← ダヴィド・アンハグト

ポルピュリオス『イサゴゲー』注解

§98.15-99.28

全体と普遍の区別と五つの普遍概念の配列順序

ダヴィドは「全体」と「普遍」の区別を示して異論に答えた後、五つの普遍概念の配列順序(類・種差・種・固有性・付帯性)の根拠を、本質性と非本質性、包摂関係、普遍性の度合い、換位可能性の観点から論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1.1#2

πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐκ ἔστι τοῦτο ὅλον, ἀλλὰ καθόλου· ἄλλο γάρ ἐστι τὸ ὅλον καὶ ἄλλο τὸ καθόλου· τὸ μὲν γὰρ καθόλου ὁμοειδῶς ἐν ἑκάστῳ τῶν εἰδῶν αὐτοῦ καὶ τῶν ἀτόμων θεωρεῖται, οἷον τὸ καθόλου ζῷον ὁμοειδῶς ἐν παντὶ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· καὶ γὰρ ὁ ἄνθρωπος ζῷόν ἐστι καὶ ὁ ἵππος ζῷόν ἐστι καὶ ὁ κύων ὁμοίως. καὶ ἐν παντὶ δὲ τῶν ἀτόμων αὐτοῦ ὁμοτίμως θεωρεῖται· καὶ γὰρ καὶ ὁ Σωκράτης ζῷόν ἐστι καὶ ὁ Πλάτων. τὸ δὲ ὅλον οὐ θεωρεῖται ὁμοτίμως ἐν παντὶ τῶν μερῶν· καὶ γὰρ ὁ Σωκράτης οὐ θεωρεῖται ἐν χειρὶ μόνῃ ἢ ἐν ποδὶ μόνῳ ἢ ἐν τῇ κεφαλῇ μόνῃ ἀλλ’ ἐν ὅλοις ἅμα τοῖς μέρεσιν· οὔτε γὰρ ἡ χεὶρ τοῦ Σωκράτους Σωκράτης ἐστὶν οὔτε ἡ κεφαλή, ἀλλ’ ἅμα πάντα τὰ μέρη. Ἔλθωμεν τοίνυν καὶ εἴπωμεν περὶ τῆς τάξεως τῶν πέντε φωνῶν. ἰστέον ὅτι, ὡς ἐμάθομεν ἐν τῷ σκοπῷ, ἡνίκα τὴν διαίρεσιν τῆς φωνῆς ἐποιούμεθα, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ διαφορὰ οὐσιώδη εἰσί, τὸ δὲ ἴδιον καὶ τὸ συμβεβηκὸς ἐπουσιώδη. ἔστι δὲ καὶ τὸ ἴδιον πολλάκις οὐσιῶδες, ὡς ἐκεῖ μεμαθήκαμεν. ἐπειδὴ οὖν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος μόνως οὐσιώδη εἰσί, τὸ δὲ συμβεβηκὸς ἐπουσιῶδες καὶ τὸ ἴδιον ὁμοίως (εἰ καὶ εὕρηται οὐσιῶδες, ἀλλ’ οὖν οὐκ ἀεί ἐστιν οὐσιῶδες), τούτου χάριν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος προτερεύουσι τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος· τὸ γὰρ οὐσιῶδες τιμιώτερον τοῦ ἐπουσιώδους ἐστίν, εἴ γε τὸ μὲν οὐσιῶδες παρὸν μὲν σῴζει ἀπὸν δὲ φθείρει1 (καὶ γὰρ τὸ λογικὸν παρὸν μὲν συνίστησι τὸν ἄνθρωπον ἀπὸν δὲ φθείρει αὐτόν· τοῦ γὰρ λογικοῦ ἀπόντος οὐδὲ ἄνθρωπός ἐστι), τὸ δὲ ἐπουσιῶδες ἤγουν τὸ ἐπὶ τῆς οὐσίας ὄν, τοῦτ’ ἔστι τὸ συμβεβηκός, οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει· καὶ γὰρ τὸ λευκὸν οὔτε παρὸν συνίστησι τὸν ἄνθρωπον οὔτε ἀπὸν φθείρει αὐτόν· ἐνδέχεται γὰρ μὴ ὄντα λευκὸν τὸν ἄνθρωπον ἀλλὰ μέλανα ἄνθρωπον εἶναι.2 τούτου οὖν χάριν, ὡς εἴρηται, τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος προτερεύουσι τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος. τὸ δὲ γένος προτερεύει τῆς διαφορᾶς, ἐπειδὴ τὸ γένος περιέχει ἐν ἑαυτῷ τὰς διαφοράς· καὶ γὰρ τὸ καθόλου ζῷον περιέχει ἐν ἑαυτῷ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον. ἡ δὲ διαφορὰ προτερεύει τοῦ εἴδους, ἐπειδὴ ἡ διαφορὰ καθολικωτέρα ἐστὶ τοῦ εἴδους· καὶ γὰρ τὸ λογικὸν τοῦ ἀνθρώπου καθολικώτερόν ἐστι· φέρεται γὰρ κατὰ πλειόνων· οὐ μόνον γὰρ ὁ ἄνθρωπος λογικός ἐστιν ἀλλὰ καὶ ἄγγελος καὶ δαίμων. τὸ δὲ εἶδος προτερεύει τοῦ ἰδίου, ἐπειδὴ τὸ μὲν εἶδος μόνως οὐσιῶδές ἐστι, τὸ δὲ ἴδιον οὐκ ἔστι μόνως οὐσιῶδες, ὡς εἴρηται· τὰ δὲ οὐσιώδη, ὡς δέδεικται, τιμιώτερά εἰσι τῶν ἐπουσιωδῶν. τὸ δὲ ἴδιον προτερεύει τοῦ συμβεβηκότος, ἐπειδὴ τὸ μὲν συμβεβηκὸς μόνως ἐπουσιῶδές ἐστι, τὸ δὲ ἴδιον καὶ οὐσιῶδες καὶ ἐπουσιῶδες· εὐλόγως οὖν προτερεύει τὸ ἴδιον· καὶ γάρ, ὡς δέδεικται, τὸ οὐσιῶδες τιμιώτερόν ἐστι τοῦ ἐπουσιώδους. κατ’ ἄλλον δὲ λόγον προτερεύει τὸ ἴδιον τοῦ συμβεβηκότος, ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει (δύναμαι γὰρ εἰπεῖν ὅτι εἴ τι ἄνθρωπος, καὶ γελαστικόν, καὶ εἴ τι γελαστικόν, καὶ ἄνθρωπος· μόνῳ γὰρ τῷ ἀνθρώπῳ τὸ γελαστικὸν ἕπεται), τὸ δὲ συμβεβηκὸς οὐκ ἀντιστρέφει· οὐ δύναμαι γὰρ εἰπεῖν ὅτι εἴ τι κύκνος, λευκόν, καὶ εἴ τι λευκόν, κύκνος· οὐ γὰρ ἀληθεύει ὁ λόγος· ἰδοὺ γὰρ καὶ ἡ χιὼν καὶ τὸ ψιμύθιον λευκά εἰσι καὶ οὐκ εἰσι κύκνοι. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.

