστιᾶν ἔγνω, ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ τὴν ἔξοδον ποιησόμενος.

その他の諸事を自身が最善と判断した通りに整えると、彼は翌日に出陣する予定であったため、親しい者たちを饗応することに決めた。

§4.28.2

ἔν τε οἰκήματι οὗ δὴ στιβάδες ἐν παρασκευῇ ἦσαν ἐκ παλαιοῦ τρεῖς, τὴν θοίνην ἐποίει.

そして、古くから三つの寝台が整えられていた部屋で宴会を催した。

§4.28.3

αὐτὸς μὲν οὖν ἐπὶ στιβάδος κατεκλίνετο, ὡς τὸ εἰκός, τῆς πρώτης, ἔνθα δὴ καὶ Ἀθανάσιός τε καὶ Ἀρταβάνης ἦσαν, τῶν τε Γονθάριδι γνωρίμων τινές, καὶ Πέτρος Θρᾷξ μὲν γένος, δορυφόρος δὲ Σολόμωνος γενόμενος πρότερον.

彼自身は当然のことながら第一の寝台に横たわり、そこにはアタナシオスとアルタバネス、ゴンタリスの知己の幾人か、そしてトラキア人の家系でかつてソロモンの護衛兵であったペトロスも同席していた。

§4.28.4

ἐν ἀμφοτέραις δὲ ταῖς ἄλλαις στιβάσι Βανδίλων οἱ πρῶτοί τε καὶ ἄριστοι ἦσαν.

残る二つの寝台にはヴァンダル人の有力者や主立った者たちが着いていた。

§4.28.5

Ἰωάννην μέντοι, ὃς τῶν Στότζα στασιωτῶν ἦρχε, Πασίφιλος ἰδίᾳ εἱστία, καὶ τῶν ἄλλων ἕκαστον, ὅπη ἑκάστῳ τῶν Γονθάριδι ἐπιτηδείων φίλον ἔδοξεν εἶναι.

もっとも、ストツァスの反乱兵を率いていたヨハンネスについては、パシフィロスが個人的にもてなし、他の者たちもそれぞれ、ゴンタリスの近臣たちの各人が好ましいと思うやり方でもてなされた。

§4.28.6

Ἀρταβάνης τοίνυν ἡνίκα ἐπὶ ταύτην δὴ τὴν θοίνην ἐκαλεῖτο, τοῦτόν οἱ τὸν καιρὸν ἐπιτηδείως ἔχειν ἐς τὸν τοῦ τυράννου φόνον οἰόμενος, τὸ βούλευμα ἐπιτελεῖν διενοεῖτο.

そこでアルタバネスは、まさにこの宴会に招かれたとき、この機会こそが僭主を殺害するのに格好の好機であると考え、暗殺計画を実行に移そうと決意した。

§4.28.7

ἐς Γρηγόριον οὖν καὶ Ἀρτασίρην καὶ δορυφόρους ἑτέρους τρεῖς τὸ πρᾶγμα ἐξενεγκὼν τοὺς μὲν δορυφόρους ξὺν τοῖς ξίφεσιν ἐκέλευσεν εἴσω γενέσθαι· ʽἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι τοὺς δορυφόρους νόμοσ̓ εἴσω δὲ γενομένους ἐγχειρεῖν ἄφνω, ἡνίκα ἂν σφίσι δοκῇ ὁ καιρὸς ὡς μάλιστα ἐπιτηδείως ἔχειν, πρῶτόν τε τὸν Ἀρτασίρην ἔργου ἔχεσθαι.

そしてグレゴリオス、アルタシレス、および他の三名の護衛兵に計画を打ち明け、護衛兵たちには佩刀したまま中に入るよう命じた。政務官たちが宴会で食事をしている間、護衛兵たちが背後に控えているのが習わしであったからである。そして、中に入ったのち、機会が最も好都合と思われた時に突如として手を下すこと、また最初にアルタシレスが行動を開始することを命じた。

§4.28.8

τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας· ʽἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμισ̓ τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους1 ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι·

一方グレゴリオスには、アルメニア人の中から最も勇敢な者たちを多数選び出して宮殿に連れて来るよう命じたが、手には剣のみを携えさせることとした。市内で政務官に随行する者が他の武器で武装することは法で許されていなかったからである。そして彼らを前庭に残した上で、自らは護衛兵たちとともに中に入り、計画は彼らの誰にも漏らさず、ただ次のことだけを告げるよう指示した。

§4.28.9

βούλεσθαι τοίνυν ἑστάναι μὲν αὐτοὺς παρὰ τοὺς Γονθάριδος φύλακας οἵπερ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο, τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους2 τῶν μὲν ἀσπίδων ἅσπερ ἐκεῖνοι φέρουσιν ἅπτεσθαι, πάλλοντας δὲ αὐτὰς καὶ ἄλλως κινοῦντας ἄνω κάτω ἐς ἀεὶ στρέφειν· θορύβου δὲ ἢ κραυγῆς ἐντὸς γενομένης ἀραμένους τὰς ἀσπίδας αὐτὰς βοηθεῖν δρόμῳ.

