← プロコピオス

戦史

§2.15.17-2.15.35

ラジカ使節の帰順申し出とホスローの受諾

ラジカ人の使節はホスローに対し、ローマの搾取と圧政を訴えて国土の帰順を申し出、ペルシア側に生じる戦略的利点を説く。提案を受け入れたホスローは行軍の難所克服の保証を得て出陣の準備を進める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.15.17

καὶ νῦν ἡμεῖς τε καὶ ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι.

そして今や、私たちもラジカの王も、ご随意にお用いいただくために、私たち自身と私たちの国土をペルシア人に差し出します。

§2.15.18

δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν· εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινόν, ἀλλ’ ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι ʽφιλίας γὰρ διαλελυμένης ὁ τρόπος τῆς μετ’ ἐκείνην πρὸς ἑτέρους καθισταμένης ἔλεγχος γίγνεταἰ·

私たちは貴殿らに、私たちのことを次のようにご判断いただきたいと願うのです。もし私たちがローマ人から何ら酷い仕打ちを受けておらず、ただ不見識に駆られて貴殿らのもとへやって来たのであるなら、この私たちの懇願を即刻退けてください。コルキス人が貴殿らに対しても決して忠実でありはしないとお考えになってのことです(というのも、友誼が破られたあり方が、その後に他者との間に結ばれるものの試金石となるからです)。

§2.15.19

εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστά, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ’ ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες ἣν περιστέλλειν ἀεὶ πάτριον Πέρσαις.

しかし、もし名目上はローマ人の友でありながら、事実上は忠実な奴隷に成り下がり、私たちを不当に支配してきた者たちから不敬な仕打ちを受けてきたのであるなら、かつての同盟者である私たちを迎え入れ、かつて友として遇していた者たちを臣僕として得ていただき、私たちに対して隣国においてこのように築き上げられた過酷な圧政を憎んでいただきたいのです。常に正義を尊ぶことはペルシア人の先祖伝来の道であり、それに相応しい振る舞いをしていただきたいのです。

§2.15.20

οὐ γὰρ ὁ μηδὲν αὐτὸς ἀδικῶν δίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ’ ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν.

というのも、自らは何ら不正を行わなくとも、他者から不正を受けている者たちを救う権能を有しながらそうしない者は、正義の人ではないからです。

§2.15.21

ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ’ ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες, αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρᾳ, τὸν ἐπιτάττοντα στρατηγὸν δεδιώς·

呪うべきローマ人たちが私たちに対して敢えて犯した数々の悪行のうち、いくつかを申し上げる価値があるでしょう。彼らは私たちの王に対して王権の外形のみを残し、実際の統治権を自ら奪い去ったため、王は命令を下す将軍を恐れ、従僕の身分に甘んじております。

§2.15.22

στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν ʽοὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν̓, ἀλλ’ ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται.

また、彼らは私たちの上に大軍を駐留させましたが、それは外敵から国土を防衛するためではなく(というのも、ローマ人を除いてはいかなる隣人も私たちを悩ましてはいないからです)、私たちを牢獄に閉じ込めるがごとく幽閉し、私たちの財産の支配者となるためでした。

§2.15.23

λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασιλεῦ, ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον· τῶν ἐπιτηδείων ἃ μὲν περιττὰ παρ’ ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζούς, ὅσα δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παρ’ ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι γνώμῃ τῶν κρατούντων ὁριζομένης.

そして、私たちの財産の収奪をより手っ取り早く実行しようと企てた彼らが、王よ、ご覧ください、いかなる悪巧みに至ったかを。彼らの手元で余剰となった必需品を、ラジカ人に対して不本意ながら買い取らせる一方で、ラジカの地が産出する彼らにとって最も有用な物資を、彼らは名目上は私たちから買い取ると主張していますが、その価格はどちらの場合も支配者の思惑によって定められているのです。

§2.15.25

οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος.

