← 作者不詳

アリストテレス『カテゴリー論』パラフレーズ

§13.9-14.28

第二実体の条件と実体および種差の共通性質

著者は実体の縦方向と横方向の区分を論じ、なぜ種と類のみが第二実体と呼ばれるかを説明した上で、実体に共通する性質(基底主語のうちにないこと)を考察し、これが種差にも共有されることを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.5#2

διττῆς γὰρ οὔσης τῆς κατὰ τὴν οὐσίαν ὁδοῦ, τῆς μὲν καθ’ ἣν ἀπὸ τῶν μερικωτέρων πρὸς τὰ καθολικώτερα καὶ γενικώτερα ἀναγόμεθα, τῆς δὲ καθ’ ἣν τὸ ἓν καὶ κοινὸν εἰς τὰ προσεχῆ καὶ ὁμόστοιχα τέμνομεν, τὸ μὲν μᾶλλον καὶ τὸ ἧττον ἐν οὐσίαις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον κατὰ τὴν εἰς βάθος θεωρεῖται ἀντεξέτασιν καὶ διαίρεσιν, τὸ δὲ μήτε μᾶλλον μήτε ἧττον καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ταὐτὸν ἐν τῇ κατὰ πλάτος παραβολῇ καὶ παραθέσει γινώσκεται. Εἰκότως οὖν μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ τούτων εἴδη καὶ γένη δεύτεραι οὐσίαι λέγονται· μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων. τὸν γάρ τινα ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει· καὶ γὰρ γνωριμώτερον ποιήσει ἄνθρωπον ἢ ζῶον ἀποδιδούς· τῶν δὲ ἄλλων εἴ τι ἂν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον ἢ λευκὸν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς. ὥστε εἰκότως ταῦτα μόνα τῶν ἄλλων οὐσίαι λέγονται. ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ τὰ ἄλλα πάντα κατὰ τούτων κατηγορεῖσθαι κυριώτατα οὐσίαι λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν πρὸς τὰ λοιπὰ πάντα ἔχει· κατὰ τούτων γὰρ πάντα τὰ λοιπὰ κατηγορεῖται· τὸν γὰρ τινὰ ἄνθρωπον ἐρεῖς γραμματικόν· οὐκοῦν καὶ ἄνθρωπον καὶ ζῶον γραμματικὸν ἐρεῖς. Ἐπεὶ δὲ διείλομεν κατὰ τὴν τῶν πολλῶν δόξαν, πόσαι καὶ τίνες εἰσὶν οὐσίαι, ὑπόλοιπον ἂν εἴη ζητεῖν τά τε κοινῶς προσόντα καὶ τὰ ἰδίως αὐτῇ. εἰ μὲν γὰρ ἦν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἧττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρχόντων αὐτοῖς παραδόσεως· τῷ γὰρ ὁρισμῷ ἥ τε φύσις ὅλη καὶ τὰ ὑπάρχοντα αὐτῇ κατεφαίνετο· νυνὶ δὲ τῷ μὴ εὐπορεῖν τούτου, ἀλλὰ τὸ τῆς κατανοήσεως ἐν ὑπογραφῇ ποιεῖσθαι καὶ παραδείγμασιν, εἰκότως ἐδέησε τῆς τῶν ὑπαρχόντων κατανοήσεως, τῶν τε κοινῶν καὶ μάλιστα τῶν ἰδίων. καὶ πρὸς τούτοις τὸ κυρίως ἀποδιδόμενον ἴδιον κατὰ μὲν ἀκρίβειαν καὶ κυριότητα ὑφεῖται τοῦ ὁρισμοῦ, πρὸς δὲ τὴν τοῦ ὑποκειμένου σαφήνειαν καὶ φανέρωσιν ἧττον ἢ οὐδαμῶς.1 ἐπεὶ δὲ πανταχοῦ διὰ ζητήσεως τὸ ἀληθὲς ἐξευρίσκομεν, πρῶτον περιπεσούμεθα τοῖς ὁλοσχερῶς λεγομένοις ἰδίοις, καὶ διελέγξαντες αὐτὰ οὕτως ἐπὶ τέλει τὸ ἀληθὲς παραδώσομεν. Καὶ δὴ πρῶτον τῶν ἄλλων ἐκεῖνο λέγομεν, ὅτι κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί· τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὐκ εἰσιν ἐν ὑποκειμένῳ. ὁ γὰρ ἄνθρωπος καθ’ ὑποκειμένου μὲν τοῦ τινὸς λέγεται ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ τινὶ ἀνθρώπῳ ὁ ἄνθρωπός ἐστιν. ὡσαύτως δὲ καὶ τὸ ζῷον καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οὐκ ἔστι δὲ τὸ ζῷον ἐν τῷ τινὶ ἀνθρώπῳ. ἔτι τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μὲν ὄνομα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον. τῶν δέ γε δευτέρων οὐσιῶν κατηγορεῖται καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου καὶ τοὔνομα· τὸν γὰρ τοῦ ἀνθρώπου λόγον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις καὶ τὸν τοῦ ζῴου. ἔτι τὰ μὲν ἐν ὑποκειμένῳ ὄντα φθαρῆναι δύναται σωζομένων τῶν ὑποκειμένων, ὥσπερ τὸ λευκὸν ἢ τὸ μουσικόν· τὰ δὲ εἴδη καὶ τὰ γένη οὐ δύναται φθείρεσθαι μενόντων τῶν ἀτόμων καθ’ ὧν λέγονται· μᾶλλον μὲν οὖν ἐκείνων οἰχομένων τὰ καθόλου μένει. ὥστε οὐκ ἂν εἴη οὐσία τῶν ἐν ὑποκειμένῳ. οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί.2 τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὔτε γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν ἐστὶν οὔτε τὸ πεζόν. καὶ ὁ λόγος δὲ ὁ τῆς διαφορᾶς κατηγορεῖται, καθ’ οὗ ἂν λέγοιτο ἡ διαφορά, οἷον εἰ τὸ πεζὸν κατὰ τοῦ ἀνθρώπου λέγεται, καὶ ὁ λόγος ὁ τοῦ πεζοῦ κατηγορηθήσεται τοῦ ἀνθρώπου· πεζὸν γάρ ἐστιν ὁ ἄνθρωπος. ἡ γὰρ διαφορά, ποιότης οὖσα οὐσίας, τῶν τε συμβεβηκότων καὶ τῆς οὐσίας ἐστὶ σύνδεσμος, καὶ διὰ μέσης αὐτῆς τά τε συμβεβηκότα καὶ ἡ οὐσία συνάπτονται, καὶ οὕτω τῶν πάντη διαφερόντων κατὰ τάξιν φυσικὴν ἡ ἕνωσις γίνεται. ἡ γὰρ φύσις οὐκ ἄμεσον τὴν εἰς τἀναντία ποιεῖται μετάβασιν· οὐ γὰρ ἀπὸ τῶν φυτῶν ἀθρόως ἐπὶ τὰ ἐντελῆ τῶν ζῴων ἐβάδισεν· ἀλλὰ τὴν μεταξὺ τῶν ζωοφύτων οὐσίαν ὑπέστησεν, οὐδ’ ἀπὸ τοῦ λευκοῦ πρὸς τὸ μέλαν ἦλθεν, μὴ τοῦ φαιοῦ μεσιτεύοντος.3

