← プロコピオス

戦史

§3.15.1-3.15.20

上陸地点を巡る軍議とアルケラオスの進言

船団がリビュア沖に到着すると、ベリサリウスは船上で軍議を開き、上陸の是非を諮った。財務長官アルケラオスは港湾や水の欠乏、暴風雨の危険を理由に現地上陸を戒め、防壁のない港スタグノンから直接カルケドンを急襲するよう進言し、これに対してベリサリウスが答弁を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.15.1

Ἐπεὶ δὲ τῆς ἠιόνος ἀγχοῦ ἐγένοντο, τά τε ἱστία κατατίθεσθαι ὁ στρατηγὸς ἐκέλευε καὶ ἀγκύρας ἀπὸ τῶν νεῶν ἀπορριψαμένους ἀνακωχεύειν, τούς τε ἄρχοντας συγκαλέσας ἐς τὴν αὑτοῦ ναῦν ξύμπαντας βουλὴν ὑπὲρ τῆς ἀποβάσεως προὔθηκεν.

彼らが岸辺の近くに達したとき、将軍は帆を下ろし、船から投錨して停泊するよう命じ、指揮官たち全員を自らの船に招集して上陸についての軍議を開いた。

§3.15.2

ἔνθα δὴ ἄλλοι τε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ’ ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε· “Τοῦ μὲν στρατηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον ἥκων, ἔχων τε τὸ κράτος αὐτός, ἐς μέσον μὲν τὴν βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνατοῖς εἶναι, παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ’ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο.1

そこで双方の立場に立って多くの弁論がなされたが、進み出たアルケラオスは次のように語った。「私は将軍の徳に感嘆いたします。彼は判断力において皆を遥かに凌駕し、極めて豊かな経験を有し、権力そのものを自ら握りながらも、軍議を公に付し、われわれ各人に意見を述べるよう命じておられます。それによって最も良策と思われる方策をわれわれが選び取れるようにするためであり、彼自身ひとりで必要な事柄を判断し、意のままに権威をもって指揮することも可能であるにもかかわらずであります。

§3.15.3

ὑμῶν δέ, ὦ ἄνδρες ἄρχοντες ʽοὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπετῶσ̓, θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε.2

しかし指揮官の方々、あなたがたに対しては──どのように穏当に申すべきかわかりませんが──各自が真っ先に自ら上陸に反対の声を上げようとしなかったことを、誰しも訝るに違いありません。

§3.15.4

καίτοι ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται.

もっとも、危険に臨んでいる者たちに何らかの進言をすることは、助言した当人にとって個人的には何らの利益ももたらさず、多くの場合には非難に転じるものであることは承知しております。

§3.15.5

οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέντες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον.

というのも人間は、首尾よく運んでいるときはなされたことを自らの思慮や運のおかげとし、失敗したときにはただ助言者のみを責めるものだからです。

§3.15.6

εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ ὅσιον.

それでも敢えて申し上げましょう。自らの命運を議している者たちが非難を恐れて口を噤むのは、正義にもとることだからです。

§3.15.7

βουλεύεσθε ἐς τὴν πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες· τίνι λιμένι παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες;

指揮官の方々、あなたがたは敵地に上陸しようと議しておられますが、いかなる港に船団を預け置くおつもりでしょうか。あるいは、いかなる都市の防壁によってご自身のための安全を確保されるおつもりでしょうか。

§3.15.8

ἢ οὐκ ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν ὁδόν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν φασίν, ἀλίμενόν τε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην;

それとも、この海岸はカルタゴからイウケに至るまで九日間の行程にわたって延びており、完全に港がなく、いかなる方角から吹き寄せる風にも吹き晒されていると語られているのを耳にされなかったのでしょうか。

§3.15.9

τεῖχος δὲ οὐδὲν ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται, τοῦτο Γιζερίχου βουλεύσαντος. προσθείη δὲ ἄν τις ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν λέγουσι. φέρε γάρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα.

また、ガイゼリクスが命じたことにより、カルタゴの防壁を除いてはリビュア全土に防壁は一つも残されていません。 これに加えて、この地には水がまったく欠乏しているとも言われています。さあ、もしよろしければ、最悪の事態をも想定したうえで判断を下そうではありませんか。

§3.15.11

τοὺς γὰρ ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον.

勝負に臨む者たちが何の困難も予想しないというのは、人間のすることでも、事物の本性にかなうことでもありません。

§3.15.12

ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν θάτερον ταῖς ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς ἀπολωλέναι ταύτης;

それでは、われわれが陸に上陸した後に暴風雨が襲来した場合、船団には二つのうちいずれか、すなわちできる限り遠くへ逃走するか、あるいはこの海岸で難破して滅びるかのどちらかが起こるほかないのではありませんか。

§3.15.13

εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δαπάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι.3

そのとき、われわれに必要な物資の補給路はいったいどうなるのでしょうか。補給の責任者たる財務長官である私に目を向けないでいただきたい。いかなる官職も職務に必要な手段を奪われれば、必然的に私人という名目と外見に格下げされてしまうからです。

§3.15.14

ποῦ δὲ ἡμῖν τῶν ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγκαίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλὸν ὅπη ἐκβήσεται.

