← プロコピオス

戦史

§3.20.12-3.20.25

カルタゴ入城とカロニュモスの略奪

艦隊は嵐を避けてスタグノンに投錨するがカロニュモスが略奪を働き、翌日入城したベリサリウスは兵士に規律を説いて王宮に入り、被害の訴えを受けてカロニュモスに盗品返還の誓約を立てさせる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.20.12

τήν τε γὰρ ἐκείνῃ ἀκτὴν ἀλίμενον εἶναι ἔφασκον καὶ χειμῶνα ἐπίσημον αὐτίκα μάλα γενήσεσθαι ἐπίδοξον εἶναι,1 ὃν δὴ οἱ ἐπιχώριοι Κυπριανὰ καλοῦσι.

というのも、彼らはその地の海岸には港がなく、この地方の人々が「キュプリアナ」と呼ぶ名高い嵐が今にも起こりそうであると述べたからである。

§3.20.13

προὔλεγόν τε ὡς, εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐδ’ ἂν τῶν νεῶν μίαν διασώσασθαι δυνατοὶ εἶεν.2 καὶ ἦν δὲ οὕτως.

そして彼らは、もしその嵐がここで自分たちを襲えば、船を一隻たりとも救い出すことはできないであろうと警告した。そして実際、そのとおりであった。

§3.20.14

ἐν βραχεῖ οὖν τά τε ἱστία χαλάσαντες καὶ βουλευσάμενοι τοῦ μὲν Μανδρακίου πειράσασθαι οὐκ ᾤοντο χρῆναι ʽτάς τε γὰρ Βελισαρίου ἐντολὰς ὑπεστέλλοντο καὶ ἅμα τὴν ἐς τὸ Μανδράκιον εἴσοδον ταῖς ἁλύσεσιν ἀποκεκλεῖσθαι ὑπώπτευον, ἄλλως τε καὶ τῷ παντὶ στόλῳ τὸν λιμένα ἐκεῖνον οὐχ ἱκανὸν εἶναἰ, τὸ δὲ Στάγνον σφίσιν ἐφαίνετο ἐν καλῷ κεῖσθαι ʽμέτρῳ γὰρ σταδίων τεσσαράκοντα Καρχηδόνος διέχεἰ ἐμπόδιόν τε οὐδὲν ἐν αὐτῷ εἶναι καὶ πρὸς τὸν στόλον ἅπαντα ἱκανῶς πεφυκέναι.

そこで彼らは直ちに帆を下ろし、協議した結果、マンドラキオンを突くことはすべきでないと考えた(ベリサリウスの命令を恐れていたし、同時にマンドラキオンへの入り口が鎖で閉ざされているのではないかと疑っていたし、さらに何よりもあの港は艦隊全体を収容するには不十分であったからである)。これに対してスタグノンは好都合な位置にあると思われた(カルタゴから四十スタディオンの距離にあったからである)。そこには何の障害もなく、艦隊全体を受け入れるのに十分に適していたのである。

§3.20.16

ἔνθα δὴ ἀφικόμενοι περὶ λύχνων ἁφὰς ὡρμίσαντο πάντες, πλήν γε δὴ ὅτι Καλώνυμος ἅμα τῶν ναυτῶν τισι, τοῦ τε στρατηγοῦ ἀφροντιστήσας καὶ τῶν ἄλλων πάντων, ἔς τε τὸ Μανδράκιον λάθρα ἀπέβη, οὐδενὸς κωλῦσαι τολμήσαντος, καὶ χρήματα τῶν ἐπὶ θαλάσσῃ ᾠκημένων ἐμπόρων ξένων τε καὶ Καρχηδονίων διήρπασε.

こうして彼らはそこへ到着し、灯火を灯す頃に全員が投錨したが、ただカロニュモスだけは一部の水夫たちとともに、司令官も他の者全員も無視して、誰も敢えて阻む者がいなかったためマンドラキオンに密かに上陸し、海辺に住んでいた外国人商人やカルタゴ商人たちの財産を略奪した。

§3.20.17

Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Βελισάριος τούς τε ἐν ταῖς ναυσὶ τὴν ἀπόβασιν ἐκέλευε ποιεῖσθαι καὶ ὅλον διακοσμήσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐπὶ Καρχηδόνα ἐσήλαυνεν· ἐδεδίει γὰρ μή τίς οἱ ἐνέδρα πρὸς τῶν πολεμίων ὑπαντιάσῃ.

翌日、ベリサリウスは船上の者たちに上陸を行うよう命じ、全軍を整列させて合戦に臨むかのように布陣し、カルタゴへと進軍した。敵からの何らかの伏兵に遭遇することを恐れたからである。

§3.20.18

ἔνθα δὴ πολλὰ μὲν τοὺς στρατιώτας ὑπέμνησεν, ἡλίκα σφίσιν εὐτυχήματα γένοιτο, ἐπειδὴ σωφροσύνην ἐς Λίβυας ἐπεδείξαντο, πολλὰ δὲ παρῄνεσε τὴν εὐκοσμίαν ἐν Καρχηδόνι ὡς μάλιστα διασώσασθαι.

そこで彼は、兵士たちがリビュア人に対して節度を示したことでどれほど大きな幸運に恵まれたかを大いに想起させ、カルタゴにおいても規律を最大限に保つよう強く勧告した。

§3.20.19

Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε3 ὑπὸ Βανδίλοις οὔτι ἐθελουσίους καὶ πολλὰ πεπονθέναι πρὸς ἀνδρῶν βαρβάρων ἀνόσια.

