← 作者不詳

アリストテレス『カテゴリー論』パラフレーズ

§27.12-28.26

点とモナスから生じる量と関係の配置理由

点とモナスの無部分性とそれらから生じる連続的量と離散的量の差異を論じ、宇宙の構成における両者の現れと数学諸学との対応を説いた後、関係の範疇を質の前に論じる順序の根拠を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.6#6

ἕκαστον δὲ τῶν ὄντων ἓν καὶ ὅλον λέγεται, στιγμὴ δὲ καὶ μονὰς ὅλα οὐ λέγονται· ὅλον μὲν γάρ ἐστι τὸ συμπεπληρωμένον πᾶσι τοῖς μέρεσι· ταῦτα δὲ καὶ ἀμερῆ. Ἀρχὰς δὲ ταῦτα τοῦ τε διωρισμένου ποσοῦ καὶ τοῦ συνεχοῦς ἐν τοῖς ἄνω διορισάμενοι, δεῖ καὶ τὴν ἐν ἀμφοτέροις συνορᾶν διαφορὰν καὶ κοινότητα.1 ἓν μὲν οὖν τῷ ἀριθμῷ ὅλον λέγεται, ὃ καθ’ ὅλον ἑαυτῷ συνέχεται καὶ περιγράφεται καὶ τῶν ἄλλων κεχώρισται· ὅταν δὲ πρὸς τῷ ἓν εἶναι καὶ ἀπηρημωμένον τυγχάνει καὶ ἄζυγον καὶ χωρὶς ἑτέρου ὁμογενοῦς, μόνον κατονομάζεται. ὅθεν οὐ διαφέρει μόνωσιν εἰπεῖν ἢ μονάδα. ἕνωσις δέ ἐστιν ἡ τῶν τοῦ ἑνὸς πρὸς ἄλληλα μορίων συνέχεια. λέγεται δὲ καὶ ἡ μονὰς στιγμὴ θέσιν οὐκ ἔχουσα καὶ ἡ στιγμὴ μονὰς θέσιν ἔχουσα. ἀπορωτάτως δὲ ἰδίως περὶ στιγμῆς ἔχοντες λάβοιμεν ἄν τινα περὶ αὐτῆς ἐξ ἀναλύσεως ἔννοιαν. ἐπεὶ γὰρ ἅπαν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει, τριχῇ δὲ τὸ σῶμα διίσταται καὶ περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἡ δὲ ὑπὸ γραμμῆς, γραμμὴ δὲ ὑπὸ σημείου, εἰς δύο μὲν ἡ ἐπιφάνεια διαστήσεται, κατά τε μῆκος καὶ πλάτος (μιᾷ γὰρ ἐλλείψει τοῦ σώματος, τῇ εἰς βάθος), ἡ δὲ γραμμὴ οὔτε τὴν εἰς βάθος οὔτε τὴν εἰς πλάτος διάστασιν ἔχουσα μόνην ἕξει τὴν εἰς μῆκος, ἡ μέντοι στιγμὴ μηδεμιᾶς τῶν διαστάσεων ὑπολειπομένης μενεῖ ἀδιάστατος. γένεσιν δὲ συνεχοῦς καὶ διωρισμένου καὶ ὅλως ποσοῦ ἄνωθεν οὕτω δεῖ θεωρεῖν. ἡ τοῦ ἑνὸς δύναμις, ἀφ’ οὗ πᾶν τὸ ποσὸν ἀπογεννᾶται, διατείνεται δι’ ὅλων ἡ αὐτὴ καὶ ὁρίζει ἕκαστον προϊοῦσα ἀφ’ ἑαυτῆς. ᾗ μὲν οὖν δι’ ὅλων διήκει παντάπασιν ἀδιαιρέτως καὶ ᾗ τὴν πρόοδον ποιεῖται μίαν καὶ ἀδιαίρετον, τὸ συνεχὲς ὑφίστησιν· ᾗ δὲ προϊοῦσα ἵσταται καθ’ ἕκαστον τῶν εἰδῶν καὶ ὁρίζει καὶ ἑνοποιεῖ, κατὰ τοῦτο τὸ διωρισμένον παράγει. κατὰ δὲ τὴν περιέχουσαν ἅμα τὰς δύο ταύτας ἐνεργείας μίαν κυριωτάτην αἰτίαν τὰ δύο ποσὰ παράγει· ἅμα γὰρ καὶ μένει καὶ πρόεισι. περιέχει γὰρ ἡ τῶν νοητῶν μέτρων δύναμις ἅμα ἀμφότερα ἐν ἑνὶ τῷ αὐτῷ, τά τε μένοντα καὶ τὰ προϊόντα· ἐντεῦθεν ἐν τῷ κόσμῳ παντὶ τοῦ τε συνεχοῦς ἡ φύσις προῆλθεν, ἥτις καλεῖται μέγεθος κατὰ ἕνωσιν καὶ ἀλληλουχίαν, καὶ ἡ τοῦ διωρισμένου, ἥτις καλεῖται πλῆθος κατὰ σωρείαν τε καὶ παράθεσιν, κοινὸν ἔχοντα τὸ τοσόνδε ὡς μέτρον καὶ πέρας. καὶ κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς ὁ κόσμος ἐστί τε καὶ νοεῖται, σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ διατεταμένος καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὸ πλῆθος ἥ τε σύνταξις καὶ ἡ διακόσμησις ἡ ἐκ τῶν τοσῶνδε φέρε εἰπεῖν στοιχείων καὶ ζώων ἢ φυτῶν θεωρεῖται, καὶ ἐναντιοτήτων ἢ ὁμοιοτήτων τόσων καὶ τόσων. εἰ οὖν ἐν ταῖς εἰκόσιν οὕτω ταῦτα κεχώρισται, πολὺ πρότερον ἐν τοῖς νοουμένοις γένεσι καὶ πρὸ τούτων ἐν τοῖς καθ’ αὑτὰ ἀύλοις εἴδεσι διέστηκε, κοινὸν ἔχοντα, ὡς εἴρηται, τὸ μέτρον καὶ τὸ πέρας. διὰ ταῦτα καὶ πολυχουστέρα τῶν ἄλλων κατηγοριῶν ἡ περὶ τοῦ ποσοῦ θεωρία· αἱ γὰρ κυριώταται τῶν μαθηματικῶν ἐπιστῆμαι περὶ αὐτὸ διατρίβουσιν, ἡ μὲν γεωμετρία καὶ ἀστρονομία περὶ τὸ συνεχὲς καταγινόμεναι, ἡ μὲν τὸ κατὰ τὴν μονήν, οἷον τὴν γῆν, ἡ δὲ τὸ κατὰ τὴν κίνησιν, οἷον τὸν οὐρανόν· ἀριθμητικὴ δὲ καὶ μουσικὴ περὶ τὸ διωρισμένον, ἡ μὲν τὸ καθ’ αὑτό, ἡ δὲ τὸ πρὸς ἕτερον. Τῆς τῶν πρός τι τάξεως οὔσης ἀμφισβητησίμου πως, πότερον ἡγεῖσθαι δεῖ τοῦ ποιοῦ ἢ ἕπεσθαι, ἡμεῖς μετὰ τὸ ποσὸν τετάχαμεν καὶ πρὸ τῆς ποιότητος. ἐπεὶ γὰρ συνεχῆ 〈εἶναι〉 τὴν διδασκαλίαν ἔδει καὶ μὴ ἀπηρτημένην διὰ μακροῦ, πολὺς δ’ ἐν τῷ τοῦ ποσοῦ ὁ τοῦ πρός τι λόγος συγκαταμέμικται2 (μέγα γὰρ ἐκεῖ καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐχ ὡς ποσὰ ἀλλ’ ὡς τῶν πρός τι συνεξητάζετο, καὶ ἔτι τῷ ποσῷ ὑπεροχὴ καὶ ἔλλειψις συνυφίσταται, ὅθεν οἱ λόγοι τοῦ τε ὑπερέχοντος πρὸς τὸ ὑπερεχόμενον, ἐν οἷς αἱ τοῦ πρός τι σχέσεις συνυφεστήκασιν, καὶ προϋφεστῶτος μεγέθους καὶ πλήθους ἐπιγίνεται τὸ μεῖζόν τε καὶ βραχύτερον καὶ τὸ πλεῖον καὶ ἔλαττον), εἰκότως εὐθὺς τὴν μετὰ τὸ ποσὸν τοῖς πρός τι χώραν ἐνείμαμεν.

