← 作者不詳

アリストテレス『弁論術』注解

§32.10-33.30

原理と目的および希少性や難度による優劣のトポス

アリストテレス『弁論術』第1巻第7章(1364a15-37)を注解し、原理と目的のどちらを大とするかの両面的論法をレオダマスの弁論例などを通じて説明した上で、希少性・難易度・対立・欠如・状態(ヘクシス)と傾向(ディアテシス)・結果の優劣に基づく大小のトポスを順次解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0.7#4

ὁποτέρως γάρ, φησί, βούλει, τὸ προκείμενον μεῖζον δείκνυε,1 ποτὲ μὲν μείζω τὸν θεμέλιον καὶ τὴν γραμματικὴν τυχὸν κατασκεύαζε τοῦ ὀρόφου καὶ τῆς ῥητορικῆς (ἀρχαὶ γὰρ ἐκεῖνα, τὰ δὲ οὐκ ἀρχαί), ὁτὲ δὲ τὰ τέλη συλλογίζου μείζω τῶν ἀρχῶν εἶναι, εἴπερ ἐχρῄζομεν ἐκείνων, τῶν τελῶν καταστοχαζόμενοι· τοῦτο βουλόμενος ἐπάγει [a 16] καὶ γὰρ εἰ ἀρχὴ τόδε ἤγουν ἡ γραμματική, τὸ δὲ μὴ ἀρχὴ ἤγουν ἡ ῥητορική, δόξει μεῖζον εἶναι τὸ τῆς ἀρχῆς ἤτοι ἡ γραμματική. [a 17] καὶ εἰ μὴ ἀρχὴ τόδε ἀλλὰ τέλος ὡς ἡ ῥητορική, τὸ δὲ ἀρχή, κρεῖττον τὸ τέλος ἤτοι κρείττων ἡ ῥητορικὴ τῆς γραμματικῆς· τὸ γὰρ τέλος μεῖζον καὶ οὐκ ἀρχή. [a 19] τούτων τῶν ἐφ’ ἑκάτερα κατασκευῶν ἀντιστρόφως εἰσάγει τὸν Λεωδάμαντα μάρτυρα2 κατηγοροῦντα μὲν Καλλιστράτου, ἐπειδὴ ὑπέθετο τῷ Χαβρίᾳ καὶ συνεβούλευσεν ἀναιρεθῆναί τινα, καὶ μεῖζον εἶναι τὸ ἀδίκημα τούτου τοῦ βουλεύσαντος ἢ τὸ τοῦ πράξαντος διατεινόμενον (οὐ γὰρ ἂν ἐπράχθη τὸ τέλος, εἰ μὴ ἡ ἀρχὴ τῆς βουλῆς προηγήσατο), ὁτὲ δὲ τοῦ Χαβρίου μᾶλλον καταφερόμενον ὡς πράξαντος καὶ μεῖζον τοῦ βουλεύσαντος Καλλιστράτου ἔγκλημα τούτῳ προστρίβοντα ([a 22] οὐδὲ γὰρ ἂν γενέσθαι τὴν βουλὴν διετείνετο, εἰ μὴ ἦν ὁ πράξων). ὁρᾷς, ὅπως ἀμφοτέρωθεν ὁτὲ μὲν μείζω τὴν ἀρχὴν ὁτὲ δὲ τὸ τέλος κατασκευάσαι δυνάμεθα. σὺ δέ μοι ὁ συνετὸς ἀκροατὴς διελὼν ἀκριβῶς τὰ τῆς ἀρχῆς καὶ τοῦ αἰτίου σημαινόμενα (πολλαχῶς γὰρ λέγεται) εὑρὲ καὶ τῶν λεγομένων τὰ παραδείγματα προσφυῆ καὶ κατάλληλα. [a 23] καὶ τὸ σπανιώτερον μεῖζόν ἐστι μᾶλλον τοῦ ἀφθόνου, ὡς ὁ χρυσὸς μᾶλλον τοῦ σιδήρου κρείττων ὢν διὰ τὸ εἶναι χαλεπωτέραν τὴν κτῆσιν αὐτοῦ. ἄλλον δὲ τρόπον τὸ ἄφθονον μεῖζον τοῦ σπανίου διὰ τὴν χρῆσιν· τὸ γὰρ χρησιμώτατον κρεῖττον, ὅθεν καὶ τὸ “ἄριστον μὲν ὕδωρ” διὰ τὸ πολλάκις ἡμᾶς ἔχειν τὴν χρῆσιν αὐτοῦ. [a 28] καὶ ὅλως τὸ χαλεπώτερον μεῖζον τοῦ προχείρου καὶ ῥᾴονος, κάλλιον δὲ καὶ μεῖζον ὡς σπανιώτερον· ἄλλον γὰρ τρόπον κρεῖττον τοῦ χαλεπωτέρου τὸ ῥᾷον ὡς χρησιμώτερον. [a 30] καὶ ᾧ τὸ ἐναντίον μεῖζον, ὡς ἡ ὑγεία μεῖζον ἀγαθὸν ἢ ὁ πλοῦτος· ἡ γὰρ νόσος ἡ ἀντικειμένη τῇ ὑγείᾳ μεῖζον κακὸν ἢ ἡ πενία ἡ ἀντικειμένη τῷ πλούτῳ· μεῖζον οὖν ἀγαθὸν ἡ ὑγεία, ᾗ μεῖζον κακὸν ἀντίκειται. [a 31] καὶ οὗ ἡ στέρησις μείζων, ὡς 〈εἰ〉 ἡ φρόνησις μείζων τῆς ἀνδρίας, μᾶλλον χείρων ἡ στέρησις τῆς φρονήσεως ἢ τῆς ἀνδρίας· οὗ δὲ ἡ στέρησις μείζων, καὶ αὐτὸ μεῖζον. καὶ ἀρετὴ μὴ ἀρετῆς καὶ κακία μὴ κακίας μείζων· τὰ μὲν γὰρ τέλη, τὰ δὲ οὐ τέλη. οὐ τοῦτο λέγω, ὅτι ἡ ἀρετὴ μεῖζον καλὸν τῆς μὴ ἀρετῆς (τίνος γὰρ λόγου δεῖται τοῦτο καὶ ἀποδείξεως, ὅτι μείζων ἡ ἀρετὴ τῆς μὴ ἀρετῆς καὶ ἡ κακία μεῖζον κακὸν τῆς μὴ κακίας;), ἀλλ’ ὅτι αἱ ἕξεις κρείττους τῶν διαθέσεων καὶ γενέσεων ἐν ἀγαθοῖς,3 ἐν δὲ φαύλοις χείρων ἡ ἕξις τῆς διαθέσεως· οἷον εἰ ὅδε μὲν γραμματικὴν ἕξιν ἔχει, ὁ δὲ γίνεται, καὶ εἰ ὁ μὲν ἕξιν ἀνδρίας ἔχει, ὁ δὲ οὔπω, κρείττων ὁ ἔχων τὴν ἕξιν τοῦ μὴ ἔχοντος μὲν κτωμένου δὲ καὶ γινομένου· καὶ ὁ ἐν κακοῖς τισιν ἕξιν ἔχων ἢ μέθης ἢ ἀκρασίας χείρων τοῦ μήπω τὴν ἕξιν λαβόντος ἐκ τῶν καθ’ ἕκαστα. μείζω δὲ ἁπλῶς τὰ τέλη τῶν ἀτελῶν ἐν μὲν ἀγαθοῖς ἀγαθά, ἐν δὲ φαύλοις φαῦλα· μεῖζον οὖν ἀγαθὸν ἡ ὑγεία τοῦ ὑγιάζεσθαι, ὥσπερ μεῖζον κακὸν τὸ ἤδη ὂν τοῦ μὴ τέλος λαβόντος· ὥστε ἡ νόσος χείρων καὶ μείζων τοῦ νοσάζεσθαι καὶ τῆς φερούσης εἰς νόσον διαθέσεως. τὰ μὲν οὖν τέλη ἐν ἀρεταῖς μείζω ἀγαθά, τὰ δὲ φαῦλα ἐν κακοῖς μείζω κακά, τὰ δὲ μὴ τέλη ἐλάττω μὲν ἐν ἀγαθοῖς ἀγαθά, ἐλάττω δὲ ἐν κακοῖς κακά. [a 33] καὶ ὧν τὰ ἔργα καλλίω ἢ αἰσχίω, μείζω αὐτά, ὡς ἡ ἀνδρία μείζων τῆς σωφροσύνης· τὰ γὰρ ἔργα ταύτης μείζω τῶν ἔργων τῆς σωφροσύνης· ὥσπερ μείζους κακίαι, ὧν κακιῶν τὰ ἔργα αἰσχίω, ὡς ἡ μοιχεία καὶ ἡ ἀσέλγεια καὶ ἡ ἀνδροφονία χείρονες τῆς κλοπῆς καὶ ἱεροσυλίας, ἤδη δέ που καὶ ἀσεβείας διὰ τὸ εἶναι τὰ ἔργα αὐτῶν αἰσχίω, ἐπειδή, [a 35] ὡς ἔχουσι τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ἔργων, οὕτω καὶ τὰ ἐξ αὐτῶν ἀποβαίνοντα, καὶ ὡς τὰ ἐξ αὐτῶν ἀποβαίνοντα καὶ γινόμενα, οὕτως ἔχουσι καὶ αἱ ἀρχαὶ καὶ τὰ αἴτια.

なぜなら彼が言うには、君が望むどちらの仕方であっても提示されたものがより大であると示しなさい、あるときは例えば土台や文法術が屋根や弁論術より大であると論証し(なぜなら前者は原理であり、後者は原理ではないからである)、またあるときは、もしわれわれが目的を見据えつつそれら〔原理〕を必要としていたのであれば、目的のほうが原理より大であると推論しなさい。彼はこのことを望んで次を付け加えている。 [a 16]「なぜなら、もしこれが原理、すなわち文法術であり、あれが原理ではない、すなわち弁論術であるならば、原理のもの、すなわち文法術のほうがより大であると思われるであろう」。 [a 17]「また、もしこれが原理ではなく目的、例えば弁論術であり、あれが原理であるならば、目的のほうが優れている、すなわち弁論術が文法術より優れている。なぜなら目的のほうがより大であり、原理ではないからである」。 [a 19]これらの双方の方向への論証のために、彼は逆にレオダマスを証人として導入している。すなわち、[レオダマスは]カリストラトスがカブリアスに教唆し、ある者を殺害することを助言したために、彼を告発して、計画したこの者の不正のほうが実行した者のそれより大であると言い張り(なぜなら計画の原理が先行しなかったなら目的は実行されなかったはずだからである)、またあるときはむしろ実行した者としてカブリアスを攻撃し、計画したカリストラトスよりも大なる罪状を彼に負わせたのである([a 22]「なぜなら実行する者がいなかったなら計画も生じなかったはずであると言い張ったからである」)。 見よ、われわれが両方の側から、あるときは原理を、あるときは目的をより大であると論証できる次第を。しかし私の聡明な聞き手である君は、原理と原因の諸意味を厳密に区別した上で(それらは多様に語られるからである)、語られる事柄の適切で相応しい実例をも見出しなさい。 [a 23]「また、より稀なものは豊富なものよりもむしろ大である」。あたかも金がその獲得がより困難であるゆえに鉄よりもむしろ優れているように。しかし別の仕方では、豊富なもののほうが使用のゆえに稀なものより大である。最も有用なものが優れているからであり、ここから「水こそ最善である」とも[言われるのであって]、われわれがそれを頻繁に使用するからである。 [a 28]「また概して、より困難なものは手近で容易なものより大である」。そしてより稀なものとしてより美しくかつより大である。なぜなら別の仕方では、より容易なものがより有用なものとして、より困難なものより優れているからである。 [a 30]「また、その反対がより大であるもの[はより大である]」。例えば健康は富よりも大なる善である。健康に対立する病は富に対立する貧困より大なる悪だからである。したがって、より大なる悪が対立しているところの健康のほうがより大なる善である。 [a 31]「また、その喪失がより大であるもの[はより大である]」。例えばもし思慮が勇気より大であるなら、思慮の喪失は勇気の喪失よりも一層悪い。そしてその喪失がより大であるものは、それ自体もより大である。「また、徳は非徳より、悪徳は非悪徳より大である。なぜなら前者は目的であるが、後者は目的ではないからである」。私は、徳が徳ならざるものより大なる善であるということを述べているのではない(なぜなら、徳が非徳より大であり悪徳が非悪徳より大なる悪であることに、いかなる論証や証明が必要であろうか)。そうではなく、状態[ヘクシス]のほうが傾向[ディアテシス]や生成よりも善において優れており、悪においては状態のほうが傾向よりも一層悪いということである。例えば、一方が文法術の状態を持っており、他方がそれになりつつある場合、あるいは一方が勇気の状態を持っており、他方が未だ持っていない場合、状態を持っている者は、持たずに獲得しつつありそれになりつつある者より優れている。そして悪において泥酔や無自制の状態を持っている者は、個別的な行為から未だその状態を獲得していない者よりも一層悪い。端的に言って、善においては目的のほうが不完全なものより大なる善であり、悪においては大なる悪である。したがって健康は健康になりつつあることより大なる善であり、あたかも現に存在しているものが目的を獲得していないものより大なる悪であるのと同様である。それゆえ病は、病になりつつあることや病へと導く傾向よりも一層悪く、より大である。それゆえ諸徳における目的はより大なる善であり、悪においては劣悪な諸目的がより大なる悪であり、目的ではないものは善においてはより小なる善であり、悪においてはより小なる悪である。 [a 33]「また、その成果がより美しいもの、あるいはより醜いものは、それ自体がより大である」。例えば勇気は節制より大である。勇気の成果は節制の成果より大だからである。また、その成果がより醜い悪徳のほうがより大なる悪徳であるのと同様である。例えば姦通や放縦や殺人などは、それらの成果がより醜いゆえに、窃盗や神殿冒涜や、さらにはおそらく不敬虔よりも一層悪い。なぜなら、[a 35]「諸成果の原因と原理がどうあるかに応じて、それらから生じる結果もそのようであり、それらから生じ生成するものがどうあるかに応じて、諸原理と諸原因もそのようであるからである」。

