- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:62.9-63.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
能動について、制作的技術と実践的技術の区別、非理性的なものや無魂の物体における活動、各範疇における展開、および完了の限界(時間性)を論じた後、受動についての考察に入り、受動が能動と対立せず不可分であることや、質料としての受動性を論じる。
ὧν γάρ, φασί, καὶ μετὰ τὴν ποίησιν τὰ ἀποτελέσματα μένει, ποιητικαί εἰσιν,1 οἷον τεκτονική, οἰκοδομική· ὧν δὲ τὰ ἐνεργήματα ἐν τῷ γίνεσθαι μόνον τὸ εἶναι ἔχει, πρακτικαί, ὡς αὐλητική τε καὶ ὀρχηστική. τὸ δὲ ἐν τοῖς ἀλόγοις ποιεῖν, ὃ καὶ ἄνευ διανοίας Ἀρχύτας ἀποκαλεῖ, κατὰ τὰ διάφορα τῶν ζώων εἴδη διαιρεθήσεται· ὅσα γὰρ ἐν ἐκείνοις καὶ ὁποῖα, τοσαῦται καὶ τοῦ ποιεῖν τούτοις διαφοραί, ἃς ἐν ταῖς τῶν ζώων ἱστορίαις διαριθμεῖσθαι εἰώθαμεν. ἔσχατον δὲ τοῦ ποιεῖν γένος καὶ τελευταῖαι ἐνέργειαι τὸ ἐν ἀναισθήτοις καὶ ἀψύχοις· τοῦτο γὰρ ψυχῆς μὲν καὶ φύσεως καὶ λόγων καὶ ζωῆς οὐκέτι ἐπιδείκνυσι ποίησιν, τῶν δὲ σωμάτων, ᾗ σώματά εἰσιν ἄψυχα, φανερὰν καθίστησι τὴν σωματοειδῆ ἐνέργειαν, κατὰ πάσας μὲν τὰς περὶ τὸ σῶμα φαινομένας ἰδιότητας, κατὰ πάσας δὲ αὐτῶν τὰς δυνάμεις, οὐχ ᾗ μόνον στερεά ἐστι καὶ ἀντίτυπα, ἀλλ’ ᾗ καὶ περὶ αὑτὰ δραστηρίους πολλὰς ἔχει δυνάμεις. αἵ τε γὰρ ἔμφυτοι τῶν στοιχείων ἐνέργειαι καὶ αἱ τῆς ῥοπῆς κινήσεις αἵ τε πληκτικαὶ κατὰ τὴν ὦσιν γινόμεναι ἔσχαταί τε ὑπάρχουσιν καὶ ἐν τοῖς συνθέτοις θεωροῦνται· συμμιγεῖσαι δ’ ἐν τούτοις τῶν ἐναντίων αἱ φύσεις οὔτε τὸ δραστικὸν οὔτε τὸ παθητικὸν εἰλικρινὲς ἔχουσιν, ἀντιδρῶσι δὲ παντοίως ἀλλήλας καὶ ἀντιπάσχουσιν.2 ἔτι τῶν ποιήσεων αἱ μέν εἰσι πρὸς ἕτερον τὸ πάσχον ἀντιτιθέμεναι, ὡς τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον, αἱ δὲ ἁπλαῖ καὶ ἀπόλυτοι, ὥσπερ τὸ λέγειν καὶ τρέχειν. ἐπεὶ δὲ καὶ τῶν ποιούντων τὰ μὲν ἦν γεννητικὰ τὰ δὲ εἰδοποιὰ τὰ δὲ τελεσιουργά, καὶ τούτων τὰ μὲν ἑνωτικὰ τὰ δὲ διακριτικὰ τὰ δὲ ἄλλην τινὰ ἐν τοῖς οὖσιν ἔχοντα ποίησιν, καὶ τὰ μὲν πεπερασμένα καὶ ἔγχρονα, ὡς τὰ ἐπὶ τῶν τεχνῶν, τὰ δὲ ἄπειρα καὶ ἀίδια ὡς ἐπὶ τῶν θείων καὶ τῶν οὐρανίων, εἴπερ ὁ κόσμος ἀίδιος, διήκει διὰ τούτων ὅλων τὸ ποιεῖν καὶ ἡ περὶ αὐτοῦ θεωρία. ἀλλὰ καὶ εἰ τῷ εἶναί τινα ἀπεργάζοιτο, ὥσπερ ὁ ἥλιος τῷ εἶναι φωτίζει, καὶ εἰ τῷ νοεῖν ποιεῖ ὥσπερ ὁ δημιουργὸς νοῦς, ἔσται καὶ κατὰ πάντων τούτων τὸ ποιεῖν κυρίως λεγόμενον. ὅσα δὲ καὶ ἐν αὑτοῖς ἐνεργεῖ μηδενὸς ἑτέρου προσδεόμενα, καὶ τὰ εἰς ἕτερον ἐνεργοῦντα καὶ τὰ εἰς ἑαυτά τε ὁμοῦ καὶ εἰς ἕτερον, καὶ τὰ προηγουμένως μὲν εἰς ἑαυτά, ἔχοντα δὲ κατὰ δεύτερον λόγον καὶ τὴν πρὸς ἄλληλα ἐνέργειαν, καὶ ταῦτα ἄν ἐν τῷ ποιεῖν περιέχοιτο. ἀλλὰ δὴ καὶ περὶ πάντα τὰ εἴδη τῶν κατηγοριῶν κατὰ τὴν παροῦσαν διαίρεσιν διατέτακται τὸ ποιεῖν· κατὰ μὲν οὐσίαν τὸ εἰς οὐσίαν ἄγειν τὸ γινόμενον, κατὰ δὲ τὴν ποιότητα τὸ εἰς ποιότητα ἄγειν τὸ ἀλλοιούμενον, κατὰ δὲ τὸ ποσὸν ἐν τῷ μεγεθύνειν, καὶ ἐπὶ τῶν ἄλλων δὲ γενῶν ὡσαύτως. πότερον δὲ ἐν τῷ ἐσχάτῳ χρόνῳ περιγράφεται τὸ ποιεῖν καὶ μεταβάλλει εἰς τὸ πεποιηκέναι, ἢ ἐν τῷ μετὰ τὸν ἔσχατον πρώτῳ; τὸ γὰρ ἔσχατον τοῦ ποιεῖν ἔτι ἐν τῷ ποιεῖν ἐστι. τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ ἐσταδιευκότος καὶ ἰατρευκότος καὶ τεθνηκότος ἐπαπορεῖν ἔχομεν. μήποτε δὲ τὸ πέρας τοῦ ποιεῖν ἐστι τὸ πρώτως πεποιηκέναι, οὐκ ἐν χρόνῳ ὄν,3 ὥσπερ οὐδὲ τὸ τῆς κινήσεως πέρας, ὃ κίνημα καλοῦμεν. Διωρισμένου δὲ τί τέ ἐστι ποιεῖν καὶ ἐν τίσι θεωρεῖται, λείπεται καὶ περὶ τοῦ πάσχειν κατὰ τὸν αὐτὸν διαλαβεῖν τρόπον. καὶ πρῶτον ἐκεῖνο λέγομεν ὅτι τὸ πάσχειν πρὸς τὸ ποιεῖν οὐκ ἔχει ἐναντίωσιν, κἂν ὅτι μάλιστα ἀντιθέτοις χρῆται φωναῖς· ὡς μέντοι συνεζευγμένον αὐτῷ καὶ ἀχώριστον ταῖς κατιούσαις ἀπ’ αὐτοῦ ἐνεργείαις συνθεωρεῖν ὀφείλομεν. ὅταν γὰρ αἱ ἐπὶ τὰ ἐκτὸς τοῦ ποιοῦντος προϊοῦσαι ἐνέργειαι ἐξομοιοῦσι πρὸς αὐτὸ τὰ αὐτοῦ μετέχειν δυνάμενα οὐ κατὰ τὴν ἐνέργειαν, κατὰ δὲ τὴν ἀδιάδοχον τοῦ ἐνεργήματος κίνησιν, τότε αἱ κινήσεις αὗται τὸ κοινὸν τοῦ πάθους χαρακτηρίζουσι