- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.2.15-4.2.32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ゲリメルは兵の士気を鼓舞して祖先の栄光と愛する家族のために戦うよう演説を結び、続いてツァゾンがサルディニアから帰還した部隊に対し、先頭に立って勇戦するよう個別に激励する。
τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον.1 μάχης δὲ τῆς πρότερον γεγενημένης μηδεμία ὑμᾶς εἰσίτω μνήμη.
恥ずべきことを恥じる者には、危険を恐れない心が常に備わっているからである。また、以前に行われた戦いの記憶が諸君の心に入り込むことがあってはならない。
οὐ γὰρ κακίᾳ ἡμετέρᾳ ἡσσήθημεν, ἀλλὰ τύχης ἐναντιώμασι προσεπταικότες ἐσφάλημεν. ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ φέρεσθαι πέφυκεν, ἀλλ’ ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ μεταπίπτειν φιλεῖ.
なぜなら、我らの卑劣さによって敗北したのではなく、運命の逆境に突き当たって躓いたからである。そして運命の流れというものは、常に同じ方向に流れるようには定まっておらず、日ごとに大抵は移り変わる習いがある。
τῷ δὲ ἀνδρείῳ τοὺς πολεμίους ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολὺ ὑπερβάλλεσθαι·
我らは勇気において敵を凌駕することを誇りとしており、数においても遥かに勝っている。
μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐχ ἧσσον ἢ δεκαπλασίῳ οἰόμεθα. καὶ τί προσθήσω πολλά τε καὶ μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμᾶς ἐς ἀρετὴν ὁρμῶντα, τήν τε τῶν προγόνων δόξαν καὶ τὴν παραδοθεῖσαν ἡμῖν ὑπ’ ἐκείνων ἀρχήν;
我らは彼らに対して十倍以上もの数で優っていると考えているからだ。それに加えて、まさに今我らを勇敢さへと駆り立てている数々の偉大な要因、すなわち先祖たちの栄光や、彼らから我らに受け継がれた主権について、何を付け加える必要があろうか。
ἡ μὲν γὰρ ἐφ’ ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται.2
前者は我らが血統に似合わぬ有様であることによって顔を覆い隠し、後者は我らを値せぬ者たちであるとして逃れ去ろうと頑として構えている。
καὶ σιωπῶ τούτων τῶν γυναίων τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν ἡμετέρων τὰ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας μηκῦναι τὸν λόγον οὐ δύναμαι.
また、私はこれらの女たちの嘆き叫びや我らの子供たちの涙については黙していよう。諸君も見ている通り、それらにいま深く心を痛めるあまり、言葉を長引かせることができないのだ。
ἀλλ’ ἐκεῖνο μόνον εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα ταῦτα οὐκ ἔσται μὴ τῶν πολεμίων κρατήσασιν.
ただ次のことだけを述べて私は終わりにしよう。敵に打ち勝たなければ、我らにこれら最愛の者たちのもとへの帰還は決してあり得ない、ということだ。
ὧν ἐνθυμηθέντες ἄνδρες τε ἀγαθοὶ γίγνεσθε καὶ μὴ καταισχύνητε τὴν Γιζερίχου δόξαν.”
これらのことを深く心に留めて優れた勇士となり、ギゼリクスの栄光を汚してはならない」
Τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ’ αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι παραίνεσιν ἰδίᾳ ποιεῖσθαι.
ゲリメルはこれほど多くのことを語ったのち、弟のツァゾンに対し、サルディニアから彼とともに帰還したヴァンダル兵たちに個別に激励を行うよう命じた。
ὁ δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε· “Βανδίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τούτων ὁ ἀγών ἐστιν ὧν δὴ ἀρτίως λέγοντος τοῦ βασιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει.3
ツァゾンは彼らを陣営から少し離れた場所に集め、次のように語った。「戦友の諸君、すべてのヴァンダル人にとって、戦いが先ほど王の語るのを諸君が聞いた事柄をめぐるものであるのに対し、諸君には他のすべての事柄に加えて、自ら自身と競い合うことが求められている。
νενικήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ· ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπίδειξιν.
