← プロコピオス

戦史

§2.28.17-2.28.30

ホスローのラジカ人強制移住とグバゼス暗殺計画

ホスローはダラス攻略とラジカ住民の追放・植民を企て、ファブリゾスとイスディグスナスを選抜する。ラジカ領有の戦略的利点と、風習・宗教・経済面の軋轢から生じたラジカ人の反発を察知したホスローは、グバゼス王の暗殺とラジカ人の強制移住を画策する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.28.17

βουλευσάμενος οὖν πόλιν Δάρας καταλαβεῖν ἐξ ἐπιδρομῆς καὶ Λαζικῆς ἐξοικίσαι Κόλχους ἅπαντας, Πέρσας δὲ ἀντ’ αὐτῶν οἰκήτορας καταστήσασθαι, τὼ ἄνδρε τούτω ἐς ἄμφω τὰ ἔργα ὑπηρετήσοντας εἵλετο·

そこで〔ホスロー〕は、奇襲によってダラスの町を奪取し、ラジカ地方からコルキス人を一人残らず立ち退かせて、彼らの代わりにペルシア人を定住者として配置することを企て、これら双方の任務に仕えさせるべくこの二人を選んだ。

§2.28.18

ἕρμαιον γὰρ καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι γῆν τὴν Κολχίδα σφετερισαμένῳ ἐν τῷ βεβαίῳ τῆς κτήσεως ἔχειν, ξύμφορον λογισαμένῳ τῇ Περσῶν ἀρχῇ κατὰ πολλὰ ἔσεσθαι τοῦτό γε.

というのも、コルキスの地を我が物として確固たる領有権を保つことは、思いがけない幸運であり、大いに価値あるものに思われたからである。彼はこれが多くの点でペルシアの支配にとって有益であると判断していた。

§2.28.19

τήν τε γὰρ Ἰβηρίαν ἐν τῷ ἀσφαλεῖ ἐς τὸ ἔπειτα ἕξειν, οὐκ ἂν ἔτι ἐχόντων Ἰβήρων ἐφ’ οὕστινας ἀνθρώπων ἀποστάντες σωθήσονται·1

すなわち第一に、イベリアを今後は安全に保持できると考えられた。イベリア人は叛旗を翻したところで、もはや逃げ込んで助けを求められる人々を誰も持たなくなるからである。

§2.28.20

ἐπειδὴ γὰρ οἱ τούτων δὴ λογιμώτατοι τῶν βαρβάρων ὁμοῦ Γουργένῃ τῷ βασιλεῖ ἐς ἀπόστασιν εἶδον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθε λόγοις ἐρρήθη, οὔτε βασιλέα σφίσι καταστήσεσθαι τὸ ἐνθένδε ξυνεχώρουν Πέρσαι οὔτε αὐτογνωμονοῦντες Περσῶν κατήκοοι Ἴβηρες ἦσαν, ἀλλ’ ὑποψίᾳ τε καὶ ἀπιστίᾳ ἐς ἀλλήλους πολλῇ εἴχοντο.

というのも、これらの蛮族の中で最も名高い者たちが王グルゲネスとともに反乱を企てて以来――このことは私の以前の叙述で述べたとおりである――ペルシア人は彼らに今後王を立てることを許さず、イベリア人も自らの意思でペルシア人に従属していたわけではなく、むしろ双方は互いに強い猜疑心と不信を抱いていた。

§2.28.21

ἔνδηλοί τε Ἴβηρες ἦσαν δυσανασχετοῦντές τε ἰσχυρότατα καὶ νεωτεριοῦντες οὐ πολλῷ ὕστερον, ἤν τινός ποτε καιροῦ λαβέσθαι δυνατοὶ εἶεν.

