← プロコピオス

戦史

§2.19.16-2.19.32

シサウラノンの降伏とアレタスの離反

アッシリアへ侵入したアレタスは略奪に成功するも欺罔を用いて本隊へ戻らず別ルートで撤退し、シサウラノンを降伏させたベリサリオスらは過酷な気候と連絡途絶による不安の中で疫病に苦しむ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.19.16

καὶ αὐτοῖς μὲν Ἀρέθᾳ πειθομένοις ἅπαντα πράσσειν ἐπέστελλεν, Ἀρέθαν δὲ ἅπαντα ἐκέλευε τὰ ἐν ποσὶ ληισάμενον οὕτω τε ἐς τὸ στρατόπεδον ἐπανήκοντα ἀπαγγέλλειν σφίσιν ὁποῖά ποτε δυνάμεως πέρι τοῖς Ἀσσυρίοις τὰ πράγματα εἴη.

そして彼らに、アレタスに従ってすべての行動をとるよう命じる一方、アレタスには、行く手にあるすべてのものを略奪し、その上で陣営に帰還してアッシリア人の兵力に関する情勢がいかなるものかを彼らに報告するよう命じた。

§2.19.17

οἱ μὲν οὖν ἀμφὶ τὸν Ἀρέθαν Τίγρην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις ἐγένοντο.

そこでアレタスの一行はティグリス川を渡ってアッシリアの地に達した。

§2.19.18

οὗ δὴ χώραν τε ἀγαθὴν εὑρόντες καὶ μακροῦ χρόνου ἀδῄωτον, ταύτην τε ἀφύλακτον οὖσαν, ἐξ ἐπιδρομῆς πολλὰ ληισάμενοι τῶν ἐκείνῃ χωρίων χρήματα μεγάλα περιεβάλλοντο.

そこで彼らは肥沃で長らく荒らされていない土地を見出したが、そこが無防備であったため、急襲によってその地方の多くの場所を略奪し、莫大な富を手に入れた。

§2.19.19

τότε δὲ Βελισάριος τῶν τινας Περσῶν ξυλλαβών, ἐνδεῖν τοῖς ἐν τῷ φρουρίῳ τὰ ἐπιτήδεια παντελῶς ἔμαθεν.

そのころベリサリオスはペルシア兵の数名を捕らえ、要塞内の物資が完全に不足していることを知った。

§2.19.20

οὐ γάρ, ὥσπερ ἐν Δάρας τε καὶ Νισίβιδι πόλει, ἐν δημοσίῳ τὰς ἐπετείους τροφὰς ἀποτίθεσθαι νενομίκασιν, ἀλλὰ πολεμίων στρατοῦ ἀπροσδοκήτου σφίσιν ἐπιπεσόντος ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν.1

ダラやニシビスの町のように、公の倉庫に一年分の食糧を備蓄する慣習を持っておらず、敵軍が不意に襲来したため、必需品を何ひとつ運び込む余裕がなかったからである。

§2.19.21

ἄφνω δὲ πολλῶν ἐς τὸ φρούριον καταφυγόντων, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, ὡς τὸ εἰκός, ἐπιέζοντο.

その上、多数の人々が不意に要塞へと避難したため、案の定、物資の欠乏に苦しめられていた。

§2.19.22

ἃ δὴ Βελισάριος γνοὺς Γεώργιον ἔπεμψεν, ἄνδρα ξυνετώτατόν τε καὶ τῶν ἀπορρήτων αὐτῷ κοινωνοῦντα, ἀποπειρασόμενον τῶν ταύτῃ ἀνθρώπων, εἴ πως ὁμολογίᾳ τινὶ δύναιτο τὸ χωρίον ἑλεῖν.

これを知ったベリサリオスは、極めて聡明で彼の腹心でもあったゲオルギオスを派遣し、現地の者たちに何らかの協定によって要塞を明け渡させることができないか打診させた。

§2.19.23

Γεώργιος δὲ παραίνεσίν τε ποιησάμενος καὶ πολλὰ ἐς αὐτοὺς ἐπαγωγὰ εἰπών, ἔπεισε τὰ πιστὰ λαβόντας ἀμφὶ τῇ σωτηρίᾳ σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ἐνδοῦναι Ῥωμαίοις.

ゲオルギオスは勧告を行い、多くの魅力的な言葉を投げかけ、助命の誓約を受け取った上で自らと要塞をローマ軍に引き渡すよう彼らを納得させた。

§2.19.24

οὕτω Βελισάριος τὸ Σισαυράνων ἑλὼν τοὺς μὲν οἰκήτορας ἅπαντας, Χριστιανούς τε καὶ Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας, ἀθῴους ἀφῆκε, τοὺς δὲ Πέρσας ξὺν τῷ Βλησχάμῃ ἐς Βυζάντιον ἔπεμψε, καὶ τὸν τοῦ φρουρίου περίβολον ἐς ἔδαφος καθεῖλε.

