- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:47.25-49.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
著者は熱さなどの例を用いて性向・状態・情態・情態的性質の相互関係を整理し、情態的性質が感覚と受動の双方に関わるあり方を詳述した上で、質の第四の種である形状と形態(および直線性・屈曲性)の規定と知性的解釈を提示し、最後に希薄・濃厚や粗・滑は質ではなく部分の位置に属するとして質の区分から除外する。
καὶ ἔτι ἡ θερμότης, καθὸ μὲν διατίθησιν ὁπωσοῦν τὸ ὑποκείμενον, διάθεσις λέγεται, καθὸ δὲ πεπηγυῖαν ἴσχει τὴν διάθεσιν, ἕξις, καθὸ δὲ ἀπό τινος γέγονε, πάθος, ὅτι δὲ δευσοποιῶς καὶ μονίμως τὸ πάθος ἐγένετο, ποιότης παθητική. ἔτι τῶν παθητικῶν ποιοτήτων αἱ μὲν ἀμφοτέρως τὸ πάθος ἔχουσιν, ὡς ἀπὸ πάθους ἀρχθεῖσαι καὶ ὡς πασχούσης ὑπ’ αὐτῶν τῆς αἰσθήσεως,1 ὡς ἡ ἐν τῷ ζωμῷ ἡδύτης, αἱ δὲ καθ’ ἑκάτερον. τοῦ μὲν γὰρ πυρὸς ἡ θερμότης ὡς οὐσιώδης καὶ μὴ ἐπισυμβᾶσα κατὰ μόνην τὴν πρὸς τὴν αἴσθησιν ὁμιλίαν τὸ πάθος ἕξει· λευκότης δὲ καὶ μελανία τῷ γεγενῆσθαι ἐκ πάθους. καίτοι καὶ αὗται δρῶσιν εἰς αἴσθησιν, διακρίνουσαι τὴν ὄψιν καὶ συγκρίνουσαι, ἀλλ’ οὐχ, ὥσπερ ὅταν θερμοῦ αἰσθανώμεθα θερμαινόμεθα, οὕτως καὶ ὅταν λευκοῦ, λευκόν τι τῶν ἐν ἡμῖν γίνεται· οὐ γὰρ ὕλη τῷ λευκῷ ὁ ὀφθαλμός, ἀναλαμβάνων τὸ τοῦ λευκοῦ εἶδος, ὥσπερ ἡ χεὶρ τοῦ θερμοῦ. ἢ τοῦτο μὲν καὶ ἐπὶ τῆς ἀκοῆς εἴποι τις· οὐδὲ γὰρ ἐκείνη ὀξύνεται ἢ βαρύνεται, καίπερ τοῖς οἰκείοις αἰσθητοῖς ἁπάσης συμπασχούσης αἰσθήσεως· ἀλλὰ τοῦτο μᾶλλον χρωμάτων ἴδιον, τὸ πάντα εἶναι ἐπισυμβάματα καὶ ἅπερ ἀχώριστα λέγομεν, ὡς τὸ λευκὸν τῆς χιόνος· πῆξις γάρ ἐστι νέφους διὰ ψυχρότητα ὑπερβάλλουσαν ἡ χιών, ὧν ἐπιγέννημα τὸ λευκόν.2 ὁμοίως δὲ καὶ ἡ ὠχρότης τοῖς ἐν φόβοις καὶ τοῖς ἐν αἰδοῖ τὸ ἔρευθος παρακολούθημα γίνεται τῶν ψυχικῶν διαθέσεων, καὶ τἄλλα κατὰ τρόπον· θερμότης δὲ καὶ ψυχρότης καὶ τὰ τοιαῦτα ἐν οἷς ἂν καὶ πρωτοτύπως ὑπάρχοιεν, οὐσιῶν εἰσι μέρη καὶ οὐκ ἔξωθεν ὑπὸ πάθους ἐγγίνεται. διοίσει δὲ καὶ τοῦ δευτέρου τῆς ποιότητος εἴδους τὸ παρόν, καθ’ ὅσον ἐκεῖνο μὲν ἐν τῷ δυνάμει ἐθεωρεῖτο καὶ τῆς ἐπιτηδειότητος ἦν, τὸ δὲ ἐντελέχεια καὶ κατ’ εἶδος μᾶλλον ὑφέστηκεν. ἐν τούτοις καὶ τὰ περὶ τῶν παθῶν καὶ παθητικῶν ποιοτήτων. Τέταρτον δὲ εἶδος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης καὶ εἴ τι τούτοις ὅμοιόν ἐστι. καθ’ ἕκαστον γὰρ τούτων ποιόν τι λέγεται, καὶ τῷ εὐθὺ ἢ τῷ καμπύλον εἶναι, καὶ κατὰ μορφὴν δὲ ἕκαστον ποιὸν λέγεται. ληπτέον δὲ τὸ μὲν σχῆμα οὐ κατὰ τὸ πλῆθος τῶν γραμμῶν καὶ τῶν ἐπιπέδων· ποσὸν γὰρ οὕτως ἔσται. ἀλλ’ οὐδὲ κατὰ τὸ χρῶμα, ἀλλὰ κατὰ τὸν τῆς ἐπιφανείας ποιὸν σχηματισμὸν κατὰ τὸ γεγωνιῶσθαι ἢ ἀγώνιον εἶναι. διττὴ δὲ καὶ ἡ περὶ ἕκαστον μορφή· τά τε γὰρ οὐσιώδη εἴδη μορφαὶ λέγονται καὶ τὰ τῆς ἐπιφανείας ποιὰ τυπώματα, περὶ ὧν ὁ λόγος, καθὸ εὐμόρφους ἢ δυσμόρφους λέγομεν. εὐθύτης δὲ καὶ καμπυλότης περὶ τὰ θέσιν ἔχοντα τὸ ποιὸν ἀφορίζουσιν. ὡς ἄν δὲ καὶ νοερώτερον περὶ τῶν προκειμένων εἴποι τις, ὅτι3 περιγραφὴ τοῖς σώμασι συμφυὴς ἡ τῶν σχημάτων ἀποπεράτωσις, ἀφοριζομένη κατὰ τὴν οὐσιώδη διάστασιν καὶ φυσικὴν καὶ ἀντίτυπον, ἥτις καὶ ἐν κινήσει καὶ ἐν ὕλῃ νοεῖται. ὥσπερ δὲ τῆς διαστάσεως τὸ τέλος ἐστὶ σχῆμα, οὕτως τοῦ ὅλου εἴδους ἡ ἀποτελεύτησις ἄχρι τῆς ἐπιφανείας τὴν μορφὴν ἀπεγέννησεν, οὖσαν αὐτὴν τὸ φαινόμενον ἴχνος τοῦ εἴδους καὶ τελευταίαν ἔκτασιν τῆς τοῦ λόγου ἐπὶ τὰ ἐκτὸς προόδου. ὁμοίως δὲ καὶ ἡ εὐθύτης τῆς ἰσότητος τῶν λόγων τὸ ἔσχατον εἶδος ἐμφαίνει καὶ ἡ καμπυλότης τῆς ἀνισότητος· εἰ μέντοι καμπυλότητά τις λαμβάνοι τὴν περιφερῆ γραμμήν, καὶ οὕτω τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς τοῦ λόγου ἔλλαμψιν ἐμφαίνει· καὶ πάντα ταῦτα κατὰ τὴν ἔξω προελθοῦσαν ἀποπεράτωσιν. καὶ καθ’ ὅσον σύνεγγύς ἐστι ταῦτα καὶ οὐ πόρρω ἀλλήλων κατὰ τὸ ἔσχατον καὶ ἐπιπολῆς εἴδωλον καὶ κατὰ τὸ περιωρισμένον τῆς περιγραφῆς, ἓν εἶδός εἰσι· καθ’ ὅσον δὲ ἰδιοτρόπως τῆς τῶν εἰδῶν τῶν ἐσχάτων ἰδιότητος ἀφώρισται καθ’ ἓν ἕκαστον ἑτερότητι, πλείονα γίνεται. διορίζει δὲ τὰς φύσεις ἑκάστων καὶ τρόπον τινὰ εἰδοποιεῖ, τοῖς τε σώμασι παρέχει τὸ σώματα φαίνεσθαι τούς τε ὄγκους ὡς ὄγκους μεμετρημένους ἀπεργάζεται καὶ τὸ ἄπειρον τῶν σωμάτων διαλαμβάνει πέρασιν. Τὸ δὲ μανὸν καὶ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειεν μὲν ἄν ποιὸν σημαίνειν, ἔοικε δὲ ταῦτα ἀλλότρια εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως· θέσιν γάρ τινα μᾶλλον φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν. πυκνὸν μὲν γὰρ τῷ τὰ μόρια σύνεγγυς εἶναι ἀλλήλων, μανὸν δὲ τῷ διεστάναι ἀπ’ ἀλλήλων· καὶ λεῖον μὲν τῷ ἐπ’ εὐθείας πως τὰ μόρια κεῖσθαι, τραχὺ δὲ τῷ τὸ μὲν ὑπερέχειν τὸ δὲ ἐλλείπειν.
