← 作者不詳

アリストテレス『カテゴリー論』パラフレーズ

§53.21-55.2

時間と時範疇の区別および時間の本性

著者は「去年」「今年」「昔」などの時間表現を検討して時間そのものと範疇「いつ」を峻別し、なぜ「時間のうち」と「場所のうち」だけが固有の範疇を構成するのかを論じる。次いで時間が運動の数であり回転運動によって計測される量であることを示した上で、時間の無部分性と連続性に関するアルキュタスの学説を引用する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.8#11

ὁμοίως δὲ καὶ τὸ πέρυσιν διττόν· τὸ δὲ εἰς νέωτα καὶ τῆτες οὐκέτι, ἀλλὰ τὸ ἐν χρόνῳ μόνον δηλοῦσι. καὶ χρόνου μὲν ἂν εἶεν διαφοραὶ παρεληλυθώς, μέλλων, τοῦ δὲ ποτὲ τὸ πέρυσιν, ἐς νέωτα, τῆτες. τὸ μέντοι πάλαι, ὅταν μὲν λέγωμεν “ὁ πάλαι ὤν,” χρόνον δηλοῖ, ὅταν δὲ “πάλαι ἔπραξεν”, ἐν χρόνῳ. ὁμοίως δὲ καὶ τὸ ἄρτι καὶ νῦν καὶ τὸ ἤδη καὶ χρόνον δηλοῦσι καὶ ἐν χρόνῳ, τὸ δὲ χρονίζειν τὸ ἐν χρόνῳ, οὐ τὸν χρόνον. καὶ ὁ μὲν χρόνος ἄπειρος, εἴπερ ἡ γένεσις συνεχής, τὸ δὲ ποτὲ πεπέρασται, ὅτι καὶ ἡ ἐν αὐτῷ πρᾶξις· ὅθεν καὶ τῶν θείων ἐξώρισται. ἀλλὰ ταῦτα μὲν προσιστορήσθω τῆς συνηθείας τῶν ὀνομάτων ἕνεκεν. πῶς δὲ τοῦ ἔν τινι πολλαχῶς λεγομένου, τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ μόνον ἰδίας ἡμῖν κατηγορίας ἐχαρακτήρισεν; ἢ ἐν τούτοις τὸ μὲν περιέχει τὸ δὲ περιέχεται, ἑκατέρου τὴν ἑαυτοῦ φύσιν διασώζοντος,1 καὶ μόνοις ἐν τούτοις αὐτὸ τὸ ἔν τινι φύσις τις ἀφωρισμένη γίνεται, κατὰ τὴν σχέσιν αὐτὴν ὑφεστῶσα· τῶν 〈δ’〉 ἄλλων σημαινομένων τὰ μὲν ὄντα μέρη τῶν συζύγων, τὰ δὲ συμπληρωτικὰ ἑτέρων, τὰ δὲ οὐ δυνάμενα χωρὶς ὑποστῆναι. Ὅτι μὲν οὖν τὸ ποτὲ οὐκ ἔστι χρόνος (οὐ γὰρ τὸ ἐν χρόνῳ χρόνος), εἴρηται. ὅτι δὲ ὁ χρόνος ποσόν ἐστι, φανερόν· οὐ γὰρ μόνον μετρεῖ τὴν κίνησιν (ἔστι γὰρ ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον), ἀλλὰ καὶ μετρεῖται ὑπ’ αὐτῆς (εἰς γὰρ τὰ μεταξὺ σύμπαντα καὶ τὸ τούτων πλῆθος καὶ μῆκος καὶ τὰς βραχείας καὶ μακρὰς κινήσεις ἀποβλέποντες τὸν πλείω καὶ ἐλάττω χρόνον ὁρίζομεν), ὥσπερ αὖ καὶ τὸ μέγεθος καὶ τὴν κίνησιν πάλιν ἀλλήλοις ἀντιμετροῦμεν· πολλὴν γάρ φαμεν ὁδόν, ἧς ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ὅταν ἡ ὁδὸς μῆκος ἱκανὸν ἔχῃ.2 ἀκολουθεῖ γὰρ τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ δὲ κινήσει ὁ χρόνος· ποσὸν ἄρα καὶ ὁ χρόνος. ἐπεὶ δὲ ἕκαστα συγγενεῖ μετρεῖται (μονάδες γὰρ μονάδι μετροῦνται), καὶ αἱ κινήσεις ἄρα πᾶσαι κινήσει μετρηθήσονται τῇ τῆς κυκλοφορίας· ὁμαλὴ γὰρ αὕτη καὶ ὡρισμένη. ἔσται οὖν ἡ κυκλοφορία καὶ τοῦ χρόνου ὥσπερ καὶ τῶν κινήσεων μέτρον. τούτῳ δὲ ὁμολογεῖ καὶ τὰ εἰωθότα λέγεσθαι, ὅτι κύκλῳ τὰ ἀνθρώπεια φέρεται καὶ τὰ γινόμενα πάντα, καὶ ὡς ὁ χρόνος κύκλος τις καὶ περίοδος, ὥσπερ καὶ τὰ ἐν αὐτῷ· καὶ γὰρ τοιαύτης ἐστὶ μέτρον καὶ μετρεῖται ὑπ’ αὐτῆς. ὅθεν καὶ τὰ μὴ πεφυκότα κινεῖσθαι μηδὲ ἠρεμεῖν ἀλλ’ ὄντα φύσει ἀκίνητα, οἷα τὰ νοητά, οὐδαμῶς ἐν χρόνῳ. ἐπεὶ δέ ἐστιν ἡ κίνησις ἐν χρόνῳ, ἀνάγκη καὶ τὴν ἠρεμίαν εἶναι σὺν χρόνῳ· ἀρχὴν γὰρ αὕτη καὶ τέλος ἔχει χρονικά. οὐκ ἄκαιρον δὲ καὶ τὰ τοῦ Ἀρχύτα περὶ χρόνου παραθέσθαι ἄρτι· φησὶ δὲ ὧδε “τὸ δὲ ποκὰ καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον·3 τὸ γὰρ νῦν ἀμερὲς λεγόμενον ἅμα λεγόμενον καὶ νοούμενον παρελήλυθε καὶ οὐκ ἔστι παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σώζεται κατ’ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος. ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἐστίν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκε· καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον. κατὰ μέντοι γε τὸ εἶδος τὸ αὐτό· πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, καὶ πέρας μέν ἐστι τῶ προγεγονότος, ἀρχὰ δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς εὐθείας κλασθείσας τὸ σαμεῖον, περὶ ὃ ἁ κλάσις, ἀρχὰ μὲν γίνεται τᾶς ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος, ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία· τῶ μὲν γὰρ λόγω τᾶς συλλαβᾶς τὰ μόρια διωρισμένα καὶ τᾶς ἁρμονίας τοὶ φθόγγοι καὶ τῶ ἀριθμῶ ταὶ μονάδες, γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος συνεχές· τὰ γὰρ μόρια τούτων κοινὰ τμήματα ποιέει διαιρεύμενα. τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν δὲ κατ’ ἐπίπεδον. ἔστιν ὦν καὶ ὁ χρόνος συνεχής· οὐ γὰρ ἦν ποκα φύσις, ὁπόκα χρόνος οὐκ ἦν, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆν, ἀλλ’ ἀεὶ ἦν καὶ ἔστι καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν, ἄλλο καὶ ἄλλο γινόμενον, ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωὐτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τῶ τόπω τὰ μέρεα ὑφέστακεν, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γενησόμενα φθαρήσεται.