彼らに対しては、これは全体ではなく普遍であると言うことができる。というのも、全体と普遍とは別のものであるからだ。実際、普遍はその種や個物の各々において等しい種として観取され、たとえば普遍的な動物は、その種のすべてにおいて等しい種として観取される。実際、人間も動物であり、馬も動物であり、犬も同様である。またその個物のすべてにおいても等しい資格で観取される。実際、ソクラテスも動物であり、プラトンもそうである。これに対して全体は、部分のすべてにおいて等しい資格で観取されるのではない。実際、ソクラテスは手においてのみ観取されるのでも、足においてのみ観取されるのでも、頭においてのみ観取されるのでもなく、すべての部分が合わさった全体において観取される。なぜなら、ソクラテスの手も頭もソクラテスなのではなく、すべての部分が合わさってそうだからである。それでは、五つの普遍概念の順序について論じることに進もう。知るべきこととして、目標の箇所で私たちが学んだように、声の分割を行った際、類と種と種差は本質的であり、固有性と付帯性は非本質的である。しかし、あそこで学んだように、固有性もしばしば本質的である。それゆえ、類と種差と種は純粋に本質的であり、付帯性は非本質的であって、固有性も同様である(たとえ本質的であることが見出されるとしても、常に本質的であるわけではない)ので、このゆえに類と種差と種は、固有性と付帯性よりも先行する。なぜなら、もし本質的なものが、現前していれば維持し不在であれば消滅させる(実際、理性的であることは現前していれば人間を構成し、不在であればそれを消滅させる。なぜなら理性的であることが不在であれば、人間でもないからだ)のに対して、非本質的なもの、すなわち本質の上にあるもの、すなわち付帯性は、現前していても維持せず、不在であっても消滅させない(実際、白いことは現前していても人間を構成せず、不在であってもそれを消滅させない。なぜなら、人間は白くなく黒くても、人間であることが可能だからである)とするならば、本質的なものは非本質的なものよりも尊貴であるからだ。それゆえ、言われたように、このゆえに類と種差と種は固有性と付帯性よりも先行するのである。そして類が種差に先行するのは、類がそれ自身のうちに諸々の種差を含んでいるからである。実際、普遍的な動物はそれ自身のうちに理性的であることと非理性的であることの双方を含んでいる。また種差が種に先行するのは、種差が種よりも普遍的であるからである。実際、理性的であることは人間よりも普遍的である。なぜなら、より多くのものについて述べられるからだ。実際、人間だけでなく天使もダイモーンも理性的であるからである。他方、種が固有性に先行するのは、種は純粋に本質的であるのに対し、言われたように固有性は純粋に本質的ではないからである。そして示されたように、本質的なものは非本質的なものよりも尊貴である。また固有性が付帯性に先行するのは、付帯性は純粋に非本質的であるのに対し、固有性は本質的でもあり非本質的でもあるからである。それゆえ固有性が先行するのは理にかなっている。なぜなら示されたように、本質的なものは非本質的なものよりも尊貴であるからだ。また別の理由によっても固有性は付帯性に先行する。すなわち、固有性は換位するが(実際、「何かが人間であるなら、笑うことができるものでもあり、何かが笑うことができるものであるなら、人間でもある」と言うことができる。なぜなら、笑うことができることは人間にのみ伴うからである)、付帯性は換位しないからである。というのも、「何かが白鳥であるなら白く、何かが白いなら白鳥である」と言うことはできないからである。実際、その言明は真ではない。なぜなら見よ、雪も鉛白も白くはあるが、白鳥ではないからである。現在の講義が含むのはこれらのことがらである。

