← 作者不詳

アリストテレス『弁論術』注解

§1.1-3.11

熟議の対象と聴衆に応じたエンテュメーマ

アリストテレス『弁論術』第1巻第2章(1356b34–1357a22)における弁論術の対象、聴衆の性質、エンテュメーマの構造についての注解。弁論術が取り扱う熟議の対象と、聴衆の理解力に応じた簡潔な推論(エンテュメーマ)の必要性を論じ、先行する解釈者(「あの哲学者」)の見解と比較して自身の解釈を提示している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0.0#1

​ed. Neobarii [1356b34] καὶ ἡ διαλεκτικὴ οὐ σκοπεῖ τὸ δοκοῦν τῷ καθεκάστῳ, ἀλλὰ τὸ δοκοῦν τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. οὐ τοίνυν συλλογίζεται ἐξ ὧν ἔτυχε· δοκοῦσι γάρ τινα καὶ τοῖς παραληροῦσιν ἔνδοξα· ἀλλ’ ἐκείνη μὲν συλλογίζεται ἐκ τῶν λόγου δεομένων ἤγουν τῶν λόγου ἀξίων τῶν δοκούντων τοῖς ἐλλογίμοις, ἡ δὲ ῥητορικὴ ἐκ τῶν ἤδη βουλεύεσθαι εἰωθότων ἤτοι τῶν βουλευτῶν. [1357a1] ἔστι δὲ τὸ ἔργον αὐτῆς περί τε τοιούτων, περὶ ὧν βουλευόμεθα καὶ μὴ ἔχομεν τέχνας,1 ὥσπερ καὶ ἐν τοῖς Ἠθικοῖς εἶπε, περὶ τίνων ἐστὶν ἡ βούλευσις, ὅτι οὔτε περὶ τῶν ἀναγκαίων, εἰ κινηθῇ ὁ ἥλιος ἢ ἀνατελεῖ, οὔτε περὶ τῶν ἀδυνάτων, εἰ σύμμετρος ἡ διάμετρος, οὔτε περὶ ὧν ἔστι τέχνη καὶ ἐπιστήμη, οἷον εἰ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· ἀεὶ γὰρ οὕτως ἔχει, κἂν μὴ βουλευσώμεθα, τὰ ἀναγκαῖα· καὶ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι οὐκ ἀπὸ βουλῆς ἀλλ’ ἐπιστήμῃ διδάσκονται. τοίνυν βουλευόμεθα περὶ τούτων, ὧν οὐκ ἔχομεν τέχνας, [a 3] καὶ ἐν τοιούτοις ἀκροαταῖς, οἳ οὔκ εἰσι προειλημμένοι· τοῦτο γὰρ βούλεται λέγειν ἐκ τοῦ εἰπεῖν οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν τὰ λεγόμενα ἐκ τοῦ μὴ προειλῆφθαι·2 ἡνίκα γὰρ οὐκ ἔστι προειλημμένος, ἀκολουθεῖ ταῖς πίστεσι τοῦ λέγοντος κατὰ μικρὸν καὶ συμπεραίνει ἠρέμα προσέχων ἑκάστῳ τῶν λεγομένων καὶ διανύων ‘ἡσύχῳ ποδὶ’ τὸ τοῦ λόγου τὴν εἰς γνῶσιν τῶν λεγομένων ἄγουσαν ὁδόν, οὐ μέντοι πόρρωθεν συλλογιζόμενος ὡς προειδὼς τὸ λεγόμενον. καὶ ἐν ἀκροαταῖς. ἤ, ὡς ἔφθην ὑφηγησάμενος, ἢ οὕτως ‘οὐ δεινοῖς διαλεκτικοῖς οὐδὲ συλλογιζομένοις καὶ σοφισταῖς· πεζὸς γὰρ καὶ καταλογάδην ὁ λόγος· οἱ δ’ ἀκροαταὶ οὐ δύνανται διὰ πολλῶν τεθέντων παρὰ τοῖς ῥήτορσι συνορᾶν καὶ θεωρεῖν τὸ ἐκ τῶν πολλῶν συναγόμενον, οὐδὲ συλλογίζεσθαι πόρρωθεν δύναται καὶ λέγειν, ὅτι ὅδε ὁ ῥήτωρ ἐκ τῆς ὁμωνυμίας ταύτης ἢ τούτου τοῦ νῦν τεθέντος λόγου μέλλει πιθανολογεῖν τε καὶ ψεύδεσθαι, εἰ καὶ πολλὰ παρεμπλέκει μεταξύ. [a 4] βουλευόμεθα δὲ περὶ τῶν ἐνδεχομένων γίνεσθαι ἀμφοτέρως ἔχειν, ἤγουν βουλευτέον περὶ τῶν ἐπαμφοτεριζόντων, οἷον ‘εἰ μὲν πλεύσω καὶ ἐμπορεύσομαι, πλουτήσω, εἰ δ’ ἡσυχάσω καὶ μελέτῃ λόγων προσέξω, θεωρητικὸς γενήσομαι’. [a 5] περὶ γὰρ τῶν ἀδυνάτων ἄλλως ἔχειν οὐδεὶς ὡς εἴπομεν βουλεύεται· ἀεὶ γάρ εἰσιν ἀδύνατα, ὡς τὰ ἀναγκαῖα ἀεὶ ὄντα. [a 7] ἐνδέχεται δὲ συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μὲν ἐξ ἀποδεδειγμένων πρότερον, οἷον ‘συλλογίσασθαι βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀπηγγελκότα ἀληθές’ καὶ τὰ ἑξῆς, τὰ δὲ ἐξ ἀσυλλογίστων μὲν δεομένων δὲ συλλογισμοῦ διὰ τὸ μὴ εἶναι ἔνδοξα, οἷον 〈ὁ〉 θάπτων νεοσφαγὲς σῶμα· ‘εἰ μὲν μὴ παρίστασο μηδὲ ἔθαπτες, εἰ μὴ ἦν τὸ σῶμα νεοσφαγές, οὐκ ἂν ὑποψίαν δέδωκας’· ταῦτα λέγει δεόμενα συλλογισμοῦ καὶ ἀποδείξεως διὰ τὸ μὴ εἶναι ἔνδοξα. [a 10] ἀνάγκη δὲ τούτων τῶν λεγομένων τὰ μὲν μὴ εἶναι εὐπαρακολούθητα διὰ τὸ εἶναι πολλά, τὸν δὲ ἀκροατὴν μὴ προειλημμένον, τὰ δὲ μὴ πιθανὰ εἶναι διὰ τὸ μὴ εἶναι αὐτόπιστα μηδὲ ὁμολογούμενα. [a 13] ὥστε ἀναγκαῖον ἐντεῦθεν εἶναι 〈τό τε ἐνθύμημα〉 καὶ τὸ παράδειγμα, ἵνα καὶ πιθανὸς ὁ λόγος ᾖ καὶ ἀγωνιστικὸς καὶ ἀναγκαστικὸς ἐκ τῶν προτάσεων τοῦ ἐνθυμήματος καὶ τῆς ἐπαγωγῆς καὶ ἵνα εὐσύνοπτος ᾖ καὶ συντετμημένος καὶ εὐεπακολούθητος. [a 16] δεῖ δὲ καὶ ἐξ ὀλίγων λέγειν καὶ κατασκευάζειν τὸ λεγόμενον καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ συλλογισμός· τοῦ γὰρ συλλογισμοῦ ὄντος ἐκ δύο προτάσεων τὸ ἐνθύμημα ἔχει μίαν. ὃ γοῦν λέγει, τοιοῦτόν ἐστιν ὅτι ‘συντομίας φροντίζων καὶ βραχυλογίας ἐκ μιᾶς προτάσεως συμπέραινε τὸ λεγόμενον· τὸ γὰρ ἄλλο συνεννοεῖται τῷ ἀκροατῇ· ἐὰν γὰρ ᾖ γνώριμον, οὐδὲν δεῖ προστιθέναι’. [a 19] καὶ ἐπιφέρει τὸ παράδειγμα, οἷον ‘ὅδε ὁ Δωριεὺς Ὀλύμπιον ἀγῶνα νενίκηκε’· συμπέραινε οὖν ‘στεφανίτης ἄρα, τὴν δὲ μείζονα τὴν λέγουσαν, ὅτι πᾶς ὁ Ὀλύμπια νικῶν στεφανίτης, ἔασον· νοεῖται γὰρ καὶ μὴ προστεθεῖσα. οὕτω μὲν ἡ ἀλήθεια κατ’ ἐμὲ διαφαίνεται. ὁ μέντοι φιλόσοφος οὕτως ἐξηγήσατο τὸ ῥητὸν τὸ λέγον, ὅτι [a 16] καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός·3 ἔφη γάρ, ὅτι πρῶτον μὲν ἀποδεῖξαι δεῖ τὸ πρᾶγμα διὰ λόγων μακροτέρων, εἶτα συλλογίσασθαι ἐκεῖνο διὰ λόγων ἐλαττόνων· ὡς καὶ ὁ Δημοσθένης ‘συλλογίσασθαι βούλομαι τὰ κατηγορηθέντα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀληθὲς ἀπηγγελκότα’ καὶ τὰ ἑξῆς. δεῖ γοῦν ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ὕστερον συλλογίζεσθαι ἢ ἐκ τοσούτων καὶ τοσαῦτα λέγειν, ἐξ ὧν ὁ πρῶτος συλλογισμὸς ἤγουν ἡ τοῦ πράγματος διὰ μακροῦ ἀφήγησις.

