← プロコピオス

戦史

§3.19.18-3.19.33

ゲリメルの遅滞とベリサリウスによる逆転勝利

高地の争奪に敗れて敗走したローマ先鋒部隊に対し、ゲリメルは弟の死を悼んで追撃を怠り好機を逸したため、陣形を立て直したベリサリウスの急襲を受けて大敗しヌミディア方面へと潰走した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.19.18

ταῦτα δὲ αὐτοῖς ἐς ἀλλήλους διαφιλονεικοῦσιν οἱ βάρβαροι ἀγχοῦ ἐγένοντο ἡγουμένου αὐτοῖς Γελίμερος καὶ ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον1 οἱ Γιβαμούνδῳ ξυμμίξαντες.

彼らが互いにこのように激しく論争している間に、ゲリメルに率いられた異民族たちが間近に迫ってきた。ゲリメルは、ベリサリウスが通った道と、ギバムンドゥスと交戦したマッサゲタイ人たちが進んだ道との間にある道を選んで進んできたのであった。

§3.19.19

λοφώδεις δὲ χῶροι ἐφ’ ἑκάτερα ὄντες οὔτε τὸ Γιβαμούνδου πάθος ἰδεῖν οὔτε τὸ Βελισαρίου χαράκωμα ξυνεχώρησαν, οὐ μὴν οὐδὲ τὴν ὁδὸν ἣν οἱ ἀμφὶ Βελισάριον ἐπορεύοντο.

両側にある丘陵地帯のせいで、ギバムンドゥスの敗禍を目にすることも、ベリサリウスの堡塁を見ることも、それどころかベリサリウス一行が進んでいた道を見ることもできなかった。

§3.19.20

ἐπεὶ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατιᾷ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλοτάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν.

彼らが互いに近づくと、その地の丘陵の中で最も高いものをどちらが制するかという争いが両軍の間に生じた。

§3.19.21

ἐδόκει γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, καὶ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι.

それは陣を張るのに適しているように思われ、両軍ともそこから敵へと襲いかかることを選んだのである。

§3.19.22

προτερήσαντες δὲ οἱ Βανδίλοι τόν τε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες.

しかしヴァンダル軍の方が先んじて突進をかけ、その丘を制圧して敵を敗走させた。すでに彼らにとって恐るべき存在となっていたからである。

§3.19.23

φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι.

逃走したローマ兵たちはデキムムから七スタディオン離れた地に到着したが、そこにはたまたまベリサリウスの親衛兵ウリアリスが八百人の盾持ち兵とともに滞在していた。

§3.19.24

πάντες τε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταί τε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν· ἀλλ’ ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτος τε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν.

誰もが、ウリアリスの一行が彼らを受け止めて踏みとどまり、彼らとともにヴァンダル軍へと立ち向かっていくであろうと思った。しかし合流するやいなや、案に相違して今やすべての者が全力で敗走し、一目散にベリサリウスのいる方角へと走っていった。

§3.19.25

Ἐνθενδε οὐκ ἔχω εἰπεῖν ὅ τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει,2 ὅς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι.

ここに至って、ゲリメルが一体どうして、戦局の主導権をその手に握っていながら、自ら進んでそれを敵に譲り渡してしまったのか、私には言うことができない。ただし、思慮の欠如をも神に帰さねばならないのでない限りは。神というものは、人に何らかの破滅をもたらそうと企てるとき、まずその思考に触れ、有益な事柄が思案に上ることを許さないのである。

§3.19.26

εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα·3

というのも、もし彼がそのまま直進して追撃を行っていたならば、ベリサリウス自身であっても持ちこたえることはできず、われわれの戦況は根底から覆されていたであろうと私は考えるからである。

§3.19.27

τοσοῦτον δὴ τό τε τῶν Βανδίλων πλῆθος τό τε αὐτῶν κατὰ Ῥωμαίων δέος4 ἐφαίνετο· εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούς τε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντές τε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων.

ヴァンダル軍の兵数の夥しさと、彼らがローマ兵に抱かせた恐怖はそれほどまでに大きかったのである。あるいはまた、もし彼がカルタゴへとまっすぐ馬を進めていたならば、ヨアンネスの部下たちをことごとく容易に討ち取ることができただろう。彼らは一人、二人と警戒を怠り、平野を歩き回っては横たわる死者から身ぐるみ剥いでいたからである。

§3.19.28

καὶ τὴν πόλιν ξὺν τοῖς χρήμασι διασωσάμενος τῶν τε ἡμετέρων νεῶν οὐ πόρρω ἀφικομένων ἐκράτει καὶ ὅλην ἡμῖν ἀνέστελλε τοῦ τε ἀπόπλου καὶ τῆς νίκης ἐλπίδα. ἀλλὰ γὰρ ἔπραξε τούτων οὐδέτερα.

