- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.14.17-1.14.35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ミッラネスとベリサリウス双方が兵士たちを演説で激励したのち、両軍は布陣し、ファラスのヘルール族による奇襲策が承認される。午後に入ってペルシア軍から戦闘が開始され、激しい弓矢の応酬となる。
διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τετύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν δέ γε ἡ μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, ὡς τὸ εἰκός, καταστήσουσι.
したがって彼らは、まだ戦争の危機に直面していなかったがゆえに、混乱に陥ることもなかったのである。しかし、もし白兵戦となれば、恐怖と不慣れが彼らを捉え、当然のことながらいつもの無秩序へと陥れるであろう。
τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν· ὑμᾶς δέ, ὦ ἄνδρες Πέρσαι, τοῦ βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω.
敵の状況は以上の通りである。ペルシアの戦士諸君、諸君の心には諸王の王の裁きを刻み込むがよい。
ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκ εὐκλεὴς περιστήσεται.” οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες παρεκελεύσαντο ὧδε, “Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν1 ἐπίστασθε δή που, μάχῃ τῇ προτέρᾳ σταθμώμενοι· ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν, μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι,2 οὐδεὶς ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο·
もし現下の戦いにおいてペルシア人の武勇にふさわしく雄々しく戦わぬならば、名誉ならざる懲罰が諸君を取り囲むことになるであろう」。ミッラネスはこのように激励し、軍勢を率いて敵へと向かった。 一方、ベリサリウスとヘルモゲネスは城壁の前にすべてのローマ人を集め、次のように激励した。「ペルシア人が決して不敗の軍勢ではなく、死を免れうる存在でもないことは、前回の戦いから推し量って諸君もよく知っているはずである。また、諸君が勇気と身体の強壮さにおいて彼らに勝りながら、ただ指揮官に従順でないという点だけで敗北を喫していることも、誰も否定できまい。この欠点は、諸君にとって何の苦もなく正すことができるものである。なぜなら、運命の逆境はいかに熱意を尽くしても直しようがないが、自らの過ちに対しては、人間の思慮が容易に医者となりうるからである。
ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν,3 αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ θαρσοῦντες ἐφ’ ἡμᾶς ἥκουσι.
それゆえ、もし諸君が下される命令に進んで従おうとするならば、たちまちにして戦争の勝利を自らの頭上に戴くことになるであろう。敵はほかならぬ我らの無秩序を頼みとして攻め寄せてきているのだから。
σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μάλιστα δεδίττονται, ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ’ ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν.
そして今回もまたそのような期待を挫かれ、前回の戦闘と同様に退散するであろう。また敵の数の多さも、それをもって彼らは我らをことさらに怯えさせているが、諸君が侮るに足るものである。なぜなら歩兵のすべては惨めな農民の群れにすぎず、彼らが陣列に加わるのは、城壁を掘り崩し、死者の身ぐるみを剥ぎ、その他兵士たちに下働きをする以外の目的のためではないからである。
διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται.
それゆえ彼らは敵を悩ますような武器などまったく持たず、ただ自らが敵から射すくめられるのを極力防ぐためだけに、それほど巨大な長盾を身の前に掲げているのである。
οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.”
されば、この危機において勇士となり、目下ペルシア人に勝利するのみならず、彼らが二度とローマ人の国土へ侵攻することのないよう、その無分別に懲罰を加えるがよい」。
Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν.
ベリサリウスとヘルモゲネスはこのように訓戒を与え、ペルシア軍が行軍して向かって来るのを見ると、以前と同様の陣形をもって迅速に兵士たちを配置した。
καὶ οἱ βάρβαροι παρ’ αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν.
野蛮人たちも彼らのもとに接近し、正面を向いて対陣した。しかしミッラネスはペルシア軍全員を敵に対峙させたのではなく、半数を配備し、残りの半分は後方に留まらせた。
οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς ἅπαντες μάχωνται.