すなわち、ゴンタリスに対して疑念を抱いており、彼がアルタバネスの身に危害を加える目的で宴会に招いたこと、それゆえ彼らには、警備のためにそこに配置されていたゴンタリスの警護兵たちの傍らに控えさせ、戯れているような見せかけを演じながら、彼らが持っている盾に触れ、それらを揺らしたり様々に動かしたりして絶えずひっくり返させておき、内部で騒乱や叫び声が起きたなら、その盾を奪って走って救援に駆けつけさせたい、ということである。

§4.28.10

Ἀρταβάνης μὲν ταῦτα ἐπήγγελλεν, ὁ δὲ Γρηγόριος ἐπιτελῆ ἐποίει. ὅ τε Ἀρτασίρης ἐπενόει τάδε· τῶν βελῶν τινα διελὼν δίχα τῷ καρπῷ τῆς εὐωνύμου χειρὸς ἐπέθετο κατὰ τὰς τομὰς μέχρι ἐς τὸν ἀγκῶνα. ἱμᾶσί τε αὐτὰ ἐς τὸ ἀκριβὲς σφίγξας ὕπερθε τὸ ταύτῃ τοῦ χιτωνίσκου μέρος ἐπέβαλλεν.

アルタバネスがこのように命ずると、グレゴリオスはそれを実行に移した。またアルタシレスは次のような策を考案した。矢の軸を幾本か縦に二つに割り、その切断面に沿って左手の手首から肘にかけて当てたのである。そしてそれらを革紐でしっかりと縛り、上から肌着のその部分をかぶせた。

§4.28.11

ἐποίει δὲ ταῦτα, ὅπως, ἤν τις αὐτῷ τὸ ξίφος ἐπανατεινάμενος ἐγχειρῇ παίειν, μηδὲν αὐτῷ δεινὸν πεπονθέναι ξυμβαίη, προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου3 ἐν τῇ ἐς τὸ ξύλον ἐπιφορᾷ καὶ τοῦ σώματος ἅψασθαι οὐδαμῆ ἔχοντος. Τοιαύτῃ μὲν γνώμῃ Ἀρτασίρης, ὥσπερ μοι ἐρρήθη, ἐποίει.

彼がこうしたのは、誰かが自分に対して剣を振り上げて斬りかかろうとした場合、左腕を差し出しておけば、刃が木に当たって折れ、決して体に届かないため、何ら手痛い打撃を受けることがないようにするためであった。私が述べたとおり、アルタシレスはこのような意図をもって行ったのである。

§4.28.12

τῷ δὲ Ἀρταβάνῃ ἔλεξεν ὧδε· “Ἐγὼ τὸ μὲν ἐγχείρημα ὀκνήσει οὐδεμιᾷ ὑποστήσεσθαι καὶ ξίφει τῷδε τοῦ Γονθάριδος σώματος ψαύσειν ἐλπίδα ἔχω, τὸ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν, πότερα ὁ θεὸς τῷ τυράννῳ χαλεπῶς ἔχων ξυγκατεργάσεταί μοι τὸ τόλμημα τοῦτο, ἤ τινα ἐμὴν ἁμαρτάδα τιννύμενος ἐνταῦθά τε ἀπαντήσας ἐμπόδιος εἴη.

そして彼はアルタバネスに次のように語った。「私は躊躇することなくこの企てを引き受け、この剣でゴンタリスの肉体に触れる望みを持っております。しかし、その後どうなるかについては、私には分かりかねます。神が僭主に怒りをおぼえてこの大胆な企てを私とともに成し遂げてくださるのか、あるいは私の何らかの罪過に報復なさって、ここへ立ちはだかり妨げとなられるのかは」。

構文注3 件
  1. 4.28.8ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους

    前置詞 ἐπί に中性形容詞 πονηρῷ の与格が結合し、さらに与格冠詞 τῷ に属格 Ἀρταβάνους を伴う限定句 τῷ Ἀρταβάνους が後置された表現。「アルタバネスの不利益(危害)のために」という目的を表す ἐπί+与格構文である。

  2. 4.28.9τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους

    名詞 δόκησιν に冠詞付き不定詞 τοῦ παίζειν(属格)が係り、「戯れているという見せかけ」を意味する。分詞 παρεχομένους は前庭に待機するアルメニア人兵士たちを指す対格で、βούλεσθαι に支配される不定詞構文の意味上の主語(αὐτούς)に一致している。

  3. 4.28.11προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου

    目的節の ξυμβαίη に係る与格代名詞 αὐτῷ に一致する完了中動分詞 προβεβλημένῳ(「左腕を前に差し出した状態で」)と、それに続く属格独立構文(τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου...)が μέν...δέ で対比・接続されている。人称構文から独立構文への構文交替(anacoluthon)が見られる箇所である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.28.1-4.28.12