こうして彼らは、必要な品々とともに私たちのすべての金銭を奪い取っており、通商という体裁の良い名目を弄しながら、実質的には可能な限り私たちを圧迫しているのです。そして私たちの頭上には商人たる役人が君臨し、自らの権力を利用して、私たちの困窮を金儲けの手段へと仕立て上げたのです。

§2.15.26

ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ’ ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται δεχομένοις τὴν Λαζῶν δέησιν αὐτίκα ἐροῦμεν.

それゆえ、離反の理由はこのようなものであって、それ自体に正当性を備えております。一方、ラジカ人の願いを受け入れることが貴殿ら自身にとっていかに有益であるかを、今すぐ申し上げましょう。

§2.15.27

τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ’ αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι.

貴殿らはペルシアの支配域にきわめて古代からの王国を付け加えることになり、それによって貴殿らの支配の尊厳をより遠くまで拡張することになります。また、私たちの国土を通じて貴殿らもローマ人の海にあずかることが叶い、王よ、貴殿がその地で船を建造されれば、何らの苦もなくビザンティオンの宮殿へと到達できるようになるでしょう。その間には何の障害もないからです。

§2.15.28

προσθείη δ’ ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ’ ὑμῖν κείσεται.

さらに言えば、隣接する異民族たちが毎年ローマ人の地を略奪するかどうかも貴殿らの意のままとなるでしょう。

§2.15.29

ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε.

というのも、今日に至るまでラジカの地がカウカソス山脈に対する防壁となってきたことは、確かに貴殿らもご存じのはずだからです。

§2.15.30

ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι1 οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι.” τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον.

それゆえ、正義が導き、かつ利益も伴っている以上、この提案を受け入れないことはいかなる良策でもない、と私たちは考えます」と。使節たちはこれほどのことを述べた。

§2.15.31

Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη.

ホスローはこの言葉に喜び、ラジカ人を救援することを約したが、大軍を率いてコルキスの地へ進軍することが彼にとって可能であるかどうかを使節たちに尋ねた。

§2.15.32

πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην.

というのも、多くの者が伝えるところによれば、その地は軽装の兵にとっても甚だ通過が困難であり、並外れて険阻で、鬱蒼と生い茂る無数の樹木が遥か彼方まで連なっていると、以前に聞き及んでいたと述べたからである。

§2.15.33

οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις.2

しかし使節たちは、木々を切り倒し、険しい崖の難所へとそれらを投げ落として進むならば、全ペルシア軍にとってもそこを通る道は容易なものとなるだろうと言い張った。

§2.15.34

καὶ αὐτοὶ ὡμολόγουν τῆς τε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου τούτου Πέρσαις ἔσεσθαι πρόπονοι.

そして彼ら自身が道の案内人となり、ペルシア人たちのためにこの難業の先頭に立って働く者となることを請け合った。

§2.15.35

ταύτῃ ὁ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάν τε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκών, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ’ ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα· ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν.

この助言に促されたホスローは大軍を召集し、進攻の準備を整えたが、彼が機密を相談する慣わしとしていた者たちを除いてはペルシア人たちにもその企図を漏らさず、使節たちにも進行中の事柄を誰にも口外しないよう命じ、名目上はかの地の情勢を安定させるためと称してイベリアへと赴く装いをした。フン系の部族がその地のどこかでペルシアの支配域に襲来したと触れ回ったからである。

構文注2 件
  1. 2.15.30τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι

    否定的な帰結(οὐδεμιᾶς ἂν εὐβουλίας... εἶναι「いかなる良策でもない」)を受ける主語としての冠詞付き不定詞(τὸ ... προσέσθαι)に、二重否定 μὴ οὐχί が付加された構文。主節・帰結節が否定の意を含む場合、不定詞節の否定に μὴ οὐ または μὴ οὐχί が用いられる典型例。

  2. 2.15.33τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις

    二つの与格現在分詞(τέμνουσι と ἐμβαλλομένοις)は、先行する与格名詞句 παντὶ τῷ Περσῶν στρατῷ(全ペルシア軍)に一致しており、条件または手段(「もし彼らが木を伐採し、険しい崖の難所へ投げ込むならば/投げ込むことによって」)を表す分詞構文。主語の軍勢全体が自ら伐採作業を行う様態・条件を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.15.17-2.15.35