- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.19.23-1.19.37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プロコピオスは紅海地域の船舶の独特な構造と鉄不足の理由を説明した後、エジプト国境におけるディオクレティアヌス帝の領土再編(ノバタイ族の移住・フィライ要塞と共同祭祀の創設)およびユスティニアヌス帝によるフィライの異教神殿破却を述べる。
Πλοῖα μέντοι ὅσα ἔν τε Ἰνδοῖς καὶ ἐν ταύτῃ τῇ θαλάσσῃ ἐστὶν οὐ τρόπῳ τῷ αὐτῷ ᾧπερ αἱ ἄλλαι νῆες πεποίηνται. οὐδὲ γὰρ πίσσῃ οὐδὲ ἄλλῳ ὁτῳοῦν χρίονται, οὐ μὴν οὐδὲ σιδήρῳ διαμπερὲς ἰόντι ἐς ἀλλήλας αἱ σανίδες ξυμπεπήγασιν, ἀλλὰ βρόχοις τισὶ ξυνδέδενται.
しかしながら、インド人たちの地やこの海にある船はすべて、他の船が造られるのと同じ方法で造られているのではない。というのも、それらは瀝青でも他のいかなるものでも塗られることがなく、さらには板と板とを貫く鉄によって結合されているのでもなく、ある種の索具で縛り合わされているからである。
αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ’ ἑαυτὰς ἕλκουσαι1 ʽτεκμήριον δέ· ταῖς γὰρ Ῥωμαίων ναυσὶν ἐξ Αἰλᾶ πλεούσαις ἐς θάλασσαν τήνδε, καίπερ σιδήρῳ πολλῷ ἡρμοσμέναις, οὔποτε τοιοῦτον ξυνηνέχθη παθεῖν̓, ἀλλ’ ὅτι οὔτε σίδηρον οὔτε ἄλλο τι τῶν ἐς ταῦτα ἐπιτηδείων Ἰνδοὶ ἢ Αἰθίοπες ἔχουσιν.
その原因は、世間一般の人々が思っているように、そこに鉄を自らのもとへ引き寄せるような岩が存在するからではなく(その証拠に、アイラからこの海へと船を進めるローマ人の船は、多量の鉄で組み立てられているにもかかわらず、そのような事態を被ったことは一度もない)、インド人やエチオピア人が鉄も、こうした目的に適した他のいかなるものも持っていないからである。
οὐ μὴν οὐδὲ πρὸς Ῥωμαίων ὠνεῖσθαι τούτων τι οἷοί τέ εἰσιν, νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον.2
さらに彼らは、これら資材のいずれをもローマ人から購入することはできない。法によって万人に対し明確に禁じられているからである。
θάνατος γὰρ τῷ ἁλόντι ἡ ζημία ἐστί. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἐρυθρᾷ καλουμένῃ θαλάσσῃ καὶ χώρᾳ ἣ αὐτῆς ἐφ’ ἑκάτερά ἐστι ταύτῃ πη ἔχει.
なぜなら、捕らえられた者に対する処罰は死刑だからである。いわゆる紅海と、その両岸にある土地をめぐる事情は、およそこのような具合である。
Ἐκ δὲ Αὐξώμιδος πόλεως ἐς τὰ ἐπ’ Αἰγύπτου ὅρια τῆς Ῥωμαίων ἀρχῆς, οὗ δὴ πόλις ἡ Ἐλεφαντίνη καλουμένη οἰκεῖται, τριάκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί.