存在するものの各々は一であり全体と言われるが、点とモナスは全体とは言われない。全体とはすべての部分によって満たされたものであり、これらは部分を持たないからである。私たちは上でこれらを離散的な量と連続的な量の原理と規定したのだから、両者における差異と共通性をも共に見極めねばならない。さて、数において一なるものは全体と言われ、それは全体として自身に連続し、限定され、他のものたちから分離されている。しかし、一であることに加えて、孤立しており、対を持たず、同種の他のものから離れているときには、「単一の」と名指される。それゆえ、孤立と言うかモナスと言うかに違いはない。一化とは、一の部分どうしの相互の連続性である。また、モナスは位置を持たない点、点は位置を持つモナスとも言われる。特に点についてはきわめてアポリアに満ちた状態にあるが、私たちは分析から点に関するある概念を得ることができるであろう。なぜなら、限定するすべてのものは限定されるものに対して一つの次元を欠いており、物体は三方に広がって面に限定され、面は線に、線は点に限定されるので、面は長さと幅の二方に広がり(物体に対して一つの次元、すなわち深さの次元を欠くからである)、他方、線は深さへの広がりも幅への広がりも持たず、長さへの広がりだけを持つことになり、それに対して点は、いかなる次元も残らないので広がりのないものにとどまるからである。連続的なもの、離散的なもの、そして一般に量の生成を、上なる根源から次のように考察しなければならない。すべての量がそこから生み出される「一」の力は、自らは同一のままで全体を貫き、自らから進み出つつ各々を限定する。そこで、全体をまったく不可分に貫くかぎりにおいて、またその進出を単一かつ不可分なものとするかぎりにおいて、連続的なものを成立させる。他方、進み出て各々の形相ごとに立ち止まり、限定し、一化するかぎりにおいては、これによって離散的なものを産出する。そして、これら二つの活動を同時に包摂する単一の至高の原因に従って、両方の量を生み出す。同時にとどまり、また進み出るからである。なぜなら、知解的な尺度たちの力は、とどまるものと進み出るものの両方を同一の一なるもののうちに同時に包摂しているからである。ここから全宇宙において、一性と相互の連鎖によって「大きさ」と呼ばれる連続的なものの本性と、堆積と並置によって「多」と呼ばれる離散的なものの本性が進み出たのであり、両者は尺度および限界として「これほどの量」を共通に持っている。そして大きさの実体によれば、宇宙は一であり、またそう考えられるのであって、球形で、自己自身と結合し、張り巡らされ、相互に連鎖している。他方、多によれば、いわばこれほどの数の元素や動物あるいは植物からなる、またこれこれの数の相反性あるいは類似性からなる配置と装飾とが考察される。それゆえ、もし映像においてこれらがこのように区切られているならば、思考される類において、またそれらに先立つそれ自体として質料なき形相において、はるかに先にこれらは区別されており、語られたように尺度と限界を共通に持っているのである。これらの理由によって、量に関する考察は他の範疇よりも豊かな広がりを持っている。数学の最も主要な諸学が量を巡って探究しているのであり、幾何学と天文学は連続的なものを扱い、前者は静止におけるもの(例えば大地)、後者は運動におけるもの(例えば天)を扱う。他方、算術と音楽は離散的なものを扱い、前者はそれ自体におけるもの、後者は他に対するものを扱う。 関係の順序について、質の前に置くべきか後に従わせるべきか幾分議論があるが、私たちは量の後、質の前に配置した。教えは連続的であるべきであり、遠く隔てられてはならないところ、量の議論には関係の言説が多く混ざり合っており(そこでは「大きい」「小さい」「多い」「少ない」が量としてではなく関係するものとして共に吟味され、さらに量には超過と不足が共存し、そこから超過するものと超過されるものとの比が生じ、そのうちに相関的な関係性が共存し、また前もって存立する大きさと多に「より大きい」「より短い」「より多い」「より少ない」が付加されるからである)、それゆえ当然のこととして、直ちに量の後の席を関係するものたちに割り当てたのである。