γένος. κατ’ ἄλλην δὲ ἀγωγήν, ἐπειδὴ πᾶσα κίνησις καὶ γένεσις ἡ ἐν τῷ παντὶ τὸ μὲν ἔχει κινητικὸν καὶ γενεσιουργόν, τὸ δὲ κινούμενον καὶ γινόμενον, εἴη ἂν πάσχον τὸ ὡς ἐν ἀποτελέσματος τάξει θεωρούμενον, αὐτὸ δηλαδὴ τὸ κινούμενον καὶ τρεπόμενον. καὶ ὅλως δὲ τὸ δεκτικὸν ἐπικτήτου παντὸς καὶ τοῦ παρ’ ἄλλου ἐπεισιόντος καὶ μηδαμῶς ἑαυτοῦ ὄν, ταῖς δὲ ῥοπαῖς τοῦ ἡγουμένου ἑπόμενον τῆς τοῦ πάσχειν κατηγορίας ἐστί. τοιοῦτον δὲ πρώτως ἐστὶ τὸ κοινὸν ὑποκείμενον τὸ πάσης μορφῆς δεκτικὸν καὶ παντὸς εἴδους μεταλαμβάνον καὶ δύναμιν ἔχον τοῦ τελειοῦσθαι· τοῦτο δὲ ἡ ὕλη. εἰ δέ τις καὶ τὴν ὑπὸ σελήνην τῶν ὑλικῶν στοιχείων σύστασιν ὡς παθητικὴν ὑποθείη πρὸς ποιητικὴν αἰτίαν τῶν οὐρανίων, καὶ οὗτος ἂν ἔχοι τι δεικνύναι κοινὸν ἐν τῷ παντὶ πάθους γνώρισμα.
実際、彼らの言うところによれば、制作の後にも結果が残るような技術は制作的であり、例えば大工技術や建築技術がそうである。他方で、活動そのものが生成のうちにのみ存在を有するような技術は実践的であり、例えば笛吹き技術や舞踊技術がそうである。そして、非理性的なもののうちでの能動は――アルキュタスはこれを思考を伴わない能動とも呼んでいるが――、動物の多様な種に従って区分されるであろう。なぜなら、動物のうちにあるそれらの種がどれほど多く、いかなる性質のものであるかに応じて、これらにおける能動の差異もそれだけ多く存在するのであり、それらの差異を我々は動物誌において数え上げるのを常としているからである。そして能動の最極の類、最後の現実活動は、感覚をもたない無魂のもののうちにあるそれである。なぜならこれは、もはや魂や自然、理路や生命の能動を示すものではなく、諸物体が無魂の物体である限りにおいて、それら物体の身体的な現実活動を、物体に関して現れるあらゆる固有性に従い、またそれらのあらゆる能力に従って明瞭にするからである。物体が単に堅固で反発的である限りにおいてだけでなく、それ自らの周囲に多くの作動的能力を有している限りにおいてもそうなのである。実際、元素の内発的な現実活動や傾きの運動、そして突き押しに従って生じる打撃的な運動は、最極のものとして存在し、複合的なもののうちで観照される。そしてこれら複合的なもののうちでは、相反するものの本性が混合されており、作動的なものも受動的なものも純粋な形では保持せず、互いに対してあらゆる仕方で反作用し、反受動するのである。さらに、諸能動のうち、あるものは、熱するものが熱せられるものに対するように、受動する別のものと対立関係に置かれるが、別のものは、語ることや走ることのように、単純かつ無条件的なものである。また、能動するもののうち、あるものは生成的なもの、あるものは形相付与的なもの、あるものは完成をもたらすものであり、これらの中でさらに、あるものは結合的なもの、あるものは分離的なもの、あるものは存在するもののうちで何らかの他の能動を有するものであった。そしてあるものは技術におけるそれのように有限で時間的なものであり、他のものは――宇宙が永遠であるとするなら――神的なものや天上のものにおけるそれのように無限で永遠なものであるので、これら全体を通じて能動および能動についての観照は行き渡っている。だがさらに、太陽が存在することによって光を放つように、あるものが存在することによって何かを成し遂げる場合にも、また創造主たる知性が思考することによって制作するように、思考することによって能動する場合にも、これらすべてのものに関しても能動が本来的に言われるであろう。