← プロコピオス

戦史

§1.3.1-1.3.11

エフタル人の習俗とペロゼスの遠征

ペルシア王ペロゼスが白フン族(エフタル人)に遠征するにあたり、エフタル人の特異な習俗や社会制度が語られ、欺瞞作戦によってペルシア軍が退路のない山間の隘路へと誘い込まれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.3.1

Χρόνῳ δὲ ὕστερον Περόζης ὁ Περσῶν βασιλεὺς πρὸς τὸ Οὔννων τῶν Ἐφθαλιτῶν ἔθνος, οὕσπερ λευκοὺς ὀνομάζουσι, πόλεμον περὶ γῆς ὁρίων διέφερε, λόγου τε ἄξιον στρατὸν ἀγείρας ἐπ’ αὐτοὺς ᾔει.

それから後の時代に、ペルシア人の王ペロゼスは、白き者たちと呼ばれるフン族の一支族であるエフタル人に対して国境をめぐる戦争を起こし、言及に値する軍勢を集めて彼らに向かって進軍した。

§1.3.2

Ἐφθαλῖται δὲ Οὐννικὸν μὲν ἔθνος εἰσί τε καὶ ὀνομάζονται, οὐ μέντοι ἀναμίγνυνται ἢ ἐπιχωριάζουσιν Οὔννων τισὶν ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ οὔτε χώραν αὐτοῖς ὅμορον ἔχουσιν οὔτε πη αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλὰ προσοικοῦσι μὲν Πέρσαις πρὸς βορρᾶν ἄνεμον, οὗ δὴ πόλις Γοργὼ ὄνομα πρὸς αὐταῖς που ταῖς Περσῶν ἐσχατιαῖς ἐστιν, ἐνταῦθα δὲ περὶ γῆς ὁρίων διαμάχεσθαι πρὸς ἀλλήλους εἰώθασιν.

エフタル人はフン族に属する部族であり、そう呼ばれてもいるが、我々の知るいかなるフン族とも交わらず、その地を行き来することもない。というのも、彼らに隣接する領土を持たず、彼らの近隣に定住しているわけでもなく、北風の吹く方角でペルシア人に隣接して住んでおり、そこではゴルゴという名の都市がまさにペルシアの辺境の境界にあり、そこで彼らは互いに国境をめぐって戦うのが常であるからである。

§1.3.3

οὐ γὰρ νομάδες εἰσὶν ὥσπερ τὰ ἄλλα Οὐννικὰ ἔθνη, ἀλλ’ ἐπὶ χώρας ἀγαθῆς τινος ἐκ παλαιοῦ ἵδρυνται.

彼らは他のフン族のように遊牧民ではなく、古くから肥沃な土地に定住している。

§1.3.4

ταῦτά τοι οὐδέ τινα ἐσβολὴν πεποίηνται πώποτε ἐς Ῥωμαίων τὴν γῆν ὅτι μὴ1 ξὺν τῷ Μήδων στρατῷ. μόνοι δὲ Οὔννων οὗτοι λευκοί τε τὰ σώματα καὶ οὐκ ἄμορφοι τὰς ὄψεις εἰσίν.

そのため、彼らはメディア人の軍勢と共にある場合を除いては、ローマ人の土地へ一度も侵入したことがない。そしてフン族の中で彼らだけが白い肌を持ち、顔立ちも見苦しくない。

§1.3.5

οὐ μὴν οὔτε τὴν δίαιταν ὁμοιότροπον αὐτοῖς ἔχουσιν οὔτε θηρίου βίον τινὰ ᾗπερ ἐκεῖνοι ζῶσιν, ἀλλὰ καὶ πρὸς βασιλέως ἑνὸς ἄρχονται καὶ πολιτείαν ἔννομον ἔχοντες ἀλλήλοις τε καὶ τοῖς πέλας ἀεὶ ὀρθῶς καὶ δικαίως ξυμβάλλουσι, Ῥωμαίων τε καὶ Περσῶν οὐδέν τι ἧσσον. οἱ μέντοι εὐδαίμονες αὑτοῖς φίλους ἑταιρίζονται ἄχρι ἐς εἴκοσιν, ἂν οὕτω τύχοι, ἢ τούτων πλείους, οἵπερ αὐτοῖς ξυμπόται μὲν ἐς ἀεὶ γίνονται, τῶν δὲ χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης.2

彼らは他のフン族と似たような生活様式を持たず、あちらの者たちのように野獣のような生を送ることもなく、一人の王によって統治され、法治的な秩序を有しており、互いに対しても隣人に対しても常に公正かつ正当に交際している。それはローマ人やペルシア人と比べても少しも劣るものではない。もっとも、富裕な者たちは二十人ほど、あるいは成り行きによってはそれ以上の友人を仲間として抱えており、彼らは生涯にわたり常に彼らの宴の同伴者となり、あらゆる財産を分かち合い、これらの財産に対して彼らには共通の利用権が与えられている。

§1.3.7

ἐπειδὰν δὲ τῷ αὐτοὺς ἑταιρισαμένῳ τελευτῆσαι ξυμβαίη, τούτους δὴ τοὺς ἄνδρας ζῶντας ξὺν αὐτῷ ἐς τὸν τάφον ἐσκομίζεσθαι νόμος.