構文注2 件
  1. 1.6Ἀρχὰς δὲ ταῦτα τοῦ τε διωρισμένου ποσοῦ καὶ τοῦ συνεχοῦς ἐν τοῖς ἄνω διορισάμενοι, δεῖ καὶ τὴν ἐν ἀμφοτέροις συνορᾶν διαφορὰν καὶ κοινότητα.

    分詞 διορισάμενοι は主格複数男性形であり、非人称構文 δεῖ + 不定詞(συνορᾶν)に伴って、文の意味上の主語(「私たち」)を与格や対格ではなく主格で示している構文的混交(構文の破格)である。

  2. 1.6ἐπεὶ γὰρ συνεχῆ 〈εἶναι〉 τὴν διδασκαλίαν ἔδει καὶ μὴ ἀπηρτημένην διὰ μακροῦ, πολὺς δ’ ἐν τῷ τοῦ ποσοῦ ὁ τοῦ πρός τι λόγος συγκαταμέμικται

    ἐπεὶ γὰρ ... ἔδει の理由節に続き、通常なら主節が来るところに δέ が介入して πολὺς δ’ ... συγκαταμέμικται と別の理由が並列され、その帰結として主節 εἰκότως εὐθὺς ... ἐνείμαμεν に接続する長大な構文構造をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:27.12-28.26