← プロコピオス

戦史

§4.15.40-4.15.59

ストツァスの敗走とヌミディアでの帝国軍の離反

風向きの不利を避けようと隊列を崩したストツァス軍をベリサリウスが撃破し、シチリアの騒乱に対処するため去る。ヌミディアに逃れたストツァスは追討に来た官軍兵士を説得して自陣営に引き入れ、神殿に逃げ込んだ指揮官らを誓約を破って殺害する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.15.40

Ἰόντων δὲ ἐς τὴν ξυμβολὴν τῶν στρατοπέδων πνεῦμα σκληρόν τε καὶ δεινῶς λυπηρὸν κατ’ ὄψιν ἐς τοὺς Στότζα στασιώτας ἐνέπεσε.

両軍が会戦へと向かうなか、強烈で耐えがたいほどの激しい突風が、ストツァスの反乱兵たちの正面へと吹きつけた。

§4.15.41

διὸ δὴ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι τὴν μάχην αὐτόθι ποιήσασθαι, δεδιότες μὴ τὸ πνεῦμα ὑπερβιαζόμενον τὰ μὲν τῶν πολεμίων βέλη ἐπὶ σφᾶς ἰθύνοι, βελῶν δὲ τῶν σφετέρων ἡ ῥύμη ὡς μάλιστα ἀναστέλλοιτο.

そのため彼らはその場で戦闘を交えることは自らにとって不利であると考え、激しい風が敵の矢を自らに向けてまっすぐ飛ばす一方で、自らの放つ矢の勢いを最大限に押しとどめてしまうのではないかと恐れた。

§4.15.42

ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν,1 λογιζόμενοι ὡς ἢν καὶ οἱ πολέμιοι, ὡς τὸ εἰκός, μεταβάλλοιντο, ὅπως δὴ μὴ ὄπισθεν ὑπὸ σφῶν ἐνοχλοῖντο, κατὰ πρόσωπον αὐτοῖς τὸ πνεῦμα ἔσται.

そこで彼らは陣営を動かして斜めに進軍した。敵もまた当然予想されるように、背後から自分たちに妨害されることのないよう向きを変えるならば、敵にとって風は正面からになるだろうと計算したのである。

§4.15.43

Βελισάριος δέ, ἐπεὶ αὐτοὺς εἶδε τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιιόντας, αὐτίκα δὴ ἐκέλευε τῶν χειρῶν ἄρχειν.

しかしベリサリウスは、彼らが陣形を崩し、何の隊伍も保たずに移動しているのを見るや、ただちに攻撃を開始するよう命じた。

§4.15.44

οἱ δὲ ἀμφὶ Στότζαν ἐς ταραχὴν ἐκ τοῦ ἀπροσδοκήτου καταστάντες ξὺν ἀταξίᾳ πολλῇ, ὡς ἕκαστός πη ἐδύνατο, ἐς φυγὴν ὥρμηντο, ἐς Νουμιδίαν τε ἀφικόμενοι συνελέγοντο αὖθις.

ストツァスの一隊は不意を突かれて大混乱に陥り、ひどく無秩序なまま、各自がそれぞれ可能な限り逃亡へと急ぎ、ヌミディアに到着して再び集結した。

§4.15.45

ὀλίγοι μέντοι αὐτῶν ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Βανδίλοι ἦσαν.

もっとも、この戦闘で死んだ彼らの兵はわずかであり、その大半はヴァンダル人であった。

§4.15.46

δίωξιν γὰρ Βελισάριος ἥκιστα ἐς αὐτοὺς ἐποιήσατο, ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται.2

というのも、ベリサリウスは、軍勢がきわめて寡兵であったため、目下のところ敵が敗北して自分たちの前から退去してくれさえすれば十分であると彼には思われたので、敵に対する追撃を全く行わなかったからである。

§4.15.47

τοῖς δὲ στρατιώταις ἐδίδου τὸ χαράκωμα τῶν ἐναντίων διαρπάσασθαι, αἱροῦσί τε αὐτὸ ἔρημον ἀνδρῶν. ἐνταῦθα εὕρηνται πολλὰ μὲν χρήματα, πολλαὶ δὲ γυναῖκες, ὧν δὴ ἕνεκα ὁ πόλεμος κατέστη ὅδε. ταῦτα Βελισάριος διαπεπραγμένος ἐς Καρχηδόνα ἀπήλαυνε.

そして彼は兵士たちに敵の野営陣地を略奪することを許したが、兵士たちがそれを奪取したときには無人であった。そこには多額の金財と多数の女性たちが発見され、まさにそれらのゆえにこの戦争は引き起こされていたのであった。ベリサリウスはこれらのことを成し遂げると、カルタゴへと馬を走らせた。

§4.15.48

καί οἵ τις ἐκ Σικελίας ἥκων ἀπήγγελλεν ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, ἢν μὴ αὐτὸς κατὰ τάχος σφίσιν ἐπανήκων τὴν κωλύμην ποιήσηται.

するとシチリアから来たある者が彼に、軍中に勃発した反乱が、彼自身が急ぎ彼らのもとに戻って阻止しない限り、情勢を覆しかねないと知らせてきた。

§4.15.49

καὶ αὐτὸς μὲν τὰ ἐν Λιβύῃ ὅπη ἐδύνατο διαθέμενος καὶ Καρχηδόνα Ἰλδίγερί τε καὶ Θεοδώρῳ παραδοὺς ἐς Σικελίαν ᾔει.