アウクスーミスの町から、いわゆるエレファンティネの町が位置するエジプト側のローマ帝国の境界に至るまでは、身軽な男の足で三十日の道程である。
ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ ἵδρυται καὶ Βλέμυές τε καὶ Νοβάται, πολυανθρωπότατα γένη. ἀλλὰ Βλέμυες μὲν ταύτης δὴ τῆς χώρας ἐς τὰ μέσα ᾤκηνται, Νοβάται δὲ τὰ ἀμφὶ Νεῖλον ποταμὸν ἔχουσι. πρότερον δὲ οὐ ταῦτα ἐγεγόνει τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, ἀλλ’ ἐπέκεινα ὅσον ἑπτὰ ἑτέρων ἐπίπροσθεν ὁδὸν ἡμερῶν·
ここには他の多くの部族とともに、人口のきわめて多い部族であるブレミュエスならびにノバタイが定住している。しかしブレミュエスはこの土地の内陸部に住み着いており、ノバタイはナイル川の周辺を領有している。以前はこれらがローマ帝国の境界の最果てだったのではなく、さらに前方に別の七日の道程ほど先であった。
ἡνίκα δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς3 ἐνταῦθα γενόμενος κατενόησεν ὅτι δὴ τῶν μὲν ἐκείνῃ χωρίων ὁ φόρος λόγου ἄξιος ὡς ἥκιστα ἦν, ἐπεὶ στενὴν μάλιστα τὴν γῆν ἐνταῦθα ξυμβαίνει εἶναι ʽπέτραι γὰρ τοῦ Νείλου οὐ πολλῷ ἄποθεν ὑψηλαὶ λίαν ἀνέχουσαι τῆς χώρας τὰ λοιπὰ ἔχουσἰ, στρατιωτῶν δὲ πάμπολύ τι πλῆθος ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυτο, ὧνπερ ταῖς δαπάναις ὑπερφυῶς ἄχθεσθαι συνέβαινε τὸ δημόσιον, ἅμα δὲ καὶ Νοβάται ἀμφὶ πόλιν Ὄασιν ᾠκημένοι τὰ πρότερα ἦγόν τε καὶ ἔφερον ἅπαντα ἐς ἀεὶ τὰ ἐκείνῃ χωρία, τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν ἀναστῆναι μὲν ἐξ ἠθῶν τῶν σφετέρων, ἀμφὶ ποταμὸν δὲ Νεῖλον ἱδρύσασθαι, δωρήσασθαι αὐτοὺς ὁμολογήσας πόλεσί τε μεγάλαις καὶ χώρᾳ πολλῇ τε καὶ διαφερόντως ἀμείνονι ἧσπερ τὰ πρότερα ᾤκηντο.
しかしローマ皇帝ディオクレティアヌスがこの地にやって来て、かの地の領土から得られる租税はまったく取るに足らないものであり(この地の土地はきわめて狭小であるためである。ナイル川からさほど遠くないところに非常に高い岩壁がそびえ立ち、この土地の残りの部分を占めているからである)、しかも兵士たちの甚だ多くの軍勢が古くからここに駐屯しており、その出費によって国庫が過大に圧迫されていたこと、同時にオアシスの町の周辺に以前は住んでいたノバタイが、かの地の領域の全体を絶えず略奪し荒らしまわっていたことを認めたとき、彼はこれら蛮族を説得して自らの故郷から立ち退かせ、ナイル川の周辺に定住させ、大きな町々と、彼らが以前に住んでいた土地よりもはるかに良好で広大な土地を彼らに与えると約束した。
οὕτω γὰρ ᾤετο αὐτούς τε οὐκέτι τά γε ἀμφὶ τὴν Ὄασιν ἐνοχλήσειν χωρία καὶ γῆς τῆς σφίσι διδομένης μεταποιουμένους, ἅτε οἰκείας οὔσης, ἀποκρούσεσθαι Βλέμυάς τε, ὡς τὸ εἰκός, καὶ βαρβάρους τοὺς ἄλλους.
というのも、こうすることによって彼らがもはやオアシスの周辺の地を煩わすことはなくなり、また自分たちに与えられた土地を自らのものとして主張することで、当然のことながらブレミュエスや他の蛮族を撃退するであろうと考えたからである。
ἐπεί τε τοὺς Νοβάτας ταῦτα ἤρεσκε, τήν τε μετανάστασιν αὐτίκα δὴ μάλα πεποίηντο ᾗπερ ὁ Διοκλητιανὸς σφίσιν ἐπέστελλε, καὶ Ῥωμαίων τάς τε πόλεις καὶ χώραν ξύμπασαν ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ ἐξ Ἐλεφαντίνης πόλεως ἔσχον.