同様に「去年」も二重であるが、「来年」や「今年」はもはやそうではなく、ただ時間のうちにあることのみを示す。そして過去や未来は時間の種差であろうが、「去年」「来年」「今年」は「いつ」の[種差]であろう。もっとも「昔」は、「昔あったもの」と言うときには時間を示し、「昔になした」[と言うときには]時間のうちにあることを示す。同様に「今しがた」や「今」や「すでに」も、時間をも時間のうちにあることをも示し、「時を過ごす」は時間のうちにあることを示し、時間を示すのではない。そして、もし生成が連続的であるなら時間は無限であるが、「いつ」は限定されている、なぜならそのうちにある行為も[限定されている]からである。それゆえ「いつ」は神的なものからは排除されている。しかしこれらは、言葉の慣習ゆえに付言されたものとしよう。 ところで、「何かのうちにある」ということが多義的に語られるのに、なぜ時間のうちにあることと場所のうちにあることだけが、われわれにとって固有の範疇を特徴づけたのか。それは、これらにおいては一方が包摂し他方が包摂され、双方が自分自身の自然を保ち続けており、これらにおいてのみ「何かのうちにあること」それ自体が、その関係そのものに従って存立する限定された何らかの自然となるからであろうか。これに対して他の意味されるもののうち、あるものは対をなすものの部分であり、あるものは他のものの補充的なものであり、あるものは分離して存立することができない。 さて、「いつ」が時間ではないこと(時間のうちにあるものは時間ではないからである)は語られた。他方、時間が量であることは明白である。なぜなら、時間は運動を計測するだけでなく(前と後による運動の数であるからである)、運動によって計測されもするからである(われわれは中間に介在するすべてのもの、およびこれらの多さと長さ、そして短い運動や長い運動に目を向けることによって、より多い時間とより少ない時間を規定するからである)。ちょうどまた逆に、大きさと運動を互いに計測し合うのと同様である。実際、われわれは道行きの長い道を「長い道」と言い、道が十分な長さを持つときに道行きを「長い[道行き]」と言う。なぜなら、大きさに運動が従い、運動に時間が従うからである。したがって時間もまた量である。そして各々のものは同族のものによって計測されるゆえに(単位は単位によって計測されるからである)、すべての運動もまた回転運動によって計測されるであろう。なぜなら、この[運動]は一様であり限定されているからである。それゆえ回転運動は、諸運動の尺度であるのと同様に、時間の尺度にもなるであろう。これには、人間の事柄および生成するすべてのものは円環を描いて運行するということ、また時間はそのうちにある事柄と同様に一種の円環であり周期であると語られるのが常であることも一致している。実のところ、[時間]はそのような[回転運動]の尺度であり、またそれによって計測されるのである。それゆえ、動くことも静止することも自然にもたず、自然において不動であるもの、すなわち知解可能なもののようなものは、決して時間のうちにはない。そして運動が時間のうちにある以上、静止も時間に伴ってあることが必然である。なぜなら、静止は時間的な始まりと終わりを持つからである。 アルキュタスの時間に関する言説をここで引き合いに出すことも時宜に適っている。彼はこのように述べる。「『いつ』および時間は、一般的に無部分であることと実体を持たないことを固有のものとして持っている。なぜなら、無部分と言われる『今』は、言われると同時にまた思われると同時に過ぎ去ってしまい、留まるものではないからである。実のところ、連続的に生じながら、数においては決して同一のまま保たれることはなく、形相においては[同一のまま保たれる]。なぜなら、現在立ち現れている『今』という時と、未来の時とは、以前に生じた時と同一ではないからである。というのも、一方は去ってしまってもはや存在せず、他方は思われると同時に立ち現れて過ぎ去ってしまうからである。そしてこのようにして、『今』は次々と異なるものとして生じまた消滅しながら、常に連続して繋がっている。しかし形相においては同一である。なぜなら、すべての『今』は無部分かつ不可分であり、以前に生じたものの限界であり、未来のものの始まりだからである。あたかも折れ曲がった直線において、その周りで折れ曲がりが生じる点が、一方の線の始まりとなり、他方の線の限界となるのと同様である。しかし時間は、数やロゴスや調和のように離散したものではなく、連続的なものである。なぜなら、ロゴスにとっては音節が、調和にとっては楽音が、数にとっては単位が離散した部分であるが、線と平面と場所は連続的であるからである。実際、これらの部分は分割されるとき共通の境界を作り出す。なぜなら、線は点によって、平面は線によって、立体は平面によって切断されるからである。したがって時間もまた連続的である。なぜなら、時間が存在しなかったときに自然が存在したことはかつてなく、また『今』が存在しなかったときに運動が存在したこともかつてなく、むしろ『今』は常に存在していたし、現に存在し、決して途絶えることはないからである。[『今』は]次々と異なるものとして生じ、数においては異なるが、形相においては同一である。もっとも、[時間]が他の連続的なものと異なっているのは、線や平面や場所の部分は存立しているのに対し、時間の[部分]は生じたものは消滅してしまっており、生じるであろうものは消滅するであろうということによる。」

