- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.24.14-1.24.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユスティニアヌスは民衆を鎮撫するために不評な大臣二人を解任するが暴動は収まらず、宮殿を退出させられたアナスタシウスの甥ヒュパティオスが群衆によって不本意ながら新皇帝として推戴される。
χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος, ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν, ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληιζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος·
ともあれ彼は短期間で莫大な富を手に入れると、際限のない放蕩へと突進し、昼食の時までは臣民の財産を略奪し、残りの時間は泥酔と恥ずべき肉欲の行いに費やしていた。
κατέχειν δὲ ἑαυτὸν οὐδαμῆ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς τὸν ἔμετον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐς ἀεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. Ἰωάννης μὲν οὖν τοιοῦτός τις ἦν.
そして自らを抑えることが全くできず、嘔吐するまで食物を食らい、金銭を盗む準備には常に怠りがなかったが、それを散財し浪費することにはそれ以上に躊躇がなかった。ヨハネスとは実にこのような人物であった。
Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον.
一方トリボニアヌスは、天賦の才能に恵まれ、同時代のだれにも劣らず学問の頂点に達していたが、金銭への欲望に異常なまでに執心しており、利益のために常に正義を売り渡す男であって、法の大部分について日々あるものを廃止し、別のものを制定しては、必要とする者たちにその求めに応じてその双方を売りさばいていた。
Ἕως μὲν οὖν ὁ δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον· ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἔκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ’ ᾧ κτείνωσι.1 διὸ δὴ βασιλεὺς ἑταιρίζεσθαι τὸν δῆμον ἐθέλων ἄμφω τῆς ἀρχῆς ἐν τῷ παραυτίκα παρέλυσε.
民衆が色の名の下に互いに抗争を繰り広げていた間は、この者たちが国制に対して犯した過ちが問題にされることはなかった。しかし前述の通り、〔民衆が〕和解して反乱を起こすと、都市のいたるところで公然と彼らを侮辱し、殺害しようと探し回った。そのため皇帝は民衆を懐柔しようと欲し、直ちに双方をその官職から罷免した。
καὶ Φωκᾶν μέν, ἄνδρα πατρίκιον, ἔπαρχον τῆς αὐλῆς κατεστήσατο, ξυνετώτατόν τε καὶ τοῦ δικαίου ἐπιμελεῖσθαι ἱκανῶς πεφυκότα· Βασιλείδην δὲ τὴν τοῦ κοιαίστωρος ἀρχὴν ἔχειν ἐκέλευεν, ἔκ τε ἐπιεικείας γνώριμον ἐν πατρικίοις ὄντα καὶ ἄλλως δόκιμον.
そして貴族の家柄であるフォカスを、きわめて聡明であり正義を重んじる資質を十分に備えた人物として近衛長官に任命し、バシレイデスには、寛大さで貴族たちの間に知られ、かつ他の点でも評判の高い人物であったことから、クァエストルの任に就くよう命じた。
οὐδὲν μέντοι ἧσσον ἡ στάσις ἐπ’ αὐτοῖς ἤκμαζε. πέμπτῃ δὲ ἀπὸ τῆς στάσεως ἡμέρᾳ περὶ δείλην ὀψίαν Ἰουστινιανὸς βασιλεὺς Ὑπατίῳ τε καὶ Πομπηίῳ τοῖς Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῖς οἴκαδε ὡς τάχιστα ἐπέσκηπτεν ἰέναι, εἴτε τι νεώτερον πράσσεσθαι πρὸς αὐτῶν ἐς σῶμα τὸ οἰκεῖον ὑποτοπήσας εἴτε καὶ αὐτοὺς ἡ πεπρωμένη ἐς τοῦτο ἦγεν.
それにもかかわらず、反乱は彼らに対して猛威を振るい続けた。反乱から五日目の夕暮れ時、皇帝ユスティニアヌスは、かつて皇帝であったアナスタシウスの甥であるヒュパティオスとポンペイオスに対し、彼らによって〔皇帝〕自身の身に何か異変が企てられているのではないかと疑ったためか、あるいは運命が彼らをその方へと導いていたためか、一刻も早く家に帰るよう命じた。
οἱ δέ, ὅπερ ἐγένετο, δείσαντες μὴ σφᾶς ὁ δῆμος ἐς τὴν βασιλείαν βιάζοιτο, ἔφασαν οὐ δίκαια ποιήσειν εἰ σφῶν τὸν βασιλέα παρήσουσιν ἐς τοσόνδε κίνδυνον ἥκοντα.
しかし彼らは、実際にそうなったことであるが、民衆が自分たちを帝位に就かせようと強制するのではないかと恐れて、これほどの危険に直面している自分たちの皇帝を見捨てるようなことをすれば、正義にもとることになると語った。
ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον ἐς τὴν ὑποψίαν ἐνέπιπτε, καὶ αὐτοὺς αὐτίκα μάλα ἐκέλευεν ἀπαλλάσσεσθαι. οὕτω γοῦν οἴκαδε τὼ ἄνδρε τούτω ἐκομιζέσθην καί, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην.2
これを聞いた皇帝ユスティニアヌスはさらに疑惑を深め、直ちに退去するよう彼らに命じた。こうしてこの二人は帰宅し、夜の間はそこで静かに過ごしていた。
Τῇ δὲ ὑστεραίᾳ ἅμα ἡλίῳ ἀνίσχοντι ἔκπυστα ἐς τὸν δῆμον ἐγένετο ὡς ἀμφοτέρω ἀπηλλαγήτην τῆς ἐν παλατίῳ διατριβῆς. ἔτρεχον οὖν ἐπ’ αὐτοὺς ὁ λεὼς ἅπας, βασιλέα τε Ὑπάτιον ἀνηγόρευον, καὶ αὐτὸν ὡς παραληψόμενον τὰ πράγματα ἐς τὴν ἀγορὰν ἦγον.
翌日、日が昇ると同時に、二人が宮殿での滞在を解かれたことが民衆に知れ渡った。そこで民衆はこぞって彼らのもとへと走り、ヒュパティオスを皇帝と歓呼して、国政を掌握させようと広場へと連れ出した。
ἡ δὲ Ὑπατίου γυνὴ Μαρία, ξυνετή τε οὖσα καὶ δόξαν ἐπὶ σωφροσύνῃ μεγίστην ἔχουσα, εἴχετο μὲν τοῦ ἀνδρὸς καὶ οὐ μεθίει, ἐβόα δὲ ὀλολυγῇ τε χρωμένη καὶ τοῖς ἐπιτηδείοις ἅπασιν ἐγκελευομένη, ὡς αὐτὸν τὴν ἐπὶ θανάτῳ οἱ δῆμοι ἄγοιεν.
ヒュパティオスの妻マリアは、聡明であり貞淑さで名声の高かった女性であるが、夫にしがみついて離さず、民衆が彼を死へ導いているのだと叫び声を上げて号泣し、すべての親しい者たちに呼びかけた。
ὑπερβιαζομένου μέντοι τοῦ ὁμίλου, αὐτή τε οὐχ ἑκοῦσα μεθῆκε τὸν ἄνδρα καὶ αὐτὸν ὁ λεὼς οὔτι ἑκούσιον ἐς τὴν Κωνσταντίνου ἀγορὰν ἥκοντα ἐς τὴν βασιλείαν ἐκάλουν, καὶ (οὐ γὰρ ἦν αὐτοῖς οὔτε διάδημα οὔτε τι ἄλλο ὧν δὴ βασιλέα περιβάλλεσθαι νόμος) στρεπτόν τινα χρυσοῦν ἐπὶ τῇ κεφαλῇ θέμενοι βασιλέα Ῥωμαίων ἀνεῖπον.
しかし群衆が圧倒的な力で迫ったため、彼女も不本意ながら夫の手を離し、民衆はまったく不本意ながらコンスタンティヌスの広場へと来ていた彼に帝位に就くよう求め、(皇帝が身にまとう定めの王冠も他の何物も彼らには持ち合わせがなかったため)黄金の首飾りを頭に載せて、ローマ人の皇帝と宣言した。
ἤδη δὲ καὶ τῶν ἐκ βουλῆς ξυνιόντων, ὅσοι οὐκ ἀπολειφθέντες ἐτύγχανον ἐν τῇ βασιλέως αὐλῇ, πολλαὶ μὲν ἐλέγοντο γνῶμαι ὡς αὐτοῖς ἰτέον ἀγωνιουμένοις ἐς παλάτιον·
そして、皇帝の宮殿に取り残されなかった元老院議員たちも合流し、戦うために宮殿へと進軍すべきだという意見が多く出された。
Ὠριγένης δέ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδε “Τὰ μὲν παρόντα ἡμῖν, ὦ ἄνδρες Ῥωμαῖοι, πράγματα μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε.3 πόλεμος δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάντων ὡμολόγηται εἶναι.
そのとき元老院議員の一人オリゲネスが進み出て、次のように語った。「ローマの人々よ、我々の現在の事態が戦争によらずに決着することは不可能です。そして戦争と帝権こそは、人間の営みの中で最も重大な事柄であると誰もが認めているところであります。」
- 1.24.17ἐφ’ ᾧ κτείνωσι
前置詞句 ἐφ' ᾧ に接続法(κτείνωσι)が後続して目的節(「殺害するために」)を形成している。この構文は条件(「〜という条件で」)を表すこともあるが、文脈上、暴徒が大臣たちを捜索して回る「目的」を表す用法として解釈される。
- 1.24.21τὼ ἄνδρε τούτω ἐκομιζέσθην καί, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην
名詞句(τὼ ἄνδρε τούτω)および動詞(ἐκομιζέσθην, ἡσυχαζέτην)において両数形(デュアル)が一貫して用いられている。ヒュパティオスとポンペイオスの二人組を指示する古典的な擬古文体としての用法である。
- 1.24.26μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε
否定された不可能性表現 οὐχ οἷόν τε(「〜することは不可能である」)に従属して、二重否定 μὴ οὐχί と不定詞(διακριθῆναι)が用いられている構文。全体として「戦争によらずに決着することは不可能である(=戦争によって決着せざるを得ない)」という強い必然性を表す。
