← プロコピオス

戦史

§2.8.1-2.8.17

ホスローによるアンティオキア攻撃と足場崩落

アンティオキア市民の身代金支払いの拒絶と侮辱に激怒したホスローは城壁攻撃を開始する。激戦の最中、ローマ兵が増設した防衛用の吊り足場の綱が切れて崩落事故が起き、これを城壁突破と誤認した守備兵の一部が逃走し始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.8.1

Χοσρόης δέ ʽκαὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν’ παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.

ホスローは(メガスが、アンティオキアの人々に金銭を差し出すよう説得することはどうしてもできなかったと語ったため)全軍を率いて彼らに向かって進軍した。

§2.8.2

Ἀντιοχέων δέ τινες μὲν ἐνθένθε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστός τε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσι τε αὐτοὺς ἐπιρρώσαντες διεκώλυσαν.

アンティオキア市民の一部は直ちに財産を携えて立ち退き、各自が可能などこかへ逃走した。そして残りの全市民も同じことを目論んでいたが、その間にレバノン駐屯軍の指揮官たちであるテオクティストスとモラツェスが六千の兵とともにやって来て、彼らに希望を吹き込んで力づけ、逃走を思いとどまらせた。

§2.8.3

οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθά τε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρός τε Ὀρόντῃ τῷ ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν.

それから間もなくペルシア軍も当地に到着した。彼らはオロンテス川の岸辺およびそこからさほど遠くない一帯に、各部隊ごとに天幕を張って宿営した。

§2.8.4

Χοσρόης τε Παῦλον παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι1 ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ τῇ ἀναχωρήσει ληψόμενος.

ホスローはパウロスを城壁のもとへと派遣し、金十ケンテナリオンの代償で当地から撤退するとしてアンティオキア市民に金銭を要求し、退却に際してはそれよりも少ない額でも受け取る意向を露わにしていた。

§2.8.5

καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν.

そのとき使節たちがホスローのもとに赴き、講和の破棄について多くを語り、また彼からの言葉を聞いたうえで立ち去った。

§2.8.6

τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος ʽεἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοις τε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονταἰ πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόν τε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον·

しかし翌日、アンティオキアの民衆は(彼らは真面目さとは無縁で、嘲笑や放縦に著しく耽る性向があったため)胸壁の上からホスローに対して数々の侮辱を浴びせ、品のない嘲笑をもって愚弄した。

§2.8.7

καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω.

さらにパウロスが城壁に近づいて、少額の金銭で自分たち自身と都市を買い戻すよう忠告したときにも、彼が危険を察知して身をかわさなければ、矢を射かけてあやうく殺害するところであった。そのため、怒りに燃えたホスローは攻城戦を決意した。

§2.8.8

Τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστους τε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γάρ, ὥς μοι ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν.

そこで翌日、全ペルシア軍を城壁に向かって進軍させ、ある者たちには川の各地から攻撃するよう命じ、自らは最も多数かつ精鋭の兵を率いて高台(山頂)に向かって攻め寄せた。というのも、以前に私が述べたように、この方面の城壁が最も攻撃しやすかったからである。

§2.8.9

ἐνταῦθα Ῥωμαῖοι ʽστενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα ἐφ’ ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον’ ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτω τε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοί τε ὦσιν.

この場所でローマ兵たちは(彼らが立って戦うはずの建造物は極めて狭隘であったため)次のような策を考案した。長い角材同士を結び合わせて塔の間に吊るし、このようにしてそれらの足場をはるかに広くすることで、さらに多数の兵がそこから城壁を攻める敵を防ぎ止めることができるようにしたのである。

§2.8.10

οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλως τε καὶ κατὰ τὴν τῆς ἄκρας ὑπερβολήν.

ペルシア兵たちは激しく攻め立て、四方から無数の矢を放ち、とりわけ高台の稜線に向かって激しく射かけた。

§2.8.11

οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολμότατοι νεανίαι πολλοί.

