← プロコピオス

戦史

§4.26.1-4.26.16

ゴンタリスの公然たる反乱とアレオブインドゥスの逃亡

翌日、ゴンタリスは城門を開放して公然と反乱を開始し、恐怖に駆られたアレオブインドゥスを敗走させようと企てる。アレオブインドゥスは迎撃を試み優勢に持ち込むものの、流血の惨状に耐えかねて逃亡する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.26.1

Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν μέσαις ταῖς πύλαις.

翌日、彼は次のように行動した。自身が警備を受け持っていた門を開け放つと、誰もそれを容易に閉められないように巨大な石を下部に置き、胸甲をまとい弓を手にした兵士たちを狭間胸壁の周囲に多数配置し、自身も胸甲を着けて門の中央に立った。

§4.26.2

ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται ʽἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους.

彼がこれらを企てたのは、マウルシア人たちを市内に迎え入れるためではなかった(マウルシア人は全く信用が置けず、すべての人間に疑念を抱いているからである。

§4.26.3

τοῦτό τε αὐτοῖς οὐκ ἀπὸ τοῦ εἰκότος1 γενέσθαι ξυμβαίνει· ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ’ ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον.

そして彼らのこの性向は、理に反して生じたものではない。生まれつき隣人に対して不誠実な者は、自らも誰ひとり信じることができず、自らの了見から隣人の人柄を推し量るため、あらゆる人々に猜疑心を抱かざるを得ないからである。

§4.26.4

διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαἰ, ἀλλ’ ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο.

そのためゴンタリスも、マウルシア人が自分を信用して城壁の中に入ってくるとは期待していなかった)。むしろ、アレオブインドゥスを大きな恐怖に陥れ、ただちに逃走に走らせて、大急ぎでカルタゴを立ち去りビュザンティオンへと向かわせるためであった。

§4.26.5

καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε.2

そして、途中で天候の荒れが起きて妨げられさえしなければ、彼はまさにその真の狙いを達していたはずであった。

§4.26.6

μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς μετεπέμπετο.

アレオブインドゥスは行われていることを知ると、アタナシオスと有力者数名を呼び寄せた。

§4.26.7

παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτός,3 τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ’ αὐτίκα μάλα ἐπ’ αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω γεγονέναι κακόν.

アルタバネスも自ら二名の供を連れて陣営から彼のところへ参陣し、アレオブインドゥスに、気落ちすることもゴンタリスの厚かましさに屈することもせず、むしろそれ以上の害悪が生じる前に、ただちに自身に従うすべての兵とともにゴンタリスに向かって進撃し、戦闘に着手するよう助言した。

§4.26.8

τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινά, Φρέδαν ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης.

そこでアレオブインドゥスは、まず親しい者の一人であるフレダスという名の男をゴンタリスのもとに派遣し、その本心を打診するよう命じた。

§4.26.9

ἐπεὶ δὲ ὁ Φρέδας ἐπανήκων οὐδαμῆ ἀπαρνεῖσθαι Γόνθαριν τὴν τυραννίδα ἐσήγγελλεν, ἤδη ἐπ’ αὐτὸν ὡς ἐς μάχην ἰέναι διενοεῖτο.

しかし、戻ってきたフレダスが、ゴンタリスは僭主の地位を奪取する意思をまったく否定しようとしないと報告したため、もはや戦うべく彼に向かって出撃することを決意した。

§4.26.10

Ἐν τούτῳ δὲ Γόνθαρις Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλεν, ὡς ἄνανδρός τε εἴη καὶ ἅμα μὲν δέει ἐς τοὺς πολεμίους ἐχόμενος, ἅμα δὲ τὰς συντάξεις σφίσιν ὡς ἥκιστα ἐθέλων διδόναι, δρασμόν τε ξὺν Ἀθανασίῳ βουλεύεται καὶ αὐτίκα ἐκ Μανδρακίου ἀποπλεῖν μέλλουσιν, ὅπως οἱ στρατιῶται λιμῷ τε καὶ Μαυρουσίοις μαχόμενοι διαφθείρωνται, ἐπυνθάνετό τε εἴπερ αὐτοῖς βουλομένοις εἴη4 ἄμφω ξυλλαβοῦσιν ἐν φυλακῇ ἔχειν.

その間にゴンタリスは兵士たちに対してアレオブインドゥスを中傷し、彼が臆病者であって、敵への恐怖に囚われているばかりか、兵士たちに俸給を支払うことを全く望まず、アタナシオスとともに逃亡を謀り、兵士たちが飢えとマウルシア人との戦いで斃れるように、ただちにマンドラキオンから船出するつもりであると吹き込み、二人を捕縛して監禁することを望むかどうかを尋ねた。

§4.26.11

οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ.

このようにすれば、アレオブインドゥスが騒動を察知して逃亡するか、あるいは兵士たちに捕らえられて問答無用で殺害されるだろうと期待したのである。

§4.26.12

χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε.

さらにゴンタリス自身は、公金が兵士たちに対して負っていた滞納額を全額私財から支払うと約束した。

§4.26.13

καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται.

兵士たちはこの言葉を歓迎し、アレオブインドゥスに対して激しい怒りを抱いたが、その最中にアレオブインドゥスがアルタバネスや配下の者たちを伴ってその場に到着した。

§4.26.14

καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ οὐδέτεροι τὸ ἔλασσον ἔσχον.

そして狭間胸壁の上でも、ゴンタリスが立っていた門の周囲の階下でも戦闘が始まり、その戦いではどちらの側も劣勢にはならなかった。

§4.26.15

ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ’ οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον.

皇帝に忠誠を抱いていた者たちが陣営から集結して、反乱兵たちを圧倒して討ち取ろうとしていた。ゴンタリスはまだ全員を欺いていたわけではなく、大半の者は依然として忠誠心を損なっていなかったからである。

§4.26.16

Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν ʽοὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν’ κατεπλάγη τε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει.

しかしアレオブインドゥスは、このとき初めて人が殺されるのを目にして(まだそのような光景に慣れていなかったのである)、恐れおののいて怯え、眼前の光景に耐えきれずに逃走してしまった。

構文注4 件
  1. 4.26.3οὐκ ἀπὸ τοῦ εἰκότος

    二重否定(緩叙法)による表現。「ありそうもないことではない」、すなわち「道理にかなっている」「自然な成り行きである」の意。前置詞 ἀπό は基準からの乖離・逸脱(「〜から外れて」)を表す。

  2. 4.26.5καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε.

    反実仮想の帰結節に ἄν を伴わない直説法過去(ἔτυχε)が用いられている。事態がほぼ成就しかけていたこと、または妨害さえなければ確実に達成されていたはずであったという確実性を強調する構文。

  3. 4.26.7τρίτος αὐτός

    序数詞+αὐτός の慣用表現。「彼自身を三人目として」、すなわち「自らほかの二人を伴って(計三人で)」を意味する。

  4. 4.26.10εἴπερ αὐτοῖς βουλομένοις εἴη

    間接疑問節における「与格+分詞+εἰμί」の慣用構文(述語的分詞)。主格補語ではなく与格(利益の与格・判断者の与格)に分詞を一致させ、「もし彼らにとって望ましいことであるならば(彼らがそれを望むならば)」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.26.1-4.26.16