← プロコピオス

戦史

§4.20.18-4.20.33

アウラシオン制圧とヤウダスの敗走

ローマ軍は隊列を崩して敵陣を急襲し、負傷したヤウダスを敗走させてアウラシオンを制圧する。さらに難攻不落とされた塔を奇襲してヤウダスの財宝を奪い、ソロモンは城壁建設や属州の再編を行って平和を確立する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.20.18

ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.

ローマの全軍は事の次第を聞き、目撃するや、慣例通りに司令官が進軍の指揮を執るのを待つことも、角笛が合戦の合図を鳴らすのを待つこともせず、ましてや陣形を保つことすらなく、大音響を立てて互いに励まし合いながら、敵の陣営へと駆け出していった。

§4.20.19

ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια.

その地で、ファレスマネスの子ザウナスの子であるルフィヌスとレオンティオスが、敵に対して武勇にふさわしい武勲を示した。

§4.20.20

οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον.

マウルシア人たちはこれに恐れおののき、また哨兵たちが討ち取られたことを知ると、直ちに各々逃げられる方向へと潰走し、その多くは険阻な地形の中で追いつかれて討ち取られた。

§4.20.21

Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε.

ヤウダス自身も投げ槍で腿を射抜かれたものの、逃げ延びてマウリタニア人たちのところへと退却した。

§4.20.22

Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.

ローマ軍は敵の陣営を略奪すると、もはやアウラシオンを放棄することなく、この山に再びマウルシア人が立ち入ることのないよう、ソロモンがそこに砦を築いたうえで、警備することを取り決めた。

§4.20.23

Ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα· πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι· οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράν τε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης ἐδείμαντο.

アウラシオンには、切り立った崖の真ん中にそびえ立つ険阻な岩山がある。現地の住民はその岩山をゲミニアヌスの岩と呼んでいる。かつての人々はそこに極めて小さな塔を築き、その土地の自然の険しさに助けられて、堅固で難攻不落の避難所を造り上げたのであった。

§4.20.24

ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνα τε γέροντα Μαυρούσιον φύλακα τῶν χρημάτων καταστησάμενος.

ヤウダスはたまたま数日前に財宝と女たちをそこに預け置いており、財宝の番人として一人の老いたマウルシア人を配置していた。

§4.20.25

οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ’ ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν.1

敵がこの場所に到達することなど決して思いも寄らなかったし、未来永劫にわたって力尽くで塔を攻略できるとは決して考えもしなかったからである。

§4.20.26

ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν· αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου καταγελῶσαι·

しかしローマ軍は当時、アウラシオンの険路を捜索していてそこへ至り、彼らの一人が笑いながら塔へ登ろうと試みた。女たちは不可能なことを求めているのだと嘲笑い、揶揄した。

§4.20.27

τοῦτο δὲ καὶ ὁ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει. ὁ δὲ Ῥωμαῖος στρατιώτης ἐπειδὴ χερσί τε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατό τε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, τεμεῖν τε αὐτὸν διαμπὰξ ἴσχυσεν.

塔から身を乗り出した老人までもが同じようにあざ笑った。しかしそのローマ兵は手足を使って登りながら近づくと、ひそかに剣を抜き、ありったけの速さで飛び上がって老人の首に当てて斬りつけ、それを完全に断ち切ることに成功した。

§4.20.28

ἥ τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον, καὶ τάς τε γυναῖκας τά τε χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐνθένδε ἐξεῖλον.

首は地面へと転がり落ち、兵士たちは今や勇気を得て互いにつかまり合いながら塔へと登り、女たちと、極めて莫大であった財宝をそこから運び出した。

§4.20.29

ἀφ’ ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι.

ソロモンはその財宝によって、リビュアの多くの都市を城壁で囲んだのであった。

§4.20.30

Καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβην τε τὴν χώραν, ἣ ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανία τε ἡ πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ ἐς φόρου ἀπαγωγὴν προσεποίησε·2

そしてマウルシア人たちが言われた通り敗北してヌミディアから退去すると、〔ソロモン〕はアウラシオン山の彼方にあり、シティフィスを首府とする第一マウリタニアと呼ばれるザベ地方を、貢納を課すためにローマの支配下に編入した。

§4.20.31

Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ ὁ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοά τε καὶ φόρου ὑποτελῆ πλήν γε δὴ πόλεως Καισαρείας ἔχων.

というのも、もう一つのマウリタニアの第一の都市はたまたまカイサレイアであり、そこにはマスティガスが配下のマウルシア人たちとともに拠点を構えており、カイサレイア市を除いてその地方の全域を自らに従属させ、貢納を納めさせていたからである。

§4.20.32

ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις· ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ χώρᾳ.

この都市は、私が以前の叙述で明らかにした通り、かつてベリサリウスがローマ人のために奪回したものであり、ローマ人はそこへ常に船で赴くものの、マウルシア人がその地方に居住しているため、陸路で行くことはできない。

§4.20.33

καὶ ἀπ’ αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονός τε καὶ λίαν μετρίας, ἔς τε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων.

そしてこれによって、ローマに従属していたすべてのリビュア人は、確固たる平和と、ソロモンの思慮深く極めて穏健な統治を享受し、将来に戦いのことを何一つ心に留めることもなくなったため、全人類の中で最も幸福であるように思われた。

構文注2 件
  1. 4.20.25οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ’ ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν

    文頭の ἄν は直説法過去 ὑπετόπασεν と結びついて過去の潜在・反実仮想(「彼なら思いも寄らなかったであろう」)を形成する。後半の οὔτ’ ἄν に現れる二つ目の ἄν は不定詞 ἑλεῖν と結びつき、間接話法内において希求法+ἄν(潜在)または直説法過去+ἄν(反実仮想)に相当する内容(「力づくで奪取しうる/したであろうとは」)を表す。

  2. 4.20.30προσεποίησε

    主動詞 προσεποίησε(3人称単数過去)の文法上の主語は先行する従属節には明示されていないが、前後の文脈で砦の建設や戦利品の管理を行っている総司令官ソロモン(Σολόμων)が意味上の主語として補われる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.20.18-4.20.33