そして〔カルタゴの〕町を財宝とともに守り抜き、遠からぬ沖合に到着したわれわれの船団をも制圧して、出港の望みも勝利の希望もすべてわれわれから断ち切っていたはずであった。しかし実際には、彼はそのいずれをも行わなかった。

§3.19.29

βάδην δὲ κατιὼν ἐκ τοῦ λόφου, ἐπεὶ ἐν τῷ ὁμαλεῖ ἐγένετο καὶ τἀδελφοῦ τὸν νεκρὸν εἶδεν, ἔς τε ὀλοφύρσεις ἐτράπετο καὶ τῆς ταφῆς ἐπιμελούμενος οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι ἐδύνατο.

彼は丘からゆっくりと歩いて下り、平地に至って弟の遺骸を目にするや、激しい嘆きに沈み、埋葬の処置に気を取られて、二度と取り戻すことのできない好機を無駄にしてしまったのである。

§3.19.30

τοῖς δὲ φεύγουσι Βελισάριος ἀπαντήσας στῆναι κελεύει, κοσμίως τε ἅπαντας διατάξας καὶ πολλὰ ὀνειδίσας, ἐπειδὴ τήν τε Ἀμμάτα τελευτὴν καὶ τὴν Ἰωάννου δίωξιν ἤκουσε καὶ περὶ τοῦ χωρίου καὶ τῶν πολεμίων ἐπύθετο ὅσα ἐβούλετο, δρόμῳ ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐχώρει.

ベリサリウスは逃げてくる者たちに出会うと踏みとどまるよう命じ、全員を整然と配置して厳しく叱責した。そしてアンマタスの死とヨアンネスの追撃について聞き、その地形や敵について知りたいことをすべて問いただすと、ゲリメルとヴァンダル軍に向かって一挙に突撃した。

§3.19.31

οἱ δὲ βάρβαροι ἄτακτοί τε καὶ ἀπαράσκευοι ἤδη γεγονότες ἐπιόντας αὐτοὺς οὐχ ὑπέμειναν, ἀλλὰ φεύγουσιν ἀνὰ κράτος, πολλοὺς ἐνταῦθα ἀποβαλόντες, καὶ ἡ μάχη ἐτελεύτα ἐς νύκτα. ἔφευγον δὲ οἱ Βανδίλοι οὐκ ἐς Καρχηδόνα οὐδὲ ἐς Βυζάκιον, ὅθενπερ ἧκον, ἀλλ’ ἐπὶ τὸ Βούλλης πεδίον καὶ τὴν εἰς Νουμίδας ὁδὸν φέρουσαν.

異民族らはすでに隊列も乱れ不意を突かれた状態であったため、攻め寄せる彼らに耐えきれず、全力で逃走し、その場で多くの兵を失った。そして戦闘は夜の訪れとともに終わった。ヴァンダル軍が逃げ延びた先はカルタゴでも、もといたビュザキオンでもなく、ブッラの平原およびヌミディアへと通じる道であった。

§3.19.33

οἱ μὲν οὖν ἀμφὶ τὸν Ἰωάννην καὶ οἱ Μασσαγέται περὶ λύχνων ἁφὰς εἰς ἡμᾶς ἀναστρέψαντες καὶ ἅπαντα τὰ ξυμβεβηκότα μαθόντες τε καὶ ἀναγγείλαντες σὺν ἡμῖν ἐν Δεκίμῳ διενυκτέρευσαν.

一方、ヨアンネスの一行とマッサゲタイ人らは灯火が点る頃にわれわれのもとへと戻り、起きた事態のすべてを知り、また報告し、われわれとともにデキムムで夜を明かした。

構文注4 件
  1. 3.19.18ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον

    前置詞 μεταξύ の後に先行詞となる名詞(τῆς ὁδοῦ)が省略され、関係代名詞 ἧς... καὶ ἧς が前置詞・先行詞の要求する属格形に牽引(attraction)または一致している。「ベリサリウスが進んだ道と、マッサゲタイ人たちが進んだ道との中間にある道」を表す。

  2. 3.19.25πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει

    πλὴν εἰ μή は「〜の場合を除いて」「〜でない限りは」という慣用的な二重否定構文。主節の「何が起きたのか私には言うことができない(οὐκ ἔχω εἰπεῖν)」に対する例外規定を導く。

  3. 3.19.26οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα

    οἶμαι に支配された対格不定詞構文で、ἄν が不定詞 ὑποστῆναι および διαφθαρῆναι にかかり、過去の反実仮想の帰結節(直説法過去+ἄν)を間接話法化したもの(「耐えきれなかったであろうし、根底から覆されていたであろう」)。先行する条件節 εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο と呼応する。

  4. 3.19.27αὐτῶν κατὰ Ῥωμαίων δέος

    αὐτῶν は動作主(主格的属格)でヴァンダル人を指し、δέος は「彼らが抱く恐怖」ではなく「彼らがもたらす恐怖」、すなわち κατὰ Ῥωμαίων(ローマ兵に対して)に向けられた恐怖を意味する。直前の「ヴァンダル軍の多さ」と並列関係にある。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.19.18-3.19.33