ネオバリオス編 [1356b34] そして弁証術は各人にとって思われる事柄を考察するのではなく、大多数の人々あるいは知者たちに思われる事柄を考察する。したがって、手当たり次第の事柄から推論するのではない。なぜなら譫妄状態にある者たちにとっても、ある事柄はもっともらしく思われるからである。しかし弁証術は言論を必要とする事柄、すなわち言論に値し、高名な人々に思われている事柄から推論するのに対し、弁論術はすでに熟議されるのが常である事柄、すなわち熟議の対象となる事柄から推論する。[1357a1] そして弁論術の働きは、私たちが熟議しつつもそれについての技術を持たないような事柄に関わっている。ちょうど彼が『倫理学』においても、熟議がどのような事柄に関するものであるかについて、太陽が運動するか昇るかといった必然的な事柄に関するものでもなく、対角線が[辺と]通約可能であるかどうかといった不可能な事柄に関するものでもなく、また例えば三角形の三つの角が二直角に等しいかどうかといった、技術と学知が存在する事柄に関するものでもない、と述べたのと同様である。なぜなら必然的な事柄は、私たちが熟議しなくとも常にこのようにあり、三角形の三つの角も熟慮からではなく学知によって教えられるからである。それゆえ私たちは、技術を持たないこれら事柄について熟議するのである。[a 3] そして予断を抱いていない、そのような聴衆において熟議するのである。なぜなら彼が「多くの事柄を通して述べられた事柄を総観することができない」と言ったことによって言おうとしているのは、あらかじめ理解していないということから生じる事態だからである。なぜなら[聴衆が]予断を抱いていないときは、語り手の説得手段に少しずつ従い、述べられる事柄の各々に静かに注意を払い、いわば「静かな足取り」で述べられた事柄の認識へと導く道を最後まで辿りながら結論を導くのであって、述べられた事柄をあらかじめ知っているかのように遠くから推論するのではないからである。そして「聴衆において」とは、あるいは私が先に手引きしたように、あるいはこのように[解釈される]。「手ごわい弁証家でもなく、推論を行う者やソフィストでもない者たちにおいて。なぜなら語りは散文的で口語的だからである。そして聴衆は、弁論家たちのもとで置かれた多くの前提を通して、多くの事柄から帰結される事柄を総観し考察することができず、また遠くから推論して、この弁論家がこの同音異義性から、あるいは今置かれたこの言論から、途中に多くの事柄を織り交ぜているとしても、もっともらしく語って欺こうとしているのだ、と言うこともできないからである」。[a 4] 「そして私たちは、両様のあり方になりうる事柄について熟議する」、すなわち両義的な事柄について熟議すべきなのであり、例えば「もし航海して交易に従事すれば富裕になるだろうが、もし平穏に過ごして言論の修練に専念すれば観想的な人間になるだろう」というような事柄である。[a 5] なぜなら、私たちが言ったように、異なるあり方をしえない事柄については誰も熟議しないからである。なぜなら必然的な事柄が常に存在するように、それらは常に不可能だからである。[a 7] 「そして推論し論証することは、ある事柄については以前に論証された事柄から」、例えば「私は告発された事柄を推論したい。ピリッポスが何一つ真実を告げていないことを論証した」などに拠ることも可能であり、「またある事柄については、推論されていないが、もっともらしくないことのために推論を必要とする事柄から」、例えば新たに殺害された死体を埋葬している者のように、「もし立ち会わず埋葬もしなかったなら、もし死体が新たに殺害されたものでなかったなら、疑いを招かなかったであろう」に拠ることも可能である。彼はこれらが、もっともらしくないことのために推論と論証を必要とする事柄であると言っているのである。[a 10] 「そして、これら述べられる事柄のうちのあるものは、多数であるために容易に追随しがたいものであり、聴衆が予断を抱いていないためでもあり、あるものは自ら信憑性を持たず同意されてもいないために説得力がないものであることは必然である」。[a 13] 「したがって、言論が説得的であり、かつエンテュメーマの諸前提と帰納から論争的・必然的であり、また一目で把握でき簡潔で容易に追随しうるものであるために、そこからエンテュメーマと例証が存在することは必然である」。[a 16] 「また僅かな事柄から、そしてしばしば推論がそれから成り立つ事柄よりも少ない事柄から、述べられる事柄を語り構成せねばならない」。なぜなら推論が二つの前提から成るのに対し、エンテュメーマは一つを持つからである。ともかく彼が言っているのは、「簡潔さと簡約さを心掛け、一つの前提から述べられる事柄の結論を導け。なぜならもう一方は聴衆によってともに理解されるからである。もし周知であるなら、付け加える必要はまったくない」ということである。[a 19] そして彼は例証を付け加える。例えば「このドリエウスはオリュンピアの競技に勝利した」というものである。それゆえ「ゆえに花冠を受ける者である」と結論せよ。「オリュンピアに勝利するすべての者は花冠を受ける者である」という大前提は省いておけ。なぜなら付け加えられなくとも理解されるからである。私によれば、真理はこのようにして明らかになる。しかしあの哲学者は、[a 16] 「そして僅かな事柄から、またしばしば第一の推論がそれから成り立つ事柄よりも少ない事柄から」という箇所について、次のように解釈した。なぜなら、まず第一に事柄をより長い言論を通じて論証し、次いでその事柄をより少ない言論を通じて推論せねばならない、と彼は述べたからである。デモステネスが「私は告発された事柄を推論したい。ピリッポスが真実を何一つ告げていないことを論証した」などと述べたようにである。ともかく、第一の推論、すなわち事柄の長い説明がそれから成り立っていたような、それほど多くの事柄からそれほど多くのことを語るよりも、僅かな事柄から、そしてしばしばより少ない事柄から後で推論せねばならないのである。