そこで彼はリビアの情勢を可能な限り整え、カルタゴをイルディゲルスとテオドロスに委ねると、シチリアへと向かった。

§4.15.50

Οἱ δὲ ἐν Νουμιδίᾳ Ῥωμαίων ἄρχοντες, ἐπεὶ τοὺς ἀμφὶ Στότζαν ἥκειν τε καὶ ξυλλέγεσθαι ἐνταῦθα ἤκουσαν, παρεσκευάζοντο ἐς παράταξιν, ἦσαν δὲ ἡγεμόνες φοιδεράτων μὲν Μάρκελλός τε καὶ Κύριλλος, καταλόγου δὲ ἱππικοῦ μὲν Βαρβᾶτος, πεζῶν δὲ Τερέντιός τε καὶ Σάραπις. Μαρκέλλῳ μέντοι ἐπήκουον ἅπαντες ἅτε Νουμιδίας τὴν ἀρχὴν ἔχοντι.

一方、ヌミディアにいたローマの指揮官たちは、ストツァスの一隊が当地に到着し集結しつつあると聞くと、陣形を整えて備えた。指揮官としてはフォエデラティの率兵官にマルケルスとキュリロスが、正規騎兵部隊にはバルバトゥスが、歩兵部隊にはテレンティウスとサラピスがいた。もっとも、マルケルスがヌミディアの統括指揮権を持っていたため、全員が彼に従っていた。

§4.15.52

ὃς ἐπεὶ ἐν χωρίῳ Γαζοφύλοις, δυοῖν μάλιστα ἡμέραιν ὁδῷ Κωνσταντίνης ἀπέχοντι, Στότζαν ξὺν ὀλίγοις τισὶν ἤκουσεν εἶναι, προτερῆσαι πρὶν τοὺς στασιώτας ἅπαντας ξυλλεγῆναι βουλόμενος, κατὰ τάχος ἐπ’ αὐτοὺς ἐπῆγε τὸ στράτευμα.

彼は、コンスタンティナからおよそ二日の道程にあるガゾフィラという集落に、ストツァスがわずかな手勢とともにいると聞くと、反乱軍が全員集結する前に先手を打とうと望み、急ぎ敵に向かって軍を進めた。

§4.15.53

ὡς δὲ τά τε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ ἡ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος ὁ Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε τοιάδε·

そして両軍が接近し、戦いがまさに始まろうとしたそのとき、ストツァスがただ一人敵陣の真ん中へと進み出て、次のように語った。

§4.15.54

“Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ’ ἄνδρας τε ὅπλα αἰρόμενοι οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν.

「戦友たちよ、諸君が親族や同じ釜の飯を食った仲間に向かって軍を進め、諸君自身の被った災厄と諸君への不正に憤って皇帝とローマ人に対し戦うことを決意した男たちに向かって武器を取るなど、正義に反することである。

§4.15.55

ἢ οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε νόμος;

それとも諸君は、古くから諸君に支払われるべき給与を奪われ、戦いにおける危険の報償として戦争の慣法が定めている敵の戦利品を取り上げられたことを覚えていないのか。

§4.15.56

καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν ἕπεσθε μοίρᾳ;

そして勝利による善きものを他者たちばかりがいつまでも享受することを当然とする一方で、諸君は奴隷の身分に甘んじて従っているというのか。

§4.15.57

εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα·3 εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν ἀνελέσθαι τὰ ὅπλα.” ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο. κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν ὃ ἐν Γαζοφύλοις ἦν καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ’ αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.

もし諸君が私に対して怒りを抱いているのであれば、この身に対してその憤りをぶつけ、他の者たちへの罪過を免れることは諸君にとって可能である。しかしもし私にいかなる罪も帰することができないのであれば、諸君自身のために武器を取るべき時である」ストツァスがこのように語ると、兵士たちはその言葉を受け入れ、彼を大いなる好意をもって歓迎した。 指揮官たちは起きている事態を目の当たりにすると、ひそかに退却し、ガゾフィラにある神殿へと逃げ込んだ。ストツァスは両軍を一つにまとめ上げ、彼らに向かって進軍した。そして神殿にいる彼らを捕らえ、身柄の安全を誓約した上で、全員を殺害した。

構文注3 件
  1. 4.15.42ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν

    分詞 ἄραντες は軍事文脈における αἴρω の自動詞的・絶対的用法で、「陣営を撤収して/進発して」を意味する。形容詞 ἐγκάρσιοι(斜めの、横位の)は述語的(副詞的)に ᾔεσαν に係り、「斜め方向に進軍した」の意を表す。

  2. 4.15.46ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται

    非人称表現 ἱκανὸν κατεφαίνετο(十分であると思われた)に、条件文の形をとった名詞的従属節 εἰ ... στήσονται が主語として接続している。感情や判断を表す動詞の後に接続する εἰ 節は「〜してくれさえすれば」という事実的前提または期待を表す。間接再帰代名詞 οἱ は主語ベリサリウス(与格)を、σφίσιν はベリサリウス軍(与格)を指す。

  3. 4.15.57τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα

    直前の πάρεστιν ὑμῖν(諸君には可能である)を共有して並列される不定詞句。前半の [πάρεστιν ὑμῖν] ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι(この身に対して怒りを振るうこと)に対して、後半では不定詞 διαφυγεῖν が対置される主語的不定詞となっており、冠詞 τὸ は μίασμα(血の穢れ、同胞殺しの罪)と結びついて τὸ ἐς τοὺς ἄλλους ... μίασμα(超隔語順)として διαφυγεῖν の直接目的語(対格)をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.15.40-4.15.59