← プロコピオス

戦史

§1.18.31-1.18.43

ローマ軍右翼の崩壊とベリサリウスの踏みとどまり

両軍の射撃戦から始まった戦闘は、ペルシア精鋭部隊の突入によってローマ軍右翼のサラケノイ人が敗走し、ローマ軍騎兵が背後を衝かれて崩壊する事態へと至る。アスカンらの奮戦と新兵らの総崩れを経て、ベリサリウスは馬を降りて残余の歩兵とともに防戦に努める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.18.31

ἦν δὲ ἡ μάχη καρτερὰ μάλιστα. τά τε γὰρ τοξεύματα ἑκατέρωθεν συχνὰ ἐπὶ πλεῖστον βαλλόμενα φόνον ἀμφοτέρων πολὺν ἐποίει, καί τινες ἐν μεταιχμίῳ γινόμενοι ἔργα ἐς ἀλλήλους ἐπεδείκνυντο ἀρετῆς ἄξια, μᾶλλον δὲ Πέρσαι ἐκ τῶν τοξευμάτων πολλοὶ ἔθνησκον.

戦いは極めて激しいものであった。双方から放たれる矢は夥しく、絶え間なく飛び交って両軍に多くの死傷者を出し、両軍の間に進み出た者たちの中には互いに武勇に値する働きを示す者もいたが、矢による死者はペルシア側のほうが多かった。

§1.18.32

τὰ μὲν γὰρ αὐτῶν βέλη συχνότερα μὲν ἀτεχνῶς ἦν, ἐπεὶ Πέρσαι τοξόται τε σχεδόν τί εἰσιν ἅπαντες καὶ πολὺ θᾶσσον ἢ οἱ ἄλλοι ξύμπαντες ἄνθρωποι ποιεῖσθαι τὰς βολὰς ἐκδιδάσκονται, ἐκ δὲ τόξων μαλθακῶν τε καὶ οὐ λίαν ἐντεταμένων βαλλόμενα θώρακι ἴσως ἢ κράνει ἢ καὶ ἀσπίδι ἐντυχόντα Ῥωμαίου ἀνδρὸς ἀπεκαυλίζετό τε καὶ λυπεῖν τὸν προσπίπτοντα οὐδαμῆ εἶχε.

というのも、彼らの矢は確かに極めて頻繁に放たれ、ペルシア人はほぼ全員が射手であって他のすべての人間よりも遥かに素早く射るよう訓練されていたが、柔らかくあまり強く張られていない弓から放たれるため、ローマ兵の胸甲や兜、あるいは盾に当たると矢柄が折れ、突進する者に危害を加えることが決してできなかったからである。

§1.18.34

Ῥωμαίων δὲ τὰ τοξεύματα βραδύτερα μὲν ἐς ἀεί ἐστιν, ἅτε δὲ ἐκ τόξων σκληρῶν τε ὑπεράγαν καὶ δεινῶς ἐντεταμένων βαλλόμενα, προσθείη δὲ ἄν τις καὶ πρὸς ἀνδρῶν ἰσχυροτέρων, πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι οἷς ἂν ἐντύχοιεν εὐπετῶς σίνονται,1 ὅπλου οὐδενὸς ἐμποδὼν αὐτῶν γινομένου τῇ ῥύμῃ.

これに対してローマ軍の矢は常に発射こそ遅いものの、極めて硬く強く張られた弓から放たれるため――より力強い男たちによって放たれることも付け加えてよいかもしれないが――、ペルシア兵よりも遥かに強く、当たるものをいとも容易く傷つけ、いかなる防具もその勢いを阻むことができなかった。

§1.18.35

ἤδη μὲν οὖν τῆς ἡμέρας αἱ δύο παρῳχήκεσαν μοῖραι, καὶ ἡ μάχη ἔτι ἀγχώμαλος ἦν. τότε δὲ ξυμφρονήσαντες ὅσοι δὴ ἄριστοι ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ἐσήλαυνον ἐς τῶν πολεμίων τὸ δεξιὸν κέρας, οὗ δὴ Ἀρέθας τε καὶ οἱ Σαρακηνοὶ ἐτετάχατο.

すでに一日の三分の二が過ぎ去り、戦局は依然として互角であった。その時、ペルシア軍中の最精鋭たちが申し合わせ、敵の右翼、すなわちアレタスとサラケノイ人が配置されていた場所へと突入した。

§1.18.36

οἱ δὲ οὕτω τὴν φάλαγγα διαλύσαντες δίχα ἐγένοντο, ὥστε καὶ δόξαν ἀπήνεγκαν ὅτι δὴ Πέρσαις τὰ Ῥωμαίων πράγματα προὔδοσαν. τοὺς γὰρ ἐπιόντας οὐχ ὑποστάντες αὐτίκα ἐς φυγὴν ἅπαντες ὥρμηντο.

