← プロコピオス

戦史

§3.11.1-3.11.16

アフリカ遠征軍の編成と艦隊の準備

ユスティニアヌス皇帝はサルデーニャ救援部隊とともに、正規兵・フォエデラティからなる大規模なヴァンダル遠征軍、将校団、輸送船団およびドロモン戦艦を編成する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.11.1

Ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίους τε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν.

皇帝はこれらの事情をまだ知らず、ゴダスとともに島を防衛させるため、四百名の兵士と指揮官キュリロスを準備していた。

§3.11.2

ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκ τε στρατιωτῶν καὶ φοιδεράτων συνειλεγμένους.

すでにこれらとともにカルタゴへの遠征軍をも準備万端に整えており、歩兵一万名、騎兵五千名が、正規兵およびフォエデラティから召集されていた。

§3.11.3

ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι,1 ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ’ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο·

かつてフォエデラティには、ローマ人に征服されたわけではないために奴隷の身分となる条件ではなく、対等かつ同等の条件で国家に参入した異民族のみが登録されていた。

§3.11.4

φοίδερα γὰρ τὰς πρὸς τοὺς πολεμίους σπονδὰς καλοῦσι Ῥωμαῖοι· τὸ δὲ νῦν ἅπασι τοῦ ὀνόματος τούτου ἐπιβατεύειν οὐκ ἐν κωλύμῃ ἐστί, τοῦ χρόνου τὰς προσηγορίας ἐφ’ ὧν τέθεινται ἥκιστα ἀξιοῦντος τηρεῖν, ἀλλὰ τῶν πραγμάτων ἀεὶ περιφερομένων, ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι, τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων ὀλιγωροῦντες.2

というのもローマ人は敵と結ぶ条約をフォエデラと呼ぶからである。しかし今日では誰もがこの名称を帯びることに何の妨げもない。時代というものは、言葉が本来与えられた対象に従ってそれを保ち続けることを決して良しとせず、事態は人間が導こうと欲する方向へ常に転変し、かつて人々が付けた名など顧みられないからである。

§3.11.5

ἄρχοντες δὲ ἦσαν φοιδεράτων μὲν Δωρόθεός τε, ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγός, καὶ Σολόμων, ὃς τὴν Βελισαρίου ἐπετρόπευε στρατηγίαν·

フォエデラティの指揮官には、アルメニア配備部隊の将軍ドロテオス、ならびにベリサリウスの補佐役を務めていたソロモンがいた。

§3.11.6

ʽδομέστικον τοῦτον καλοῦσι Ῥωμαῖοι. ὁ δὲ Σολόμων οὗτος εὐνοῦχος μὲν ἦν, οὐκ ἐξ ἐπιβουλῆς δὲ ἀνθρώπου τὰ αἰδοῖα ἐτύγχανεν ἀποτμηθείς, ἀλλά τις αὐτῷ τύχη ἐν σπαργάνοις ὄντι τοῦτο ἐβράβευσε· καὶ Κυπριανὸς καὶ Βαλεριανὸς καὶ Μαρτῖνος καὶ Ἀλθίας καὶ Ἰωάννης καὶ Μάρκελλος καὶ Κύριλλος, οὗ πρόσθεν ἐμνήσθην·

(ローマ人はこの職をドメスティクスと呼ぶ。このソロモンは宦官であったが、人の陰謀によって陰部を切断されたのではなく、幼少のころに不慮の事故が彼にこの運命を定めたのであった。)さらにキュプリアノス、ウァレリアノス、マルティノス、アルティアス、ヨハネス、マルケロス、そして前に述べたキュリロスがいた。

§3.11.7

στρατιωτῶν δὲ ἱππέων μὲν Ῥουφῖνός τε καὶ Ἀϊγάν, ἐκ τῆς Βελισαρίου οἰκίας ὄντες, καὶ Βαρβᾶτος καὶ Πάππος, πεζῶν δὲ Θεόδωρος, ὅνπερ Κτεάνον ἐπίκλησιν ἐκάλουν, καὶ Τερέντιός τε καὶ Ζάϊδος καὶ Μαρκιανὸς καὶ Σάραπις.