すなわち、リビュア人はすべて古くからのローマ人であり、決して好んでヴァンダル人の支配下に置かれたわけではなく、野蛮な男たちから数々の冒瀆的な仕打ちを受けてきたのである。

§3.20.20

διὸ δὴ καὶ βασιλέα ἐς πόλεμον καταστῆναι Βανδίλοις, εἶναί τε οὐχ ὅσιον ξυμβῆναί τι πρὸς αὐτῶν ἄχαρι ἐς ἀνθρώπους ὧν τὴν ἐλευθερίαν ὑπόθεσιν ποιησάμενοι ἐπὶ Βανδίλους ἐστράτευσαν.

それゆえにこそ皇帝もヴァンダル人に対して戦争を起こされたのであり、自らがヴァンダル人へと出兵するにあたりその自由を理由とした人々に対して、自分たちの方から何か心ない仕打ちを加えることは許されない、と。

§3.20.21

τοσαῦτα παραινέσας ἔς τε Καρχηδόνα εἰσῆλθε καί, ἐπεὶ πολέμιον σφίσιν οὐδὲν ἐφαίνετο, ἐς τὸ Παλάτιον ἀναβὰς ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν.

このように説得した上で彼はカルタゴへと入り、敵らしきものが何ら見当たらなかったため、宮殿に登ってゲリメルの玉座に就いた。

§3.20.22

ἐνταῦθα ἐντυχόντες πολλῇ κραυγῇ Βελισαρίῳ ἐμπόρων τε πλῆθος καὶ ἄλλοι Καρχηδόνιοι ὅσοις ἐπιθαλάσσια τὰ οἰκία τετύχηκεν εἶναι, ᾐτιῶντο ἁρπαγὴν σφίσι τῶν ὑπαρχόντων τῇ προλαβούσῃ νυκτὶ πρὸς τῶν ναυτῶν ξυμβῆναι.

そこへ、大勢の商人たちや海辺に家を持っていたその他のカルタゴ人たちが大声をあげてベリサリウスの前に進み出て、前の夜に水夫たちによって手持ちの財産を略奪されたと訴え出た。

§3.20.23

ὁ δὲ Καλώνυμον ὅρκοις καταλαμβάνει ἦ μὴν4 ἅπαντα ἐς τὸ ἐμφανὲς ἐνεγκεῖν τὰ φώρια.

そこで彼は、盗品をすべて白日のもとに差し出すようにと、誓いによってカロニュモスを縛った。

§3.20.24

Καλώνυμος δὲ ὀμόσας τε καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιησάμενος τὸ μὲν παραυτίκα τὰ χρήματα ἐληίσατο, χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τὴν δίκην ἔτισεν ἐς Βυζάντιον.

しかしカロニュモスは誓いを立てたものの、誓ったことを無視してその場では財産を奪ったままとし、それから間もなくビュザンティオンで報いを受けることとなった。

§3.20.25

νόσῳ γὰρ ἁλοὺς τῇ καλουμένῃ ἀποπληξίᾳ καὶ τῶν φρενῶν ἔξω γενόμενος τῆς τε γλώσσης ἀποτραγὼν τῆς αὑτοῦ, εἶτα ἀπέθανεν. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.

いわゆる卒中と呼ばれる病気に冒されて正気を失い、自らの舌を噛み切って死んだのである。しかし、これは後になって起きたことであった。

構文注4 件
  1. 3.20.12ἐπίδοξον εἶναι

    非人称表現 ἐπίδοξόν ἐστιν(〜の見込みがある)が、先行する ἔφασκον に支配された対格不定詞構文の中に置かれ、不定詞 εἶναι となっている。意味上の主語は χειμῶνα ἐπίσημον ... γενήσεσθαι(名高い嵐が起こること)である。

  2. 3.20.13εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐδ’ ἂν τῶν νεῶν μίαν διασώσασθαι δυνατοὶ εἶεν

    間接話法(προὔλεγον ὡς)内の条件文。直接話法では仮定法を用いた未来の条件節(ἐὰν / ἢν ἐπιγένηται)であったものが、主動詞の過去時制(προὔλεγον)のもとで接続詞 εἰ を伴う接続法 ἐπιγένηται のまま保持されている。帰結節の ἄν+希求法(ἂν ... δυνατοὶ εἶεν)は、潜在・可能性を示す直接話法の形をそのまま反映している。

  3. 3.20.19Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε

    直前の παρῄνεσε(勧告した)および「〜と主張して・論じて」という発話の意味合いを受け、明示的な発話動詞なしに間接話法の対格不定詞構文(γενέσθαι τε ... καὶ πεπονθέναι ... διὸ δὴ καὶ ... καταστῆναι, εἶναί τε οὐχ ὅσιον)が継続している。

  4. 3.20.23ὅρκοις καταλαμβάνει ἦ μὴν

    「誓いによって拘束する・誓わせる」を意味する慣用表現 ὅρκοις καταλαμβάνω に、宣誓文を導く強意の小辞 ἦ μήν(「必ず〜する」)と不定詞(ἐνεγκεῖν)が後続している構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.20.12-3.20.25