こうしてベリサリオスはシサウラノンを陥落させ、住民はすべて本来キリスト教徒でありローマ人でもあったため無傷で放免し、ペルシア兵たちはブレスカメスとともにビザンティオンへ送り、要塞の外壁を取り壊して更地にした。

§2.19.25

βασιλεύς τε οὐ πολλῷ ὕστερον τούτους τε τοὺς Πέρσας καὶ τὸν Βλησχάμην ἐς Ἰταλίαν Γότθοις πολεμήσοντας ἔπεμψε. τὰ μὲν οὖν ἀμφὶ τῷ Σισαυράνων φρουρίῳ ταύτῃ ἐχώρησεν.

皇帝もまもなく、これらペルシア兵とブレスカメスをゴート族と戦わせるためにイタリアへ派遣した。シサウラノンの要塞をめぐる情勢は、このように決着した。

§2.19.26

Ἀρέθας δέ, δείσας μὴ τὴν λείαν πρὸς Ῥωμαίων ἀφαιρεθείη,2 οὐκέτι ἀναστρέφειν ἐς τὸ στρατόπεδον ἤθελε.

一方のアレタスは、略奪品をローマ軍に奪われることを恐れ、もはや陣営へ戻ろうとはしなかった。

§2.19.27

πέμψας οὖν τῶν οἱ ἑπομένων τινὰς ἐπὶ κατασκοπῇ δῆθεν τῷ λόγῳ, ἐκέλευε λάθρα ὡς τάχιστα ἐπανήκοντας σημῆναι σφίσιν ὅτι δὴ πολύς τις πολεμίων στρατὸς ἀμφὶ τοῦ ποταμοῦ τὴν διάβασιν εἴη.3

そこで彼は、表向きは偵察のためと称して従臣の一部を派遣し、できるだけ速やかに戻ってきて、大軍の敵勢が川の渡河点付近にいると自分たちに告げるよう密かに命じた。

§2.19.28

διὸ δὴ Τραϊανῷ τε καὶ Ἰωάννῃ παρῄνει ἑτέρᾳ ἰοῦσιν ὁδῷ ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν.

そのためトラヤヌスとヨアンネスに対し、別の道を通ってローマ人の地へ帰還するよう勧告した。

§2.19.29

παρὰ μὲν οὖν Βελισάριον οὐκέτι ἦλθον, ἔχοντες δὲ ποταμὸν Εὐφράτην ἐν δεξιᾷ οὕτω δὴ ἐς Θεοδοσιούπολιν τὴν πρὸς τῷ Ἀβόρρᾳ ποταμῷ ἵκοντο.

したがって彼らはもはやベリサリオスのもとへは戻らず、ユーフラテス川を右手に臨みつつ、アボッラス川沿いのテオドシオポリスへ至った。

§2.19.30

Βελισάριος δὲ καὶ ὁ Ῥωμαίων στρατὸς οὐδὲν περὶ τοῦ στρατεύματος τούτου πυθόμενοι ἤσχαλλον, ἔς τε δέος καὶ ὑποψίαν οὔτε φορητήν τινα οὔτε μετρίαν ἐμπίπτοντες.

ベリサリオスとローマ軍は、この派遣部隊について何の知らせも得られず苛立ちを募らせ、耐え難いほどの極度の恐怖と疑惑に陥った。

§2.19.31

χρόνου τε σφίσιν ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ ξυνέβη πολλοῖς τῶν στρατιωτῶν πυρετῷ δυσκόλῳ ἐνταῦθα ἁλῶναι· αὐχμηρὰ γὰρ Μεσοποταμία ἡ Περσῶν κατήκοος ὑπερφυῶς ἐστιν.

そして彼らがこの包囲に多くの時を費やすうちに、多くの兵士がそこで厄介な熱病にかかる事態となった。ペルシア領のメソポタミアは極端に乾燥しているからである。

§2.19.32

οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο.

ローマ兵、とりわけトラキア出身の者たちはこれに慣れておらず、極度の乾燥地帯において夏の盛りに蒸し暑い粗末な小屋で生活していたため、軍の三分の一が半死半生の状態で横たわるほどの重病に倒れた。

構文注3 件
  1. 2.19.20ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν

    動詞 φθάνω と分詞 ἐσκομισάμενοι の結合構文。否定辞 οὐκ を伴うことで「必需品を持ち込むのに先んじることができなかった」「持ち込む余裕がなかった」という事態の未然・立ち遅れを表す慣用構文である。

  2. 2.19.26δείσας μὴ τὴν λείαν πρὸς Ῥωμαίων ἀφαιρεθείη

    恐れの動詞 δείσας に導かれる従属節(μή+アオリスト受動態希求法 ἀφαιρεθείη)。二重対格をとる動詞 ἀφαιρέω の受動態において、奪われる対象である「略奪品」(τὴν λείαν)が対格(保留対格)のまま残されている点に注意を要する。

  3. 2.19.27ἐκέλευε λάθρα ὡς τάχιστα ἐπανήκοντας σημῆναι σφίσιν ὅτι δὴ πολύς τις πολεμίων στρατὸς ἀμφὶ τοῦ ποταμοῦ τὴν διάβασιν εἴη

    使役・命令動詞 ἐκέλευε が不定詞 σημῆναι とその意味上の主語(分詞対格 ἐπανήκοντας)をとり、さらに間接話法の従属節 ὅτι ... εἴη(主動詞が過去時称であることによる斜格希求法)を従えている複文構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.19.16-2.19.32