← プロコピオス

戦史

§3.9.11-3.9.26

ゲリメルの拒絶とユスティニアヌスの遠征準備

ユスティニアヌスはイルデリクスらの釈放と平和的解決を求めて再三書簡を送るが、ゲリメルはこれを拒絶して反論したため、皇帝はペルシアとの講和を急ぎ、ベリサリオスを召還してリビュエ遠征の準備を命じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.9.11

μήτε οὖν ἐργάσῃ περαιτέρω κακὸν μήτε τοῦ βασιλέως ὀνόματος ἀνταλλάξῃ τὴν τοῦ τυράννου προσηγορίαν,1 βραχεῖ προτερεύουσαν χρόνῳ.

したがって、これ以上の悪事を働くことも、わずかの時間だけ早く得られるに過ぎない僭主の呼び名を、王という名と引き換えに手に入れることもしてはならない。

§3.9.12

ἀλλὰ τοῦτον μέν, ἄνδρα ὅσον οὔπω τεθνηξόμενον, ἔα φέρεσθαι τῷ λόγῳ τὴν τῆς βασιλείας εἰκόνα, σὺ δὲ ἅπαντα πρᾶττε ὅσα βασιλέα πράττειν εἰκός· προσδέχου τε ἀπὸ τοῦ χρόνου καὶ τοῦ Γιζερίχου νόμου μόνον λαβεῖν τὸ τοῦ πράγματος ὄνομα.

むしろ、今にも世を去ろうとしているこの人物には名目上王位の外見を帯びさせておき、そなた自身は王がなすにふさわしいすべての事柄を執り行い、時とガイゼリクスの法から事柄の名称だけを受け取る日を待つがよい。

§3.9.13

ταῦτα γάρ σοι ποιοῦντι τά τε ἀπὸ τοῦ κρείττονος εὐμενῆ ἔσται καὶ τὰ παρ’ ἡμῶν φίλια.”

そなたがこれを行うならば、天からの恵みも得られ、我らからの友誼も保たれるであろう。」

§3.9.14

Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Γελίμερ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε, καὶ τόν τε Ὁάμερα ἐξετύφλωσε τόν τε Ἰλδέριχον καὶ Εὐαγέην ἐν μείζονι φυλακῇ ἐποιήσατο, ἐπικαλέσας φυγὴν ἐς Βυζάντιον μελετᾶν.

書簡の内容は以上の通りであった。しかしゲリメルは使節たちを何ら成果を得させぬまま送り返し、ホアメルを盲目にし、イルデリクスとエウアゲエスにはビザンティオンへの逃亡を企てているという嫌疑をかけて、より厳重な監禁に置いた。

§3.9.15

ὡς δὲ καὶ ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, πρέσβεις ἑτέρους πέμψας ἔγραψε τάδε “Ἡμεῖς μὲν οἰόμενοί σε οὔποτε τῆς ἡμετέρας συμβουλῆς ἀπ’ ἐναντίας ἥξειν ἐγράψαμέν σοι τὴν ἐπιστολὴν τὴν προτέραν.

皇帝ユスティニアヌスがこれをも聞き知ると、別の使節を派遣して次のように書き送った。「我らはそなたが決して我らの助言に逆らうことはあるまいと考えて前回の書簡を書き送ったのである。

§3.9.16

ἐπεὶ δὲ ἀρέσκει σοι τὴν βασιλείαν οὕτω κεκτῆσθαι ὡς νῦν ἔχεις λαβών, ἀπόλαβε ὅ τι ἂν ἐξ αὐτῆς ὁ δαίμων διδῷ.

しかし、今そなたが奪い取って保持しているような形で王位を所有することを望むのであれば、運命がそれを通じて与える結果を何であれ甘受するがよい。

§3.9.17

σὺ δὲ Ἰλδέριχόν τε καὶ Ὁάμερα τὸν πηρὸν καὶ τούτου τὸν ἀδελφὸν ὡς ἡμᾶς πέμπε, παραψυχὴν ἕξοντας ἣν ἔχειν εἰσὶ δυνατοὶ ὅσοι τὴν βασιλείαν ἢ τὴν ὄψιν ἀφῄρηνται·

だが、イルデリクスと、視力を奪われたホアメル、およびその兄弟を我らのもとへ送り届けるがよい。彼らは王位や視力を奪われた者たちに得ることのできる慰めを受けることになるであろう。

§3.9.18

ὡς οὐκ ἐπιτρέψομέν γε, ἢν μὴ ταῦτα ποιῇς. ἐνάγει γὰρ ἡμᾶς ἡ ἐλπὶς ἣν εἰς τὴν ἡμετέραν φιλίαν ἔσχον.

もしこれを行わぬならば、我らは決して看過しない。彼らが我らの友誼に寄せていた期待が我らを駆り立てているからである。

§3.9.19

αἵ τε σπονδαὶ ἡμῖν αἱ πρὸς Γιζέριχον ἐκποδὼν στήσονται. τῷ γὰρ ἐκδεξαμένῳ τὴν ἐκείνου βασιλείαν ἐρχόμεθα οὐ πολεμήσοντες, ἀλλὰ τὰ δυνατὰ τιμωρήσοντες.”2

そして我らがガイゼリクスと結んだ盟約も妨げとはならないであろう。我らは彼の王位を継承した者に戦いを挑むためではなく、可能な限りその者の仇を討つために赴くのだから。」

§3.9.20

Ταῦτα Γελίμερ ἀναλεξάμενος ἠμείβετο τοῖσδε “Βασιλεὺς Γελίμερ Ἰουστινιανῷ βασιλεῖ. οὔτε βίᾳ τὴν ἀρχὴν ἔλαβον οὔτε τί μοι ἀνόσιον ἐς ξυγγενεῖς τοὺς ἐμοὺς εἴργασται.