構文注3 件
  1. 1.0.7ὁποτέρως γάρ, φησί, βούλει, τὸ προκείμενον μεῖζον δείκνυε

    ὁποτέρως βούλει は間接疑問または関係詞節的な副詞句「君が望むどちらの仕方であっても」として命令法 δείκνυε に係る。主節の命令法と並列して、後ろの ποτὲ μὲν... κατασκεύαζε... ὁτὲ δὲ... συλλογίζου が具体的方法を敷衍している。

  2. 1.0.7τούτων τῶν ἐφ’ ἑκάτερα κατασκευῶν ἀντιστρόφως εἰσάγει τὸν Λεωδάμαντα μάρτυρα

    τούτων τῶν ἐφ’ ἑκάτερα κατασκευῶν は「双方の方向への論証のために」という原因または目的を表す属格句。主語のない εἰσάγει はアリストテレスを指し、τὸν Λεωδάμαντα が対格目的語、μάρτυρα が述語的同格。これに κατηγοροῦντα μὲν... ὁτὲ δὲ... καταφερόμενον... προστρίβοντα という分詞句がレオダマスの両面的な弁論行動を説明するものとして懸かる。

  3. 1.0.7ἀλλ’ ὅτι αἱ ἕξεις κρείττους τῶν διαθέσεων καὶ γενέσεων ἐν ἀγαθοῖς

    先行する οὐ τοῦτο λέγω, ὅτι... に対比された主節否定に対する打消し・是正の構文(οὐ τοῦτο... ἀλλ' ὅτι...)。注解者は原文の μὴ ἀρετή を単なる徳の欠如ではなく、未だ完成した状態に至っていない「傾向(διάθεσις)」や「生成(γένεσις)」と解釈すべきであることを ὅτι 節で明確にしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:32.10-33.30