構文注3 件
  1. 1.0.0περὶ τοιούτων, περὶ ὧν βουλευόμεθα καὶ μὴ ἔχομεν τέχνας

    関係代名詞 ὧν は先行詞 τοιούτων を受け、続く節内の動詞 βουλευόμεθα(περί を伴う)および ἔχομεν τέχνας(「〜に関する技術を持つ」という目的格的属格)の双方にかかっている。前置詞 περί が関係節内でも省略されず反復されている(περὶ ὧν)。

  2. 1.0.0τοῦτο γὰρ βούλεται λέγειν ἐκ τοῦ εἰπεῖν οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν τὰ λεγόμενα ἐκ τοῦ μὴ προειλῆφθαι

    文構造は、主動詞 βούλεται λέγειν の主語がアリストテレス。最初の ἐκ τοῦ εἰπεῖν... は「…と言ったことによって」という手段・根拠を表し、末尾の ἐκ τοῦ μὴ προειλῆφθαι は「あらかじめ理解していないということから[生じる事態を言おうとしている]」という説明の内容的帰結・原因を表す。二つの ἐκ τοῦ 句が引用部分を挟み込む構造になっている。

  3. 1.0.0καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός

    比較構文 ἐλαττόνων ἢ ἐξ ὧν... において、比較級 ἐλαττόνων は前置詞 ἐκ を共有しており(ἐξ ἐλαττόνων の省略)、接続詞 ἤ の後にも前置詞句 ἐξ ὧν が繰り返されている。関係節内の述語は動詞 ἐστίν または συνίσταται が省略されている(「第一の推論がそれらから成り立つものよりも」)。注釈者はここで自身の解釈(前提の省略)と別の解釈者(「あの哲学者」:予備的論証と本論証の対比)の二重の読みを対比させている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:1.1-3.11