構文注2 件
  1. 2.1.1εἴ γε τὸ μὲν οὐσιῶδες παρὸν μὲν σῴζει ἀπὸν δὲ φθείρει

    接続詞 εἴ γε は根拠を示す条件節(「〜であるとするなら」「〜である限りにおいて」)を導き、主節「本質的なものは非本質的なものよりも尊貴である」(τὸ γὰρ οὐσιῶδες τιμιώτερον τοῦ ἐπουσιώδους ἐστίν)に対する理由・前提を提示している。παρὸν と ἀπὸν はそれぞれ時・条件を表す付帯状況分詞。

  2. 2.1.1ἐνδέχεται γὰρ μὴ ὄντα λευκὸν τὸν ἄνθρωπον ἀλλὰ μέλανα ἄνθρωπον εἶναι

    非人称動詞 ἐνδέχεται に従属する対格不定詞構文。意味上の主語は τὸν ἄνθρωπον、主不定詞は εἶναι、述語補語は ἄνθρωπον。分詞句 μὴ ὄντα λευκὸν ... ἀλλὰ μέλανα は主語 τὸν ἄνθρωπον に一致する譲歩的・付帯状況の分詞構文であり、「人間が白くなく黒いとしても、[なお]人間であることが可能である」という構造を成す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:98.15-99.28