- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.30.1-2.30.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
メルメロエス率いるペルシア軍が救援に接近する中、ダギスタイオスは敵の欺瞞工作と狭隘路の警備隊敗退に狼狽して包囲を放棄し、到着したメルメロエスは生き残った守備隊を救出して砂袋で城壁を修復した。
Μερμερόης δέ, ἐπεὶ τοὺς Ἰβηρίας ὅρους παντὶ τῷ Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Φᾶσιν ἐν δεξιᾷ ἔχων· διὰ γὰρ τῶν ἐπὶ Λαζικῆς χωρίων ἰέναι οὐδαμῆ ἤθελε, τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα ὑπαντιάσαι.1
一方メルメロエスは、全メディア軍を率いてイベリアの国境を越えると、ファシス川を右手に臨みながら前進した。ラジカの領地を通って進むことは、そこで何らかの障害に出くわすことのないようにするため、全く望まなかったのである。
Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως.
彼はペトラの町とそこにいるペルシア兵たちを救援することに熱中していたが、囲壁の一部が突如として崩壊していた。
ᾐώρητο γάρ, ὥσπερ μοι εἴρηται· ἄνδρες τε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.
というのも、すでに私が述べたように、壁は宙に浮いていたからである。そしてローマ軍の中から五十人ほどの志願兵が町に入り込み、ユスティニアヌス帝を戦勝者と叫び讃えた。
ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱός, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν.
彼らを率いていたのはアルメニア生まれの若者で、名をヨアンネスといい、トマスの息子で、グゼスというあだ名で呼ばれていた者であった。
οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρων τε βασιλεῖ ἔδοξεν εἶναι.
このトマスは、皇帝の命を受けてラジカ周辺の防備施設の多くを築き、その地の軍を率いており、皇帝からも思慮ある人物と見なされていた。
ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ ἕτερος ἀμύνων ἦλθε·
さて、ヨアンネスはペルシア兵が白兵戦を挑んでくると、負傷して直ちに従う兵たちとともに陣営へと退却した。ローマ軍の側から救援に駆けつける者が他にいなかったからである。
Πέρσης δὲ ἀνήρ, Μιρράνης ὄνομα, ὅσπερ τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἦρχεν, ἀμφὶ τῇ πόλει δείσας, Πέρσαις μὲν πᾶσιν ἐπέστελλε τῆς φυλακῆς ἐς τὸ ἀκριβὲς μάλιστα ἔχεσθαι, αὐτὸς δὲ παρὰ Δαγισθαῖον σταλεὶς θῶπάς τε καὶ ἀπατηλοὺς προὐτείνετο λόγους, οὐδενὶ πόνῳ ὁμολογῶν οὐ πολλῷ ὕστερον ἐνδώσειν τὴν πόλιν. ταύτῃ τε παρακρούσασθαι ἴσχυσεν, ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι.2
一方、ペトラの守備隊を指揮していたミルラネスという名のペルシア人は、町をめぐる危機を恐れて、全ペルシア兵に極めて厳重な警備を維持するよう命じる一方で、自身はダギスタイオスのもとへ赴き、へつらいと偽りに満ちた言葉を差し出し、間もなく何らの苦労もなしに町を引き渡すと約束した。そしてこの手口によって、ローマ軍が直ちに町へと侵入できないように騙すことに成功した。
Οἱ δ’ ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπόν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶς τε ἠμύνοντο, καὶ τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον.
メルメロエスの一行が狭隘路に達すると、そこでは百人ほどのローマ軍の警備部隊が立ちはだかり、頑強に防戦して、入口へと押し入ろうとする者たちを撃退していた。
Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν εἴσοδον βιαζόμενοι.
しかしペルシア兵は一歩も退かず、討ち死にする者の後を常に別の者たちが引き継いで前進し、全力を尽くして入口を強行突破しようとした。
θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦ τε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάν τε καὶ ἐς τῶν ἐκείνῃ ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν.