そしてノバタイはこの提案を喜んだので、ディオクレティアヌスが彼らに命じたとおりに即座に移住を行い、エレファンティネの町から始まる川の両岸にあるローマ人の町々と領土のすべてを領有した。
τότε δὴ ὁ βασιλεὺς οὗτος αὐτοῖς τε καὶ Βλέμυσιν ἔταξε δίδοσθαι ἀνὰ πᾶν ἔτος ῥητόν τι χρυσίον ἐφ’ ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται.4
その時まさにこの皇帝は、彼らならびにブレミュエスに対し、もはやローマ人の土地を略奪しないという条件のもとで、毎年一定の金銭を与えるよう定めた。
ὅπερ καὶ ἐς ἐμὲ κομιζόμενοι οὐδέν τι ἧσσον καταθέουσι τὰ ἐκείνῃ χωρία. οὕτως ἄρα βαρβάρους ἅπαντας οὐδεμία μηχανὴ διασώσασθαι τὴν ἐς Ῥωμαίους πίστιν ὅτι μὴ δέει τῶν ἀμυνομένων στρατιωτῶν.
彼らは私の時代に至るまでもこれを受け取りながら、かの地の領域を劣らず侵略している。このように、すべての蛮族に対しては、防戦する兵士たちへの恐怖を除いては、ローマ人に対する信義を保たせる手立ては決して存在しないのである。
καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν ὁ βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος.5
もっとも、この皇帝はエレファンティネの町にきわめて近いナイル川中のある島を見出し、そこにきわめて堅固な要塞を築いた上で、ローマ人とこれら蛮族のために共有の神殿や祭壇をそこに設け、神聖な儀式を分かち合うことによって彼らの友好が堅固なものになると考えて、双方の祭司たちをこの要塞に定住させた。
διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς οὕσπερ Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον.
それゆえに彼はその地をフィライと名付けた。これら両部族、すなわちブレミュエスとノバタイは、ギリシア人が認める他のすべての神々を信奉し、とりわけイシスとオシリスを崇拝し、さらにプリアポスをも大いに崇めている。
οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν ἔγνω.
しかしながらブレミュエスは太陽に人間を生贄として捧げる習慣をも持っている。フィライにあるこれら神殿を、これら蛮族は私の時代に至るまで保持していたが、ユスティニアヌス皇帝はこれらを破壊することを決定した。
Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
そこで、かつてローマ人へと投降した者として私が以前に言及した、ペルサルメニア出身のナルセスがかの地の兵士たちを指揮し、皇帝の命令を受けて神殿を破壊し、祭司たちを投獄し、神像をビザンティオンへと送った。さて、私は前の話に戻ることにする。
- 1.19.24αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ’ ἑαυτὰς ἕλκουσαι
αἴτιον に述語動詞 ἐστί が省略され、主格分詞句 πέτραι... οὖσαι καὶ... ἕλκουσαι が名詞節に準ずる形で「その原因は〜という岩が存在することではない」と理由(磁石の俗説)の内容を示している。後続の ἀλλ’ ὅτι...(〜ではなく…だからである)と対をなす。
- 1.19.25νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον
非人称動詞の完了受動分詞 ἀπειρημένον による絶対対格構文。「法によって(様態・手段の与格 νόμῳ)すべての人に対して(利害の与格 ἅπασι)明確に禁じられているため」という理由を表す独立節として機能している。
- 1.19.29ἡνίκα δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς
長大な複文の骨格。ἡνίκα... κατενόησεν ὅτι...(ディオクレティアヌスが…を認めたとき)の従属節内に3つの理由(1. 租税が僅少、2. 駐屯軍の経費負担、3. ノバタイ族の略奪)が列挙された後、主節は τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν...(これら蛮族を説得した)へと再開する語順の長大な離隔構造を持つ。
- 1.19.32ἐφ’ ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται
ἐφ’ ᾧ +接続法(または未来直説法)で条件・約定(「〜するという条件で」)を表す構文。否定辞には οὐ ではなく μή (μηκέτι) が用いられる。
- 1.19.34ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος
οἰόμενος(〜と考え)にかかる間接話法で、主語は τὴν φιλίαν、述語は ἐν τῷ βεβαίῳ(「堅固な状態に」)。後続の冠詞付き不定詞の与格 τῷ μετέχειν... は手段・原因(「聖儀を分かち合うことによって」)を表す。