構文注3 件
  1. 1.8ἑκατέρου τὴν ἑαυτοῦ φύσιν διασώζοντος

    属格独立構文。主語は ἑκατέρου(包摂するものと包摂されるものの双方)であり、目的語 τὴν ἑαυτοῦ φύσιν を伴って、時間・場所とそれに含まれる事物が互いの本性を混同することなく維持していることを述べる状況説明として機能している。

  2. 1.8πολλὴν γάρ φαμεν ὁδόν, ἧς ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ὅταν ἡ ὁδὸς μῆκος ἱκανὸν ἔχῃ

    前半の πολλὴν... ὁδόν は叙述的用法(「道行きが長い道を[長い]道と呼ぶ」)、後半の πολλὴν τὴν πορείαν も定冠詞付きの対格 τὴν πορείαν に対して無冠詞の πολλήν が述語的補語として置かれた倒置構文である。大きさと運動の相互的な計量関係を対比的に示す。

  3. 1.8τὸ δὲ ποκὰ καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον

    アルキュタスの引用(ドーリス方言 ποκά は ποτέ に相当)。主語は τὸ δὲ ποκὰ καὶ ὁ χρόνος、動詞 ἔχει に対し、τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον が目的格、ἴδιον が述語的対格(「固有の特性として…を持つ」)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:53.21-55.2