- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.4.14-2.4.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユスティニアヌス帝はホスローの開戦意図を察知し、アナスタシオスを使者として警告と自制を促す書状を送ったが、ホスローは返答をせず使者を留め置いた。
ἡνίκα Χοσρόου πολεμησείοντος1 Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν.
ホスローが開戦を望んでいることをユスティニアヌス帝が察知したとき、彼は何らかの勧告を行い、その企てから彼を思いとどまらせたいと望んだ。
ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας ἔναγχος γενομένην τυραννίδα καταλελύκει.
たまたまダラスの町からビザンティオンへ来ていたアナスタシオスという名の男がいたが、彼は知恵ある者としての評判があり、先ごろダラスで生じた僭主政をも倒した人物であった。
τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς ἔπεμψε γράμματα γράψας·
そこでユスティニアヌスは書状を書いてこのアナスタシオスをホスローのもとへ派遣した。
ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται2 πολέμου φυομένας αἰτίας, ἄλλως τε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ ταραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι.
その書面は次のような内容を示していた。「賢明な人々、ならびに神に対する務めを十分に修めた者たちにふさわしいのは、特にこの上なく親しい者たちに対しては、湧き起こる戦争の火種を全力を尽くして断ち切ることである。これに対して、分別のない人々、また神に関わる事柄を極めて安易に敵に回してしまう者たちにふさわしいのは、いささかも存在しない戦いと混乱の口実をわざわざ作り出すことである。
εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ τῶν πραγμάτων νενόμικε φύσις.
というのも、平和を破棄して戦争へと突入することは造作もないことだからである。万物の本性は、最悪の行いは最も卑劣な人々にとってさえ容易に採りうるものと定めているからだ。
πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι.
しかし、思いのままに戦争を起こした人々が再び平和へと立ち戻ることは、決して容易ではないと私は考える。
καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ’ ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ.
にもかかわらず、そなたは特別な意図なく書かれた書状を持ち出して我らを非難し、これらを今や勝手な判断で解釈することに熱心になっているが、それは我らが意図して書いたようにではなく、何らかの口実を欠くことなく自らの企てを遂行しようと望むそなたにとって都合がよいと思われるように解釈しているのだ。
ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγάς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι ἡμᾶς, ἀλλ’ ἀπολογεῖσθαι δεήσει.
他方、我らには、そなた配下のアラムンダロスが先ごろ我らの領土を急襲し、休戦中にもかかわらず癒やしがたい暴挙、すなわち拠点の占領、財産の強奪、おびただしい数の人々の殺害や奴隷化を働いたことを指摘する余地があり、これらについてはそなたが我らを告発するのではなく、自ら弁明せねばならぬはずである。
τὰ γὰρ τῶν ἠδικηκότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας.
実に、不正を働いた者たちの罪科を周囲の人々に明らかにするのは、その意図ではなく実際の行動なのだから。だが、事態がこのようなものであるにもかかわらず、我らとしては依然として平和を固持する決意であるのに対し、そなたはローマ人に対する開戦を望み、我らに何ら関係のない口実を捏造していると伝え聞いている。
εἰκότως· οἱ μὲν γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμός, καὶ τὰς οὐκ οὔσας ἐφίενται πορίζεσθαι σκήψεις.
それも道理である。現情を保とうと心を砕く者たちは、友人たちに向けられた口実が強く迫ってこようともそれを退けるのに対し、友情の掟を好まぬ者たちは、存在しない口実すらも手に入れようと望むからである。
ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε.
だが、このような振る舞いは一般の人間にとってすら、況や王たちにとって相応しいとは思われないであろう。
σὺ δὲ τούτων ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμπεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενός τε καὶ τὰ χρήματα κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον3 τέχναις τισὶν ἢ σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο· τὸ γὰρ θεῖον κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε4 πρὸς πάντων ἀνθρώπων.” ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ’ αὐτοῦ μένειν ἠνάγκαζεν.
そなたはこうした口実を捨て去り、戦争において双方から失われる命の夥しさを考慮し、生じるであろう事態の責任を負うのが当然である者は誰なのかをよく考えるがよい。そして、自ら誓いを立て、金銭を受け取りながら、その後で不当にも侮ったあの誓約を想起せよ。いかなる術策や詭弁をもってしても、そなたはそれらを言いくるめることはできぬはずだ。神とはすべての人間によって欺かれるにはあまりに超越した存在なのだから」。ホスローは届けられたこれらの文面を目にしたが、その場では何ら返答もせず、アナスタシオスを送還することもせず、その場に留まることを強要した。
- 2.4.14Χοσρόου πολεμησείοντος
πολεμησείω(意図・願望動詞:戦争を望む、開戦を欲する)の現在能動分詞属格を用いた補足分詞構文(知覚動詞 ᾔσθετο の目的語)である。ᾔσθετο(察知した)の時制に対して同時的な意図・願望を表している。
- 2.4.17Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται
Ξυνετῶν ἀνθρώπων は性質・所属を表す述語属格(〜にふさわしい、〜の務めである)であり、これに関係代名詞与格節(καὶ [τούτων] οἷς... ἤσκηται「神に対する務めが十分に修められている者たち」)が並列されている。主語は後続の不定詞句(πολέμου... ἀποτέμνεσθαι)である。
- 2.4.25οὐ δέον
非人称動詞 δεῖ の分詞中性対格による絶対対格構文(「不当にも」「すべきでないのに」)であり、続く ἀτιμάσας(侮った)を修飾する副詞句として機能している。
- 2.4.25κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε
比較級 κρεῖσσον に接続詞 ἤ と受動態不定詞 ἐξαπατᾶσθαι が後続する比較構文で、「欺かれるにはあまりに超越している(優れている)」という過度・不可能の帰結(英語の too... to-infinitive に相当)を表す慣用表現である。