そして、彼らを仲間に引き入れた者が世を去るようなことになったなら、これらの一団の男たちは彼とともに生きたまま墓に葬られるのが習わしである。

§1.3.8

Ἐπὶ τούτους τοὺς Ἐφθαλίτας τῷ Περόζῃ πορευομένῳ ξυμπαρῆν πρεσβευτής, ὃς δὴ ἔτυχε πρὸς βασιλέως Ζήνωνος παρ’ αὐτὸν ἐσταλμένος, Εὐσέβιος ὄνομα. Ἐφθαλῖται δὲ δόκησιν παρεχόμενοι τοῖς πολεμίοις ὅτι δὴ αὐτῶν κατωρρωδηκότες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηνται, ᾔεσαν δρόμῳ ἐς χῶρόν τινα ὅνπερ ὄρη ἀπότομα πανταχόθεν ἐκύκλουν, συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐς ἄγαν καλυπτόμενα δένδροις.

ペロゼスがこれらのエフタル人に向かって進軍した際、皇帝ゼノンから彼のもとへ偶然派遣されていたエウセビオスという名の使節が同行していた。エフタル人は敵に対して、自分たちがその進撃をひどく恐れて敗走し始めたかのような外見を繕いながら、険しい山々が四方から取り囲み、極めて密生して生い茂る木々に覆われたある場所へと走って退いていった。

§1.3.9

ἐντὸς δὲ τῶν ὀρῶν προϊόντι ὡς πορρωτάτω3 ὁδὸς μέν τις ἐφαίνετο ἐν μέσῳ εὐρεῖα ἐπὶ πλεῖστον διήκουσα, ἔξοδον δὲ τελευτῶσα οὐδαμῆ εἶχεν, ἀλλ’ ἐς αὐτὸν μάλιστα τὸν κύκλον τῶν ὀρῶν ἔληγε.

山々の内部へと極めて奥深くまで進んでいく者にとっては、中央に長く延びる幅の広い道が現れるのだが、その道は最後に至ってもどこにも出口を持たず、まさに山々の円環そのものへと行き止まっていた。

§1.3.10

Περόζης μὲν οὖν, δόλου παντὸς ἀφροντιστήσας οὐκ ἐννοῶν τε ὡς ἐν γῇ ἀλλοτρίᾳ πορεύοιτο, ἀνεπισκέπτως ἐδίωκε.

そこでペロゼスは、いかなる策略にも意を払わず、自らが異国の地を進んでいることを考慮することもなく、無分別に追撃した。

§1.3.11

τῶν δὲ Οὔννων ὀλίγοι μέν τινες ἔμπροσθεν ἔφευγον, οἱ δὲ πλεῖστοι ἐν ταῖς δυσχωρίαις διαλαθόντες κατὰ νώτου ἐγένοντο τοῦ τῶν πολεμίων στρατοῦ, οὔπω τε αὐτοῖς ἐβούλοντο ἔνδηλοι εἶναι, ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μηκέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν.4

フン族のわずかな者たちが前方を逃げ走っていたが、大部分の者たちは険しい難所のなかに身を潜めて敵軍の背後へと回り、まだ自らの姿を敵に現そうとはしなかった。これは、敵が罠の奥深くに進入し、山々の内部の極めて奥まで入ってしまい、もはや後ろへ引き返すことができなくなるようにするためであった。

構文注4 件
  1. 1.3.4ὅτι μὴ

    否定辞を含む文脈において「〜を除いて」「〜以外は」(πλήν または εἰ μή に相当)を意味する慣用表現。直前の否定辞 οὐδέ(一度も〜ない)を受けて「メディア人の軍勢と共にある場合を除いて」という例外規定を導く。

  2. 1.3.6τῶν χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης

    動詞 μετέχουσι は分有の対象として属格 τῶν χρημάτων... πάντων を取る。直後の κοινῆς τινος ἐξουσίας... οὔσης は独立属格句で、理由または付帯状況を表し、与格 αὐτοῖς は ἐξουσίας οὔσης とともに所有・付与を示す構文をなす。

  3. 1.3.9προϊόντι ὡς πορρωτάτω

    現在分詞の与格 προϊόντι は「判断・観察の与格(dativus iudicantis)」または「特定の地点へ進入する観察者の視点を示す与格」であり、「奥へ進んでいく者にとって/進んでいくと」という条件・視座を表す。主動詞 ἐφαίνετο に係る。

  4. 1.3.11ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μηκέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν

    接続詞 ὅπως が導く目的節で、接続法 ὦσιν(εἰμί の3人称複数接続法)を支配する。分詞句 τῆς ἐνέδρας πόρρω χωρήσαντες(罠の奥深くへと進み)と ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι(山々の内部の極めて奥に達して)が主語の副次的動作・状態を規定し、結びとして μηκέτι... οἷοί τε ὦσιν(もはや引き返すことができないように)へと収束する構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.3.1-1.3.11