正規兵の騎兵指揮官には、ベリサリウスの家臣であったルフュノスとアイガン、ならびにバルバトスとパッポスがおり、歩兵指揮官には、クテアノスという添え名で呼ばれていたテオドロス、ならびにテレンティオス、ザイドス、マルキアノス、サラピスがいた。

§3.11.8

Ἰωάννης δέ τις ἐξ Ἐπιδάμνου ὁρμώμενος, ἣ νῦν Δυρράχιον καλεῖται, τοῖς τῶν πεζῶν ἡγεμόσιν ἅπασιν ἐφειστήκει.

かつてエピダムノスと呼ばれ、現在はデュッラキオンと呼ばれる町の出身であるヨハネスという者が、歩兵の全隊長を統括していた。

§3.11.9

τούτων ἁπάντων Σολόμων μὲν ἑῷος ἐτύγχανεν ὢν ἐκ τῆς Ῥωμαίων ἐσχατιᾶς αὐτῆς, οὗ νῦν πόλις οἰκεῖται Δάρας, Ἀϊγὰν δὲ ἦν Μασσαγέτης γένος, οὓς νῦν Οὔννους καλοῦσιν·

これらの者のうち、ソロモンはローマ領のまさに最東端、現在ダラスの町がある地方の出身であり、アイガンは今日フン族と呼ばれるマッサゲタイ族の出身であった。

§3.11.10

οἱ δὲ λοιποὶ σχεδόν τι ἅπαντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ᾤκουν.

その他の者は、ほぼ全員がトラキア地方に住まう者たちであった。

§3.11.11

εἵποντο δὲ αὐτοῖς Ἔρουλοι τετρακόσιοι, ὧν Φάρας ἦρχε, καὶ ξύμμαχοι βάρβαροι ἑξακόσιοι μάλιστα ἐκ τοῦ Μασσαγετῶν ἔθνους, ἱπποτοξόται πάντες·

彼らには、ファラスが率いる四百名のエルール族と、マッサゲタイ族からなる約六百名の異民族同盟軍が従っており、いずれも騎馬弓兵であった。

§3.11.12

ὧν δὴ ἡγοῦντο Σιννίων τε καὶ Βάλας, ἀνδρίας τε καὶ καρτερίας ἐς ἄκρον ἥκοντε.

彼らを率いていたのはシンニオンとバラスであり、勇気と忍耐において極致に達した者たちであった。

§3.11.13

ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ ἔλασσον ἢ κατὰ τρισχιλίους.

軍全体としては五百隻の船を率いており、そのうちどの船も五万メディムノスを超える積載能力はなく、他方で三千メディムノスを下回ることも決してなかった。

§3.11.14

ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοί τε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγός τε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Καλώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο.

すべての船には三万名の水夫が乗り組んでおり、大半はエジプト人、イオニア人、キリキア人であって、全船艇を統括する単一の指導者としてアレクサンドリア出身のカロニュモスが任命されていた。

§3.11.15

ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρά, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλοιντο.

また彼らは、海戦用として準備された軍船を九十二隻保有していたが、これらは単層漕ぎでありながら上部に甲板を備えており、漕ぎ手たちが敵の投射物で打たれることを極力防ぐ構造になっていた。

§3.11.16

δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι· πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς.3

今日の人々はこの船をドロモンと呼んでいる。極めて速やかに航行できるからである。これらの船にはビザンティオンの兵二千名が乗り組んでいたが、全員がみずから櫂を握って戦う者たちであり、余剰の乗員は一人もいなかった。

構文注3 件
  1. 3.11.3ἐπὶ τῷ δοῦλοι εἶναι

    前置詞 ἐπί に中性定冠詞与格 τῷ を伴う不定詞が後続し、「〜という条件で」という前提・条件を表す構文。続く ἀλλ’ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ(対等かつ同等の条件で)と対置されている。

  2. 3.11.4ὀλιγωροῦντες

    直前の絶対属格(τῶν πραγμάτων ἀεὶ περιφερομένων)に続く従属節(ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι)の主語 ἄνθρωποι に一致する男性複数主格分詞であり、属格句 τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων を目的語にとる。

  3. 3.11.16αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς

    αὐτερέτης は「漕ぎ手と戦士を兼ねる者」を指し、続く否定句の περίνεως(戦わず乗船しているだけの余剰員・無用の同乗者)と対比される。艦上の人員全員が戦闘員兼漕手であったことを示す語法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.11.1-3.11.16