そしてイベリア人は、激しい不満を抱いており、好機を捉えることができるなら間もなく蜂起するであろうことが明白であった。

§2.28.22

καὶ πρὸς Οὔννων τῶν Λαζικῇ προσοίκων ἀδῄωτον μὲν τὴν Περσῶν ἀρχὴν ἐς ἀεὶ ἔσεσθαι, ῥᾷον δὲ καὶ ἀπονώτερον αὐτοὺς τῇ Ῥωμαίων ἀρχῇ ἐπιπέμψειν, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη· οὐ γὰρ ἄλλο οὐδὲν τοῖς ἐν Καυκάσῳ οἰκοῦσι βαρβάροις ἢ ἐπιτείχισμα Λαζικὴν εἶναι.2

さらに、ラジカに隣接するフン族によってペルシアの支配は永久に荒らされることなく保たれ、また彼が望む時にはいつでも、より容易かつ労を要さずに彼らをローマ帝国領へと差し向けることができるはずであった。カウカソスに住む蛮族たちにとって、ラジカは防壁以外の何ものでもなかったからである。

§2.28.23

μάλιστα δὲ πάντων κατὰ τοῦτο ξυνοίσειν πρὸς Λαζικῆς ἐπικράτησιν ἤλπιζε Πέρσαις, ὅτι δὴ ἐξ αὐτῆς ὁρμώμενοι δυνήσονται οὐδενὶ πόνῳ καταθέοντες καὶ πεζῇ καὶ ναυσὶ τὰ ἐπὶ τοῦ Εὐξείνου καλουμένου πόντου χωρία Καππαδόκας μὲν καὶ τοὺς αὐτῶν ἐχομένους Γαλάτας καὶ Βιθυνοὺς παραστήσεσθαι, ἐξ ἐπιδρομῆς δὲ Βυζαντίους αἱρήσειν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.

そして何よりも、ペルシア人がラジカを制圧することが次のような点で役立つと〔ホスロー〕は期待していた。すなわち、そこを拠点とすれば、何らの労苦もなく陸路と海路の両方でいわゆるエウクセイノス海沿岸の諸地方を荒らし回り、カッパドキア人およびこれに隣接するガラティア人やビテュニア人を屈服させ、誰一人抗戦する者のないまま奇襲によってビザンティウムを占領することができるであろう、ということである。

§2.28.24

τούτων μὲν δὴ ἕνεκα προσποιεῖσθαι Χοσρόης Λαζικὴν ἤθελεν, ἐπὶ Λαζοῖς δὲ τὸ θαρσεῖν ὡς ἥκιστα εἶχεν.

これらの理由からホスローはラジカを手中に収めることを望んだが、ラジカ人に対する信頼は微塵も抱いていなかった。

§2.28.25

ἐπειδὴ γὰρ Ῥωμαῖοι ἐκ τῆς Λαζικῆς ἀνεχώρησαν, Λαζῶν τὸ πλῆθος τῇ Περσῶν ἀρχῇ ἐπιεικῶς ἤχθετο. μονότροποι γάρ, εἴπερ ἄλλοι τινές, οἱ Πέρσαι εἰσὶ καὶ τὰ ἐς τὴν δίαιταν ὑπεράγαν σκληροί.

なぜなら、ローマ人がラジカから撤退して以来、ラジカの大衆はペルシア人の支配を甚だしく嫌悪していたからである。ペルシア人は他の誰にもまして奇矯であり、生活慣習に関しては過度に過酷である。

§2.28.26

καὶ αὐτοῖς οἵ τε νόμοι δυσπρόσοδοί εἰσι πρὸς πάντων ἀνθρώπων καὶ τὰ ἐπιτάγματα οὐδαμῆ ἀνεκτά. πρὸς μέντοι Λαζοὺς καὶ διαφερόντως τὸ διαλλάσσον τῆς τε γνώμης ἀεὶ καὶ τῆς διαίτης παρὰ πολὺ διαφαίνεται, ἐπεὶ Λαζοὶ μὲν Χριστιανοί εἰσι πάντων μάλιστα, Πέρσαις δὲ ἀπ’ ἐναντίας αὐτῶν τὰ ἐς τὸ θεῖον ἅπαντα ἔχει.

しかも彼らの法はいかなる人々にとっても親しみにくいものであり、その命令は決して耐えられるものではない。とりわけラジカ人に対しては、思想と生活習慣の大きな相違が常に際立っている。ラジカ人は何よりも熱心なキリスト教徒であるのに対し、ペルシア人は神に関する事柄がすべて彼らと正反対であるからである。

§2.28.27

χωρὶς δὲ τούτων ἅλες μὲν τῆς Λαζικῆς οὐδαμῆ γίνονται, οὐ μὴν οὔτε σῖτος οὔτε οἶνος οὔτε τι ἄλλο ἀγαθὸν φύεται.