またわれわれは、余剰の武具や他の必需品をどこに保管したうえで、迫り来る蛮族を迎え撃たねばならないのでしょうか。しかし、事態がどのように終わるかは口にするのも憚られます。

§3.15.15

ἐγὼ δὲ ἡγοῦμαι χρῆναι ἡμᾶς εὐθὺ Καρχηδόνος ἰέναι. λιμένα γὰρ οὐ πλεῖον ἢ τεσσαράκοντα σταδίους αὐτῆς διέχοντα εἶναί φασιν, ὃν δὴ Στάγνον καλοῦσιν, ἀφύλακτόν τε παντάπασιν ὄντα καὶ πρὸς τὸν ἅπαντα στόλον ἱκανῶς πεφυκότα. ὅθεν δὴ ὁρμωμένοις ἡμῖν τὸν πόλεμον διενεγκεῖν οὐ χαλεπὸν ἔσται.

私は、われわれがまっすぐカルタゴへ向かうべきであると考えます。そこから四十スタディオンも離れていないところに、スタグノンと呼ばれる港があり、まったく守備兵もおらず、艦隊全体を収容するのに十分な広さをもっていると言われているからです。そこから出撃すれば、戦争を遂行することは容易でありましょう。

§3.15.16

οἶμαι δὲ ἔγωγε ὡς Καρχηδόνος τε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατήσειν εἰκός, ἄλλως τε καὶ μακρὰν αὐτῆς ἀπολελειμμένων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ μοχθηρὸν ἔσεσθαι.

私の考えでは、敵が遠く離れていることもあって、われわれは強襲によってカルタゴを制圧できる公算が高く、ひとたび制圧してしまえば、以後は何らの難儀も生じないはずです。

§3.15.17

τὰ γὰρ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ βέλτιστα αἱρεῖσθαι προσήκει.” Ἀρχέλαος μὲν τοσαῦτα εἶπε.

人間の営みというものはすべて、要衝が押さえられれば程なくして崩壊するのが常だからです。これらすべてのことを考慮に入れたうえで、われわれは最善の策を選ぶべきであります」。アルケラオスはこのように語った。

§3.15.18

Βελισάριος δὲ ἔλεξεν ὧδε· “Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω,4 μηδὲ διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, ὁποῖοί ποτ’ ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι.

ベリサリウスは次のように語った。「同僚の諸君、誰も私の言葉が調停者の判決であると思ってはならないし、それゆえにどのような内容であれ皆が従うことが不可避となるよう最後に語られたと考えてもならない。

§3.15.19

ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα· προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω.

諸君の各自が最善と考えるところはすべて聞き届けた。私としても自らの見解を公に示し、そのうえで諸君とともに、より優れている方策を選ぶのが相応しいからである。

§3.15.20

ἐκεῖνο δὲ ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν στρατιῶται δεδιέναι τε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς πολεμία ἐπ’ αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρηναίαν ἡμῖν ἐπιδεῖξαι.

しかし諸君に想起してもらうに値することがある。少し前には、兵士たちは海上の危険を公然と恐れ、敵船が迫り来るなら逃走するであろうと言い放っていたのに対し、われわれはリビュアの地とそこへの平穏な上陸の機会を与えてくださるよう神に祈り求めていたではないか」。

構文注4 件
  1. 3.15.2παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ’ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο

    非人称動詞 πάρεστι の分詞 παρόν による対格絶対構文(accusative absolute)。譲歩的(「〜することが可能であるにもかかわらず」)に解される。意味上の主語は後続の不定詞句(γνῶναί τε... καὶ ἐξηγεῖσθαι)であり、αὐτῷ は与格補語。

  2. 3.15.3θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε

    主節は ἄν+希求法(θαυμάσειεν ἄν)による潜在表現(「誰しも訝るかもしれない/訝るに違いない」)。後続の理由・内容を導く ὅτι 節において、通例の οὐ ではなく μή が用いられているのは、主節の潜在的・主観的ニュアンス、あるいは話者の非難・失望の感情が投影された古典期以降の語法である。

  3. 3.15.13ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι

    副詞的形容詞 ἐπάναγκες(必然的である)に依存する対格不定詞構文。対格主語は先行する句 ἀρχὴν ... πᾶσαν τῆς ὑπουργίας ἐστερημένην であり、完了受動不定詞 ἀποκεκρίσθαι(分離される、格下げされる)が呼応する。

  4. 3.15.18Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω

    述語的属格(predicate genitive)の構文。ἐπιγνώμονος εἶναι で「調停者・裁定者の職権に属する/裁定者のものである」の意。否定命令を表す三人称現在命令法(μηδεὶς... οἰέσθω)に対格不定詞構文(τοὺς λόγους ... εἶναι)が続いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.15.1-3.15.20