すると彼らは陣形を崩して四散し、ペルシア軍にローマ側の情勢を裏切ったという評判すら受けるほどであった。というのも、彼らは突進してくる敵を持ち堪えることなく、直ちに全員が逃走へと向かったからである。

§1.18.37

οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν, κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ’ οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο.2

こうして敵の戦列を突破したペルシア兵は、直ちにローマ騎兵の背後へと回り込んだ。ローマ兵はすでに行軍と戦闘の労苦によって疲弊し、その日のこの時まで全員が断食しており、さらに敵から両側から圧迫されたため、もはや耐え切れず、大部分の者は全力で逃走してすぐ近くにある川の島々へと向かったが、その場に踏みとどまって敵に対して驚嘆すべき称賛に値する武勲を立てた者たちもいた。

§1.18.38

ἐν τοῖς καὶ Ἀσκὰν ἦν, ὃς δὴ πολλοὺς μὲν κτείνας τῶν ἐν Πέρσαις δοκίμων, κρεουργηθεὶς δὲ κατὰ βραχὺ μόλις ἔπεσε, λόγον αὑτοῦ πολὺν τοῖς πολεμίοις ἀπολιπών. καὶ ξὺν αὐτῷ ἄλλοι ὀκτακόσιοι ἄνδρες ἀγαθοὶ γενόμενοι ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, οἵ τε Ἴσαυροι ξὺν τοῖς ἄρχουσι σχεδὸν ἅπαντες, οὐδὲ ὅπλα ἀνταίρειν τοῖς πολεμίοις τολμήσαντες.

その中にはアスカンもおり、彼はペルシア軍の名ある者たちを多く討ち取ったものの、ずたずたに切り刻まれてかろうじて倒れ、敵の間に自らの大いなる名声を残した。そして彼とともに他の八百名の勇敢な男たちがこの戦いの中で奮戦して倒れ、イサウリア人も指揮官たちとともにほぼ全員が戦死したが、彼らは敵に向かって武器を構えることすらあえてしなかった。

§1.18.39

ἀπειρίᾳ γὰρ τοῦ ἔργου τούτου πολλῇ εἴχοντο, ἐπεὶ ἄρτι τῆς γεωργίας ἀφέμενοι ἐς κίνδυνον πολέμου κατέστησαν, ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καίτοι μάλιστα πάντων αὐτοὶ ἔναγχος ἐς τὴν μάχην ἀγνοίᾳ πολέμου ὀργῶντες Βελισαρίῳ τότε τὴν δειλίαν ὠνείδιζον. οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν.3

彼らはこの軍務に対して甚だしい不慣れを抱えており、つい最近農業を離れて戦争の危険へと身を投じたばかりであって、彼らにとってそれは以前は全く未知のものであったからである。もっとも、戦争の無知ゆえに戦いへの熱望に駆られて、つい先日ベリサリウスに対して臆病であるとなじったのは、誰よりも彼ら自身であった。もっとも、彼ら全員がイサウリア人であったわけではなく、大部分はリュカオニア人であった。

§1.18.41

Βελισάριος δὲ ξὺν ὀλίγοις τισὶν ἐνταῦθα μείνας, τέως μὲν τοὺς ἀμφὶ τὸν Ἀσκὰν ἀντέχοντας ἑώρα, καὶ αὐτὸς ξὺν τοῖς παροῦσι τοὺς πολεμίους ἠμύνατο·

ベリサリウスはわずかな者たちとともにその場に留まり、アスカンの一隊が持ち堪えているのを見ている間は、自らも居合わせた者たちとともに敵を防戦していた。

§1.18.42

ἐπεὶ δὲ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ὅπη ἐδύναντο ἐς φυγὴν ὥρμηντο, τότε δὴ καὶ αὐτὸς ξὺν τοῖς ἑπομένοις φυγὼν ἐς τῶν πεζῶν τὴν φάλαγγα ἦλθεν, οἳ ξὺν τῷ Πέτρῳ ἔτι ἐμάχοντο, οὐ πολλοὶ ὄντες, ἐπεὶ καὶ αὐτῶν ἔτυχον φυγόντες οἱ πλεῖστοι.

しかし彼らのうち、ある者は倒れ、ある者は逃げうる先へと逃走してしまったため、その時彼自身も従う者たちとともに退却し、ペトルスとともに依然として戦っていた歩兵の戦列へと合流した。彼らも大部分が逃亡してしまっていたため、残っていたのは少数であった。

§1.18.43

ἔνθα δὴ αὐτός τε τὸν ἵππον ἀφῆκε καὶ πάντας αὐτὸ δρᾶν τοὺς ἑπομένους ἐκέλευε, πεζούς τε ξὺν τοῖς ἄλλοις τοὺς ἐπιόντας ἀμύνασθαι.

そこでベリサリウス自身も馬を降り、従う者全員に同じことをし、他の者たちとともに徒歩で押し寄せる敵を防ぐよう命じた。

構文注3 件
  1. 1.18.34πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι οἷς ἂν ἐντύχοιεν εὐπετῶς σίνονται

    主動詞 σίνονται の主語は前出の中性複数名詞 τὰ τοξεύματα であり、古典期アッティカ方言の中性複数主語+単数動詞の規則から外れ、後代ギリシア語で頻繁に見られる中性複数主語+複数動詞の構文をとっている。関係代名詞 οἷς の先行詞(σίνονται の対格目的語)は省略されており、οἷς 自体は関係節内の動詞 ἐντύχοιεν(ἄν を伴う希求法)が支配する与格をとっている。文脈上、ローマ軍の矢の殺傷力がペルシア軍のそれを遥かに凌駕する対比関係を表す。

  2. 1.18.37ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο

    動詞 ἐργάζομαι が二重対格をとる構文。人(被影響者)を表す外的対格 τοὺς πολεμίους と、行為の内容を表す内的(同族)対格 ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια が併置され、「敵に対して称賛に値する驚嘆すべき働きをなした」の意味を成す。

  3. 1.18.40οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν

    小辞句 οὐ μὴν οὐδέ(〜というわけでも決してない)の節において動詞(ἦσαν)が省略されている。直後の ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν の動詞 ἦσαν から補完され、「彼ら全員がイサウリア人であったわけではなく、大部分はリュカオニア人であった」と解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.18.31-1.18.43