そして、他の一切のものを付加的に必要とせず自らのうちで現実活動するものも、他者へと現実活動するものも、自らと他者との双方へと同時に現実活動するものも、主導的には自らへと現実活動しつつ二次的な理路において相互への現実活動をも有するものも、これらもまた能動のうちに包摂されるであろう。それどころか、現下の区分に従えば、諸範疇のすべての種に関しても能動は配分されている。すなわち実体に関しては生成するものを実体へと導くことであり、性質に関しては変化させられるものを性質へと導くことであり、量に関しては増大させることのうちにあり、他の類についても同様である。ところで、能動は最後の時間において限定されて「なし終えていること」へと変化するのか、それとも最後の時間の直後の最初の時間においてそうなるのか。なぜなら能動の最後の瞬間は、いまだ能動のうちにあるからである。同じ疑問を我々は、競技場を走り終えた者、医術を施し終えた者、死んだ者についても提起しうる。おそらく能動の限界とは「最初に制作し終えていること」であって、運動の限界――我々がキネーマと呼ぶもの――が時間のうちにないのと同様に、時間のうちにあるのではないであろう。 能動とは何であり、いかなるもののうちに観照されるかが規定されたので、残されているのは、受動についても同様の仕方で論述することである。そして第一に我々が言うのは、受動は能動に対して対立関係をもたず、たとえ最大限に対立する表現を用いていようともそうである、ということである。むしろ、能動と共軛し不可分なものとして、能動から下降してくる現実活動とともに受動を共観しなければならない。なぜなら、能動するものから外部へと進み出る現実活動が、それにあずかる能力をもつものを、現実活動に従ってではなく、その活動結果の絶え間ない運動に従って能動するものへと同化させるとき、そのときこれらの運動が受動の共通の類を特徴づけるからである。また別の導き方によれば、宇宙におけるすべての運動と生成は、一方に動かすものと生成を引き起こすものをもち、他方に動かされるものと生成するものをもつのであるから、結果の秩序のうちにあるものとして観照されるもの、すなわちまさに動かされ転変させられるものが、受動するものとなるであろう。そして概して、後天的なあらゆるもの、他者から侵入してくるものを受け入れ、決して自らに属するものではなく、先導するものの傾きに従うものは、受動の範疇に属する。そしてこのようなものは第一には、あらゆる形相を受け入れ、あらゆる種にあずかり、完成される能力をもつ共通の基底物質であり、これが質料である。そしてもし誰かが、天上のものの作因に対して、月下の質料的元素の組織を受動的なものとして想定するならば、その者もまた、宇宙のうちに受動の何らかの共通のメルクマールを提示しうることになるであろう。
- 1.8ὧν γάρ, φασί, καὶ μετὰ τὴν ποίησιν τὰ ἀποτελέσματα μένει, ποιητικαί εἰσιν
関係代名詞属格 ὧν は主節で補われるべき先行詞 τέχναι に対する所属・限定の属格であり、「それらの[技術の]結果が…」を意味する。文頭の ὧν 節全体が主節の主語(省略された技芸)を規定している。
- 1.8ἀντιδρῶσι δὲ παντοίως ἀλλήλας καὶ ἀντιπάσχουσιν
動詞 ἀντιδρῶσι は他動詞的に機能して相互代名詞対格 ἀλλήλας(女性・複数、先行する αἱ φύσεις に一致)を直接の目的語にとり、「互いに対して作用し合う」の意を表す。
- 1.8μήποτε δὲ τὸ πέρας τοῦ ποιεῖν ἐστι τὸ πρώτως πεποιηκέναι, οὐκ ἐν χρόνῳ ὄν
μήποτε は直説法現在とともに用いられ、控えめな断定・肯定的な推量を表す(「おそらく…なのではあるまいか」「おそらく…であろう」)。分詞句 οὐκ ἐν χρόνῳ ὄν は主語 τὸ πέρας または述語不定詞句 τὸ πρώτως πεποιηκέναι を同格的・叙述的に修飾し、完了の極限点が時間的幅をもたないことを説明する。