さらに熱さは、基体をどのようにであれ整える限りにおいては「性向」と言われ、性向を固定したものとして保つ限りにおいては「状態」と言われ、何らかのものから生じた限りにおいては「情態」と言われ、その情態が深く染み込むようにかつ持続的に生じたことによって「情態的性質」と言われる。さらに、情態的性質のうち、あるものは情態から始まったことによって、また感覚がそれらによって情態を被ることによって、という両様の仕方で情態を有しており、例えばスープにおける旨味がそうである。しかし別のものは一方の仕方によってのみ有している。というのも、火の熱さは本質的なものであって付随的に生じたのではないため、感覚との接触においてのみ情態を有するであろうし、白さや黒さは情態から生じたことによって[情態的性質と]言われるからである。もっとも、これらも視覚を分散させたり凝集させたりして感覚へと働きかけるが、熱いものを知覚するときにわれわれ自身が熱せられるように、白いものを知覚するときにもわれわれのうちの何かが白くなるというわけではない。眼は熱に対する手のように、白さの形相を受け取る白さのための質料ではないからである。あるいは、このことは聴覚についても言えるかもしれない。すべての感覚がそれぞれの固有の知覚対象とともに情態を被るにもかかわらず、聴覚もまた高くなったり低くなったりするわけではないからである。しかし、これはむしろ色の固有の特徴であり、われわれが分離不可能と呼ぶもの、例えば雪の白さのようなものでさえも、すべてが付随的な発生事象であるということである。雪とは過度の冷気による雲の凝結であり、白さはそれらの派生的な生成物だからである。同様に、恐怖のうちにある者にとっての青白さや、羞恥のうちにある者にとっての紅潮も、魂の性向の随伴事象となり、他のものも相応にそうなる。他方で、熱さや冷たさやこのようなものは、それらが根源的に属しているものにおいて実体の部分であり、外部から情態によって生じるのではない。また、現に問題となっている種は質の第二の種とも異なるであろう。あちらは可能態において考察され適性に属していたのに対して、こちらは現実態であり、より形相に従って成立しているからである。以上で、情態および情態的性質に関する事柄を終える。質の第四の種は、形状および各々のものの周りに属する形態、さらにこれらに加えて直線性や屈曲性、およびこれらに似た何かである。これらの各々に従って何らかの質が語られ、直線的であることや屈曲していることによっても、また形態に従っても各々のものは「どのようなもの」と言われるからである。ただし、形状を線の数や平面の数に従って捉えてはならない。それでは量になってしまうからである。しかし色に従ってでもなく、角を持つことや角を持たないことによる表面の質的な形づくりに従って捉えねばならない。また、各々のものの周りの形態も二重である。本質的な形相も形態と言われ、われわれがそれによって「容姿が良い」「容姿が悪い」と言う、現に論じられている表面の質的な型押しも形態と言われるからである。直線性や屈曲性は、位置を持つものに関して質を限定する。提示された事柄について、より知性的に論ずるとすれば、諸形状の完成とは、諸物体に生来備わっている境界づけであり、本質的かつ自然的で抵抗力ある延長に従って限定され、この延長は運動のうちにも質料のうちにも思考される、ということである。そして延長の終わりが形状であるように、全体の形相が表面に至るまで終極を迎えることが形態を生み出したのであり、形態そのものは形相の現れ出た痕跡であり、理路が外部へと進出する最後の広がりである。同様に、直線性は諸理路の等しさの究極の形相を表し、屈曲性は不等性のそれを表す。もっとも、屈曲性を円周の線と捉えるならば、そのようにしても理路の自己への帰還の輝きを表している。そしてこれらすべては、外部へと進出した完成に従っている。そして、これらが究極かつ表面的な似姿に従い、また輪郭の境界づけられたことによって近接しており、互いに遠く離れていない限りにおいては一つの種であるが、各々の相違性によって究極の形相の固有性から固有の仕方で限定される限りにおいては複数となる。そして[この種は]各々の本性を規定し、ある仕方で形相化し、物体に対して物体として現れることを与え、塊を測られた塊として仕上げ、物体の無限性を限界づけによって分節する。他方で、希薄と濃厚、粗と滑は質を意味するように思われるかもしれないが、これらは質に関する区分には無縁であるように見える。これらは各々、むしろ部分の何らかの位置を示しているように見えるからである。濃厚なものは諸部分が互いに接近していることによって、希薄なものは互いに離隔していることによって[そうである]。また滑らかなものは諸部分がある意味で一直線に置かれていることによって、粗いものはある部分が突出しある部分が欠けていることによって[そうである]。
- 1.8ὡς ἀπὸ πάθους ἀρχθεῖσαι καὶ ὡς πασχούσης ὑπ’ αὐτῶν τῆς αἰσθήσεως
並列された二つの ὡς 句のうち、前者は主語に係る主格分詞(ἀρχθεῖσαι)、後者は属格独立構文(πασχούσης ... τῆς αἰσθήσεως)によって構成されている。二つの観点(性質そのものが情態から生じたことと、それが感覚に情態を引き起こすこと)を理由として並置している。
- 1.8ὧν ἐπιγέννημα τὸ λευκόν
関係代名詞 ὧν(複数属格)は、直前の「過度の冷気による雲の凝結(πῆξις νέφους διὰ ψυχρότητα ὑπερβάλλουσαν)」を構成する複数の要因(雲および冷気)を総括して受けている。
- 1.8ὡς ἄν δὲ καὶ νοερώτερον περὶ τῶν προκειμένων εἴποι τις, ὅτι
ὡς ἄν+希求法(εἴποι)による潜在の表現に ὅτι 節が続く構文である。「提示された事柄について、より知性的に論ずるとすれば、…ということである」の意で、より高次な(形而上学的・知性的な)観点へと論述の水準を引き上げる導入句として機能している。