一方、ローマ人たちも全力を尽くして防戦し、兵士たちだけでなく、民衆のうちの勇猛果敢な多くの若者たちも加わった。

§2.8.12

ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου2 τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ καθάπερ ἐφ’ ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει.

そしてこの地で城壁を攻める者たちは、敵と互角の条件で戦いに臨んでいるように見えた。というのも、広大で高く、いわば城壁と対峙するように聳える岩山が、まるで平地で行われているかのように交戦を可能ならしめていたからである。

§2.8.13

καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε τε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν.

そして、もしローマ軍の誰かが三百の兵とともに勇気を出して城壁の外に出て、先んじてあの岩山を占拠し、そこから攻め寄せる敵を防ぎ止めていたなら、私の思うに、都市が敵によって何らかの危機に陥ることは決してなかったであろう。

§2.8.14

οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δέ ʽκαὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαἰ οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.

バルバロイたちには、岩山と城壁の双方から頭上に投射物を浴びせられるならば、どこを拠点にして城壁を攻めるべきか手立てがなかったからである。しかし実際には(アンティオキア市民がこのメディア軍によって滅びる定めであったがゆえに)、この策は誰の念頭にも浮かばなかった。

§2.8.15

τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολάς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν3 ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.

ペルシア兵たちは、ホスロー自らが身近に控え大声で叱咤激励していたため、限界を超えて圧力を加え、敵に矢の射撃を見極めたり防いだりするいかなる間隙も与えず、他方、ローマ兵たちもまた極めて多くの兵数と怒号をもって防戦していたところ、角材を結び合わせていた綱が重みに耐えかねて突如断ち切れ、角材の上に立っていたすべての者たちが角材もろとも大音響とともに地上へと墜落した。

§2.8.16

οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος οἰόμενοι ἐς φυγὴν ὥρμηντο.

隣接する塔から戦っていた他のローマ兵たちもこれに気づいたが、何が起きたのか全く把握できず、城壁がこの場所で破壊されたものと思い込んで逃走に走った。

§2.8.17

τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ’ αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύν τε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειν τε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι.

民衆の若者たち、それ以前は競馬場で互いに抗争を繰り返す習わしであった多くの者たちは、城壁から降りたのちも決して逃げることはなく、その場に踏みとどまったが、テオクティストスとモラツェス率いる兵士たちは、その場に用意されていた馬に直ちに飛び乗り、城門へと駆け出した。ブーゼースが軍を率いて来援しつつあり、速やかに彼らを城内に迎え入れて彼らとともに敵を撃退したいのだと触れ回りながら。

構文注3 件
  1. 2.8.4δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι

    δέκα χρυσοῦ κεντηναρίων は代価・交換の属格(genitive of price)であり、動詞 ἀπαλλαγήσεσθαι(立ち去る、撤退する)にかかる。「十ケンテナリオンの黄金と引き換えに(代償として)撤退する」という意味を表す。

  2. 2.8.12ἐκ τοῦ ἀντιπάλου

    前置詞 ἐκ に中性単数形容詞が結びついた成句的副詞句。「互角の条件で」「対等の立場で」(on an equal footing / on equal terms)を意味し、καθίστασθαι にかかって両軍が対等の勢いで交戦に入った状況を修飾している。

  3. 2.8.15τῶν μὲν οὖν Περσῶν... τῶν δὲ Ῥωμαίων... οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι... διερράγησαν

    構文上、τῶν μὲν οὖν Περσῶν... βιαζομένων... と τῶν δὲ Ῥωμαίων... ἀμυνομένων という二つの独立属格句(genitive absolute)が先行し、主節の主語 αἱ σχοῖνοι(それに女性複数分詞 οὐκ ἐνεγκοῦσαι が一致)および主動詞 διερράγησαν へと繋がる長大な文構造を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.8.1-2.8.17