彼らは戦闘中の者たちと交代し、疲労していない状態で敵を攻撃し、常に全員が交代で戦えるようになっていたのである。
μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν.
ただし、いわゆる「不死隊」の部隊だけには、自らが合図するまで静かに待機するよう命じた。
αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο.4 Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει παραστὰς εἶπεν, “Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα·5 ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτούς, ὡς τὸ εἰκός, δράσομεν.” ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει.
彼自身は正面の中央に陣取り、右翼の部隊にはピテュアクシーズを、左翼の部隊にはバレスマナスを指揮官として配置した。このようにして双方は陣形を整えた。 そのときファラスがベリサリウスとヘルモゲネスのそばに歩み寄り、次のように進言した。「私はヘルール族とともにここに留まっていても、敵に対して何ら大きな働きはなしえないと思われます。しかし、もしこの下り坂の陰に隠れ、ペルシア人が戦闘に没頭した折に、この丘を通って奇襲的に背後へと登り詰め、後ろから矢を射ちかけるならば、当然のことながら敵に取り返しのつかない打撃を与えることができるでしょう」。ファラスはこのように述べ、ベリサリウスの一行がこれを良しとしたため、その通りに実行した。
Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα ἡ μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται.
真昼に至るまで、どちらの側も戦端を開こうとはしなかった。しかし正午が過ぎ去るや否や、野蛮人たちは戦闘に取りかかった。彼らがこの時刻まで会戦を延期したのは、自らは遅い夕刻にのみ食事を取る習慣があるのに対し、ローマ人は正午前に食事を取るため、彼ら〔ローマ人〕が飢えている時に攻撃を仕掛ければ、とても同様には持ちこたえられないと考えたからであった。
τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο.
こうして初めは双方が互いに弓矢を用い、矢はその夥しさゆえに広い範囲で霧のようなものを生じさせ、双方から多くの者が倒れたが、野蛮人たちの放つ矢のほうがはるかに稠密に飛来していた。
- 1.14.21κρείσσους ἢ θνήσκειν
比較級 κρείσσους(κρείσσονες の縮約形)に ἢ と不定詞 θνήσκειν が後続する構文で、「死ぬにはあまりに優れている」「死ぬことを超越している(死を免れうる)」の意。比較級+ἤ+不定詞は、基準の度合いを超越して結果が成立しないことを表す慣用表現。
- 1.14.21μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι
冠詞付き不定詞句 τῷ... εἶναι が関係の与格(または原因の与格)として主動詞 ἡττᾶσθε に係る。不定詞 εἶναι の述語形容詞として主格の比較級 ἀπειθέστεροι が置かれ(主語「諸君」との呼応)、さらに τοῖς ἄρχουσιν は形容詞 ἀπειθής に要求される与格補語である。
- 1.14.23ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν
人称代名詞与格 ὑμῖν と現在分詞与格 βουλομένοις に三人称単数 ᾖ が結びつく慣用表現(いわゆる「意向の与格」あるいは述語的分詞を伴う所有の与格)で、「もし諸君が望むのであれば」を意味する。不定詞 κατακούειν は βουλομένοις に係り、属格 τῶν παραγγελλομένων を目的語として取る。
- 1.14.32οὕτω μὲν ἀμφότεροι ἐτετάχατο
動詞 ἐτετάχατο は τάττω の直説法過去完了中・受動態三人称複数形。子音語幹動詞において三人称複数の語尾 -ντο の代わりにイオニア方言・散文古典擬古文に特徴的な -ατο が用いられている。
- 1.14.33Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα
δοκῶ+不定詞 ἐργάσασθαι の主格不定詞構文(「私は〜すると思わない」)。否定詞 οὐδέν は不定詞の目的語 μέγα と呼応して全体を否定し、「いかなる大いなることも成し遂げない」の意。ἐργάζομαι は二重対格(害や益などを表す対格 μέγα と対象を表す対格 τοὺς πολεμίους)を支配している。