これらに加えて、ラジカでは塩がまったく産出せず、それどころか穀物も葡萄酒も、その他のいかなる良き産物も実らない。

§2.28.28

ἐκ δὲ Ῥωμαίων τῶν παραλίων ἅπαντα ταῖς ναυσὶν ἐπεισέρχεται σφίσι, καὶ ταῦτα οὐ χρυσίον τοῖς συμβάλλουσι προϊεμένοις,3 ἀλλὰ δέρρεις τε καὶ ἀνδράποδα καὶ εἴ τι ἄλλο ἐνταῦθα κατὰ πολὺ περιεῖναι ξυμβαίνει.

それらはすべて沿岸のローマ人から船によってもたらされており、それも交易相手に金銭を差し出すのではなく、毛皮や奴隷、その他この地で大いに余剰となっているものを代価としている。

§2.28.29

τούτου τε, ὡς τὸ εἰκός, ἀποκεκλεισμένοι τὸ λοιπὸν ἤσχαλλον. ὧν δὴ ὁ Χοσρόης αἰσθόμενος προτερῆσαι ξὺν τῷ ἀσφαλεῖ, πρίν τι ἐς αὐτὸν νεωτερίσειαν, ἐν σπουδῇ εἶχε.

そして、当然のことながらこれらを絶たれてしまった彼らは、以後は苛立ちを募らせていた。これを察知したホスローは、彼らが自分に対して反乱を起こす前に、安全策を講じて先手を打つことを真剣に企てた。

§2.28.30

καί οἱ βουλευομένῳ ξυμφορώτατον ἔδοξεν εἶναι Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ὅτι τάχιστα ποιησαμένῳ4 Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν, οὕτω τε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ.

そして彼が熟考した結果、ラジカ王グバゼスをできる限り速やかに排除した上で、ラジカ人をこの地からことごとく追放し、こうしてペルシア人やその他の諸民族をこの土地に入植させることが最も得策であると思われたのである。

構文注4 件
  1. 2.28.19ἐφ’ οὕστινας ἀνθρώπων ἀποστάντες σωθήσονται

    前置詞 ἐπί と疑問・関係代名詞 ὅστις(ここでは間接疑問詞)による句で、逃れて身を寄せる相手(方向・避難先)を示す。「反乱を起こしたとして、彼らが逃れて身を安全に保てる相手の人間」という意味。属格 ἀνθρώπων は οὕστινας にかかる部分属格。接続法ではなく直説法未来 σωθήσονται が用いられ、客観的な事実性の欠如(もはや誰も頼る相手がいなくなること)を強調している。

  2. 2.28.22οὐ γὰρ ἄλλο οὐδὲν τοῖς ἐν Καυκάσῳ οἰκοῦσι βαρβάροις ἢ ἐπιτείχισμα Λαζικὴν εἶναι

    理由を表す γάρ 節の中に現れる対格不定詞構文(A.c.I.)。先行する主節群から続く間接話法(間接思考表現)の構造を引き継いでおり、不定詞 εἶναι の意味上の主語は Λαζικὴν、補語は οὐδὲν ἄλλο ἢ ἐπιτείχισμα(防壁以外の何ものでもない)、与格 τοῖς ... βαρβάροις は利害・判断の与格。「カウカソスに住む蛮族にとって、ラジカは防壁以外の何ものでもない」というホスローの戦略的認識を間接話法のまま陳述している。

  3. 2.28.28καὶ ταῦτα οὐ χρυσίον τοῖς συμβάλλουσι προϊεμένοις

    慣用句 καὶ ταῦτα(「しかも〜」「それも〜」)に伴う分詞構文。分詞 προϊεμένοις は代名詞 σφίσι(ラジカ人たち)と一致する与格で、取引相手(τοῖς συμβάλλουσι)に対して金銭を支払うのではなく物々交換で輸入していた事情を限定的に付加している。

  4. 2.28.30καί οἱ βουλευομένῳ ξυμφορώτατον ἔδοξεν εἶναι Γουβάζην ... ποιησαμένῳ

    非人称動詞 ἔδοξεν に、思索者を表す与格句 οἱ βουλευομένῳ(「思案を巡らせていた彼にとって」)が結合し、さらに不定詞節中の分詞 ποιησαμένῳ もこの与格と一致格(dativus cum infinitivo)を取っている。不定詞 ἀναστήσειν および ξυνοικιεῖν の主語は与格の指示対象(ホスロー)であり、未来不定詞が企図・意図の内容を導いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.28.17-2.28.30