ペルシア側には千人以上の戦死者が出たが、ローマ兵も殺戮のあまり力尽き、大軍に圧迫されて後退し、その地の山々の尾根へと駆け登って難を逃れた。
ταῦτα Δαγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσίν τε ποταμὸν ἤλαυνε· καὶ οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες.
ダギスタイオスはこの事態を知るや、軍に何の指示も与えずに直ちに包囲を解き、ファシス川へと急行した。そして全ローマ軍も、陣営に自分たちの荷を残したまま彼に従った。
Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάς τε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς τὸ στρατόπεδον ἐξαιρήσοντες.
ペルシア兵たちはこの様子を見て門を開き、出撃して敵の小屋の周囲へと押し寄せ、陣営を奪取しようとした。
Τζάνοι δὲ ʽοὐ γὰρ Δαγισθαίῳ ἐπισπόμενοι ἔτυχον’ ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοί τε πόνῳ οὐδενὶ τοὺς πολεμίους πολλοὺς ἔκτειναν.
だがツァン人たちは――偶然にもダギスタイオスに付き従っていなかったため――そこへ駆けつけて救援し、敵を難なく敗走させて多くの者を討ち取った。
Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ’ οἴκου ἀπεκομίσθησαν.
ペルシア兵たちは逃げ惑って囲壁の内側へと逃げ込み、ツァン人たちはローマ軍の陣営を略奪したのち、リザイオンへと直行した。そこから彼らはアテナイへと至り、トラペズス人の地を経て帰郷した。
Μερμερόης δὲ καὶ ὁ Μήδων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν.
メルメロエスとメディア軍は、ダギスタイオスの撤退から九日目に同地に到着した。そこで彼らは、ペルシアの守備隊の生き残りのうち、負傷して戦闘不能になっていた者が三百五十人、無傷だった者はわずか百五十人であることを見出した。他の者たちは全員戦死していたからである。
ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων ἀπολωλότων σφίσι, παρέχωνται.
生き残った者たちは、戦死者の遺体を囲壁の外へ投げ捨てるようなことは一切せず、大半が死んでしまったことを悟られて敵に包囲への意気込みを与えてしまわないよう、死臭に窒息しそうになりながらも信じ難いほど耐え忍んでいた。
ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.3
そしてメルメロエスはこれを嘲弄し、百五十人の城壁もないペルシア兵をいかなる手段をもってしても攻略できなかったほどに国力が衰退してしまったローマの国家は、涙と嘆きに値すると言った。
καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε.
そして彼は崩壊した囲壁を再建することに尽力したが、当座は石灰もその他建築に適した資材も手元になかったため、次のような策を考案した。
θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο.
ペルシア兵たちがコルキスの地へ物資を運ぶのに用いていた麻袋に砂を詰め、それを石の代わりに据えたのである。それらはその場所に積み上げられて、城壁の代わりとなった。
- 2.30.1τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα ὑπαντιάσαι
否定辞 μή を伴う冠詞付き不定詞属格で、目的(〜しないように)を表す構文。主語は τί ἐμπόδισμα(主格・対格同形の中性名詞)、与格 οἱ は動詞 ὑπαντιάζω(与格支配)の目的語である。
- 2.30.7ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι
結果あるいは結果的意図を表す ὡς+不定詞構文。ἐσιτητά は形容詞/動名詞的形容詞の中性複数形で非人称的に用いられ(「立ち入り可能であること」)、動作主を意味する与格 τῷ Ῥωμαίων στρατῷ を伴っている。
- 2.30.17οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι
関係詞節内の οἷς は所有あるいは関係を表す与格(「彼らにとって事態が〜に至った」)。ἀσθενείας は指示詞 τοῦτο に掛かる部分属格(「このほどの衰弱に」)。続く ὡς+完了不定詞 δεδυνῆσθαι は程度・結果節(「〜できないほどに」)を形成している。