諸君はつい最近、主権のために戦って勝利を収め、その島をヴァンダル人の支配のもとに奪回したからである。したがって、諸君がより大いなる勇気の顕現を示すのは当然のことである。
οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν·
最も重大な事柄を賭けて危険に臨む者たちには、戦いに向かう熱意もまた最大でなければならないからだ。主権のために戦う者たちは、仮に敗れたとしても、最も決定的なものにおいて躓いたわけではない。
οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν· μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ’ ἐκείνοις εὐδοξίας ὡς οὐδὲν προσηκούσης στερήσεσθε.
これに対し、全運命を賭けて戦う者たちの生涯は、全面的に戦争の結末に従って定められる。さらに、諸君が今この時に優れた勇士となるならば、僭称者ゴダスの打倒が自らの勇気による業績であったことを自らに証明することになる。だが今ここで惰弱に振る舞うならば、あの勝利による名声すら、何ら諸君にふさわしくなかったものとして失ってしまうだろう。
καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ πλεονεκτεῖν τῇ μάχῃ.
それに諸君は、他の点においてもこの戦いで残りのヴァンダル人たちより優位に立って然るべきである。
τοὺς μὲν γὰρ σφαλέντας ἡ προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες μετ’ ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίστανται.
かつて躓いた者たちを過去の運命が打ちのめすのに対し、一度も躓きを経験していない者たちは、純然たる自信をもって戦列に就くからである。
κἀκεῖνο δὲ οἶμαι οὐκ ἀπὸ τρόπου εἰρήσεται, ὡς ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράς τε ὑμᾶς ἅπαντες τοῦ τῶν Βανδίλων καλέσουσιν ἔθνους.
また、もし我らが敵に打ち勝つならば、諸君こそが勝利の最大の部分を勝ち取って身に帯び、万人が諸君をヴァンダル人の部族の救済者と呼ぶことになるだろうということも、理にかなった言明であると私は考える。
οἱ γὰρ σὺν τοῖς πρότερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν ἀμείνω σφετερίζονται τύχην.
かつて不運に見舞われた者たちとともに功名を立てる者こそが、当然ながらより良き運命を自らのものとするからだ。
ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη4 καὶ τὸν θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ τοὺς πολεμίους ἰέναι τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην ἡγεῖσθαι τὴν μάχην.”
それゆえ、諸君はこれらすべてを熟考し、嘆き悲しむ子供たちや妻たちに、いまや勇気を奮うよう命じ、神に救援を求め、熱情をもって敵に向かって進み、同胞たちのためにこの戦いにおいて先頭に立つべきである、と私は言うのである」
- 4.2.15τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομένῳ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον.
τῷ αἰσχυνομένῳ は所持・帰属を表す与格で、πάρεστιν の補語として機能している。主語は定冠詞付き不定詞句 τὸ μὴ δεδιέναι τὸν κίνδυνον である。
- 4.2.19ἡ μὲν γὰρ ἐφ’ ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεῖν ἰσχυρίζεται.
直前の先行詞2語に対応する対比構造。ἡ μὲν は τήν τε τῶν προγόνων δόξαν を、ἡ δὲ は τὴν παραδοθεῖσαν ... ἀρχήν を指す主語。τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦς は中性形容詞名詞化に属格が後置された形(「同族・血統との非相似」)で原因・手段の与格。また ἰσχυρίζεται はここでは主権(ἀρχή)の擬人化として用いられ、「(我々から)逃れ去ろうと頑として構えている」の意。
- 4.2.24ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει.
前置詞句 πρὸς τοῖς ἄλλοις ἅπασι(πρός + 与格「他のすべてに加えて」)と πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι(πρός + 対格「〜と競う」)で πρός の支配格と意味の差異を利用した表現。非人称動詞 ξυμβαίνει(「〜という事態が生じる/〜となる」)が与格 ὑμῖν と主語的不定詞 ἁμιλλᾶσθαι を取っている。
- 4.2.32ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη
φημὶ が χρῆναι を伴う多重対格不定詞構文。χρῆναι の意味上の主語が対格分詞を伴う ὑμᾶς (λογιζομένους)。χρῆναι が支配する主要動詞は不定詞 κελεύειν, παρακαλεῖν, ἰέναι, ἡγεῖσθαι である。ἀπολοφυρομένους は意味上、直前の παῖδάς τε καὶ γυναῖκας を修飾する限定的対格現在分詞(「嘆き悲しんでいる妻子たち」)として解釈される。