これらを読み終えたゲリメルは、次のように返書を送った。「ゲリメル王よりユスティニアヌス皇帝へ。私は力ずくで支配権を握ったわけでもなく、私の親族に対して不敬な行いをしたわけでもない。

§3.9.21

Ἰλδέριχον γὰρ νεώτερα πράσσοντα ἐς οἶκον τὸν Γιζερίχου καθεῖλε τὸ τῶν Βανδίλων ἔθνος· ἐμὲ δὲ ὁ χρόνος ἐς τὴν βασιλείαν ἐκάλεσε, κατά γε τὸν νόμον τὰ πρεσβεῖα διδούς.

なぜなら、ガイゼリクスの家系に対して反逆を企てていたイルデリクスを廃位したのはヴァンダル人の国民であり、私を王位へと召喚したのは、法に従って長幼の特権を与えた時そのものだからである。

§3.9.22

τὴν δὲ ὑπάρχουσαν ἡγεμονίαν αὐτόν τινα διοικεῖσθαι καλὸν καὶ μὴ ἀλλοτρίας οἰκειοῦσθαι φροντίδας.

手元にある支配権を自ら治めることこそ相応しく、他人の懸念に立ち入るべきではない。

§3.9.23

ὥστε καὶ σοὶ βασιλείαν ἔχοντι τὸ περιέργῳ εἶναι οὐ δίκαιον· λύοντι δέ σοι τὰς σπονδὰς καὶ ἐφ’ ἡμᾶς ἰόντι ἀπαντήσομεν ὅση δύναμις, μαρτυρόμενοι τοὺς ὅρκους τοὺς Ζήνωνι ὀμωμοσμένους, οὗ τὴν βασιλείαν παραλαβὼν ἔχεις.” ταῦτα λαβὼν Ἰουστινιανὸς βασιλεὺς τὰ γράμματα, ἔχων καὶ πρότερον δι’ ὀργῆς Γελίμερα, ἔτι μᾶλλον ἐς τὴν τιμωρίαν ἐπῆρτο. καί οἱ ἔδοξε καταλύσαντι ὡς τάχιστα τὸν Μηδικὸν πόλεμον ἐς Λιβύην στρατεῦσαι, καί (ἦν γὰρ ἐπινοῆσαί τε ὀξὺς καὶ ἄοκνος τὰ βεβουλευμένα ἐπιτελέσαι) παρῆν μὲν αὐτῷ μετάπεμπτος ὁ τῆς ἑῴας στρατηγὸς Βελισάριος, οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς.3

それゆえ帝位にあるそなたにとっても、余計な干渉をすることは正当ではない。もしそなたが盟約を破棄して我らに攻め寄せるなら、我らは力を尽くして迎え撃ち、そなたが帝位を継承して保持している当のゼノンによって誓われた誓約を証人として申し立てるであろう。」 ユスティニアヌス皇帝はこの書簡を受け取ると、以前からゲリメルに対して怒りを抱いていたこともあり、いっそう報復の念を燃え上がらせた。そしてペルシアとの戦争を可及的速やかに終結させてリビュエへ遠征することを決意した。(皇帝は企てを案出するのに素早く、決意したことを実行するのに躊躇がなかったため)東方軍司令官ベリサリオスが皇帝のもとに召喚されて参上したが、彼がリビュエへの遠征軍を率いることになるなどとは彼自身にも他の誰にも前もって告げられておらず、名目上は保持していた司令官職を解任されていたのである。

§3.9.26

γεγόνασι δὲ αὐτίκα αἱ πρὸς Πέρσας σπονδαί, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

そして先述の記述にある通り、直ちにペルシアとの間に講和が結ばれた。

構文注3 件
  1. 3.9.11τοῦ βασιλέως ὀνόματος ἀνταλλάξῃ τὴν τοῦ τυράννου προσηγορίαν

    動詞 ἀνταλλάσσω は「A(対格)を B(属格)の代わりに手に入れる/引き換えにする」構文をとる。ここでは「正当な王の名(τοῦ βασιλέως ὀνόματος)」を代償にして「僭主の呼称(τὴν τοῦ τυράννου προσηγορίαν)」を獲得する行為を禁じる文意である。動詞 ἀλλάσσω 系の格支配において、手放すものと手に入れるものの格の割り振りを正確に捉える必要がある。

  2. 3.9.19τῷ γὰρ ἐκδεξαμένῳ τὴν ἐκείνου βασιλείαν ἐρχόμεθα οὐ πολεμήσοντες, ἀλλὰ τὰ δυνατὰ τιμωρήσοντες

    与格分詞 τῷ ἐκδεξαμένῳ(王位を継承した者=イルデリクス)は、後続する2つの未来分詞句の双方に係る共通の与格である。ただし、πολεμήσοντες と結びつく際は「〜と戦う」という敵対的対象を表す与格(dative of disadvantage)であるのに対し、τιμωρήσοντες と結びつく際は τιμωρέω τινί の語法に従い「〜を助ける、〜のために仇を討つ」という恩恵・支援を表す与格(dative of advantage)として機能している。同一の与格が意味論的に正反対の含意を持つ分詞に共有されている構文である。

  3. 3.9.25οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς

    前半の προειρημένον は非人称受動文の絶対対格(accusative absolute)で、「〜ということが彼にも他の誰にも前もって告げられてはいなかったにもかかわらず」の意をなす。後半の ἀλλὰ τῷ λόγῳ παραλέλυτο は絶対分詞句との厳密な統語的並列を破り、直接法過去完了の主節構造(「名目上は解任されていた」)に移行する変則的破格(anacoluthon)を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.9.11-3.9.26