というのも、実体に応じた道は二重であり、一方はより個別的なものたちからより普遍的かつ類的なものたちへと遡る道であり、他方は一にして共通のものを隣接しかつ同階層のものたちへと分割する道であって、実体におけるより以上のことやより以下のこと、また第一や第二ということは、深さ方向への相互検討と分割において考察されるのに対し、より以上でもより以下でもないこと、同等であること、同一であることは、幅方向の比較と並置において認識されるからである。それゆえ当然にも、第一実体の後には、他のものたちのうちこれらの種と類のみが第二実体と呼ばれる。述語づけられるものたちのうち、これらのみが第一実体を明らかにするからである。というのも、特定の人間が何であるかを誰かが答える場合、種あるいは類を答えるならば固有に答えることになるであろう。人間や動物と答えることによって、より知られやすいものとするからである。だが他のものたちのうち何かを答えるならば、たとえば白とか走っているとかその種の一切を答えるならば、異質なものを答えたことになるであろう。したがって当然にも、他のものたちのうちこれらのみが実体と呼ばれるのである。さらに第一実体は、他のすべてのものに対して基底主語となること、そして他のすべてのものがこれらについて述語づけられることによって、最も主導的に実体と呼ばれる。そして実に第一実体が他のすべてのものに対して有する関係と同様に、第一実体の種や類も残りのすべてのものに対してその関係を有している。これらについて残りのすべてのものが述語づけられるからである。というのも、特定の人間を「文法を知るもの」と言うであろうし、したがって人間や動物をも「文法を知るもの」と言うであろうからである。ところで、大衆の思惑にしたがって実体が幾つありどのようなものであるかを区分した以上、実体に共通して属するものたちと固有に属するものたちを探究することが残された課題となるであろう。もし諸類の各々の定義を答えることが可能であったならば、それらに現存するものたちを教授することに意を用いる必要は少なかったであろう。定義によって全本性とそれに現存するものたちが明示されていたであろうからである。だが今やこのことが容易ではなく、了解することが素描や実例においてなされる以上、当然にも、現存するものたち、すなわち共通のものたち、とりわけ固有のものたちを了解することが必要となった。そしてこれらに加えて、厳密に答えられる固有の性質は、正確さと主導性においては定義に劣るものの、基底主語の明瞭さと開示においては劣ることが少ないか、少しも劣らないのである。しかし私たちはどこにおいても探究を通じて真理を見出すのであるから、まずは大まかに言われる固有の性質たちに出会い、それらを論駁した上で、このようにして終わりに真理を提示することにしよう。そして実に、他のことよりまず第一に、いかなる実体についても基底主語のうちにないことが共通であると私たちは言う。というのも、第一実体はいかなる基底主語についても語られず、基底主語のうちにもないからである。そして第二実体についても、基底主語のうちにないことはこのようにしても明白である。人間は基底主語である特定の人間について語られるが、基底主語のうちにはないからである。特定の人間のうちに人間があるわけではないからである。同様に動物も基底主語である特定の人間について語られるが、動物が特定の人間のうちにあるわけではない。さらに、基底主語のうちにあるものたちにおいては、名が基底主語についていつか述語づけられることを何ものも妨げないが、定義が述語づけられることは不可能である。これに対し第二実体においては、定義も名も基底主語について述語づけられる。特定の人間について人間の定義を述語づけるであろうし、動物の定義をも述語づけるであろうからである。さらに、基底主語のうちにあるものたちは基底主語が保たれていても、白や音楽に通じていることのように滅びることができるのに対し、種や類は、それらが語られるところの不可分者たちが留まっているかぎり、滅びることはできない。むしろそれらが消え去ったとしても普遍的なものは留まるのである。したがって、基底主語のうちにあるものたちのうちに実体があることはないであろう。だがこれは実体に固有なことではなく、種差もまた基底主語のうちにないものたちに属している。というのも、「歩行する」や「二足の」は基底主語である人間について語られるが、基底主語のうちにはないからである。人間のうちに二足があるわけでも、歩行があるわけでもないからである。そして種差の定義もまた、その種差が語られるであろうものについて述語づけられる。たとえば「歩行する」が人間について語られるならば、「歩行する」の定義も人間について述語づけられるであろう。人間は歩行するものだからである。というのも、実体の性質である種差は、付帯性と実体との絆であり、これを媒介として付帯性と実体とが結び合わされ、このようにして全く異なるものたちの結合が自然の秩序にしたがって生じるからである。なぜなら自然は反対のものへの移行を無媒介に行うことはないからである。自然は植物から動物の完全なものたちへと一挙に進んだのではなく、中間に動物植物の実体を存立させたのであり、灰色が仲介することなしに白から黒へと至ったのでもないからである。

構文注3 件
  1. 1.5πρὸς δὲ τὴν τοῦ ὑποκειμένου σαφήνειαν καὶ φανέρωσιν ἧττον ἢ οὐδαμῶς

    前文の動詞 ὑφεῖται(劣る)が省略されており、比較級 ἧττον(より少なく)の後に ἢ οὐδαμῶς(あるいは全く[劣らない])が続く構文である。全体として「基底主語の明瞭さと開示に関しては、[定義に]劣ることが少ないか、あるいは全く劣らない」という控えめな優位・同等性の主張を表す。

  2. 1.5ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί

    属格 τῶν μὴ ἐν ὑποκειμένῳ は述語的位置に置かれた部分属格(「基底主語のうちにないものたちに属する/その一つである」)として機能している。主語は ἡ διαφορά、動詞は ἐστί である。

  3. 1.5μὴ τοῦ φαιοῦ μεσιτεύοντος

    否定詞 μή を伴う絶対属格構文であり、条件的なニュアンス(「灰色が仲介することなしに/仲介しないならば」)を表す。直前の否定文(οὐδὲ... ἦλθεν)の帰結を制約している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:13.9-14.28