← ダヴィド・アンハグト

ポルピュリオス『イサゴゲー』注解

§185.7-187.2

種差の程度の非受容性と種差の組み合わせ

ダヴィドはポルピュリオス本文に従い、実体の類や本質的種差が程度の差(より以上・より以下)を受け入れない理由を検討する。続いて構成的種差と分割的種差の関係、および二項対立の種差を組み合わせた際に成立する種(組み合わせ)の数についてプラトンとアリストテレスの相違を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.26.9

p. 9,18 Οὔτε γὰρ τὸ γένος μᾶλλον καὶ ἧττον κατηγορεῖται, οὗ ἂν ᾖ γένος,1 οὔθ’ αἱ τοῦ γένους διαφοραί. Φησὶν ὅτι τὸ ζῷον οὐκ ἔστι μᾶλλον ἵππου ἤπερ ἀνθρώπου οὔτε τὸ λογικόν, ὃ λέγεται οὐσιῶδες, μᾶλλόν ἐστι Σωκράτους ἤπερ Πλάτωνος. διὰ τοῦτο τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχονται.

「類も、それが類であるところのものについて、より多くあるいはより少なく述語付けられることはなく、類の種差もそうではないからである。」 彼は、「動物」は馬について人間についてよりもより多くあるわけではなく、本質的と言われる「理性的」もソクラテスについてプラトンについてよりもより多くあるわけではない、と言っている。それゆえ、これらはより以上とより以下を受け入れない。

§2.26.10

p. 9,20 Αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι. Τοῦτ’ ἔστι τὴν φύσιν καὶ τὸν ὁρισμόν.

「各々の定義を充たすもの。」 すなわち本性と定義を[充たすもの]。

§2.26.11

p. 9,21 Τὸ δὲ εἶναι ἑκάστῳ ἓν καὶ τὸ αὐτὸ οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενόν ἐστι. Εἴπομεν ὅτι τούτῳ τῷ λόγῳ καὶ τὸ λευκόν, οὗ ἐστι λευκόν, καὶ μόνον εἶδος ὑπάρχον, οὐκ ὀφείλει τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι. τί δέ ἐστι τὸ αἴτιον; τὸ ἀπλατὲς καὶ τὸ ἐν πλάτει θεωρούμενον.

「そして各々の存在は一にして同一であり、強まりも弛まりも受け入れるものではない。」 我々はこの論拠によれば、白も、それが白であるところのものについて、かつ単なる種として存在している場合、より以上とより以下を受け入れるべきではない、と述べた。ではその原因は何であるか。幅のないものと幅のうちに考察されるものとである。

§2.26.12

p. 9,22 Ἢ κεχρῶσθαί πως. Τοῦτ’ ἔστι χρῶμα ἐμφαίνειν ἢ τὸ ξανθὸν ἢ τὸ λευκὸν ἤ τι τοιοῦτον.

「あるいは何らかの仕方で色づいていること。」 すなわち、黄褐色あるいは白色あるいは何かそのような色を表すことである。

§2.26.13

p. 10,2 Αἱ δὲ καθ’ ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται. Τοῦτ’ ἔστιν αἱ συστατικαί.

「そして分割されたものがそれらに従って種を成すような[種差]。」 すなわち構成的[種差]である。

§2.26.14

p. 10,5 Αἱ μὲν τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ διαφοραὶ ὑποστατικαί εἰσι τῆς τοῦ ζῴου οὐσίας. Ὧδε δεικνύει ὅτι οὐχ αἱ αὐταί εἰσι διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαὶ ἐπὶ τοῦ αὐτοῦ λαμβανόμεναι.

「有魂と感覚的の種差は、動物の実体の成立的[種差]である。」 ここで彼は、同一のものについて取られた場合、構成的種差と分割的種差とは同じものではない、ということを示している。

§2.26.15

p. 10,12 Ἀλλ’ αἱ μὲν τοῦ λογικοῦ καὶ θνητοῦ διαφοραὶ συστατικαὶ γίνονται τοῦ ἀνθρώπου. Ἓξ οὖν εἰσι συζυγίαι ἐπὶ ταύτης τῆς διαιρέσεως· λογικὸν ἄλογον, θνητὸν ἀθάνατον, λογικὸν θνητόν, λογικὸν ἀθάνατον, ἄλογον θνητόν, ἄλογον ἀθάνατον, ὧν κατὰ μέν τινας δύο εἰσὶν ἀσύστατοι τέσσαρες δὲ συνιστάμεναι, κατὰ δὲ ἄλλους τρεῖς ἀσύστατοι καὶ τρεῖς συνιστάμεναι. καὶ εἰ μὲν τρεῖς εἰσιν αἱ συνιστάμεναι, εὑρίσκονται δύο ὑπάλληλοι καὶ μία διαγώνιος· εἰ δὲ τέσσαρές εἰσιν αἱ συνιστάμεναι, εὑρίσκονται δύο ὑπάλληλοι καὶ δύο διαγώνιοι. καὶ ὁ μὲν Πλάτων βούλεται εἶναι τέσσαρας, λογικὸν ἀθάνατον καὶ λογικὸν θνητὸν καὶ ἄλογον θνητὸν καὶ ἄλογον ἀθάνατον, τὰς δὲ ἐναντίας φησὶν ἀσυστάτους, λογικὸν ἄλογον καὶ θνητὸν ἀθάνατον, καὶ προέφερε τὸν ποιητὴν λέγοντα ὅτι ἔστιν ἄλογον ἀθάνατον ἐν τῷ λέγειν ἡ δ’ ἀθάνατον κακόν ἐστιν.2 ὁ Ἀριστοτέλης δὲ τρεῖς εἶναι βούλεται· οὐ δέχεται γὰρ τὸ ἄλογον ἀθάνατον. ᾧ καὶ ἀκολουθεῖ ὁ Πορφύριος· τρεῖς γὰρ εἶναι λέγει· οὕτω γὰρ καὶ κατ’ ἀρχὴν ἐπηγγείλατο τοῖς Περιπατητικοῖς ἀκολουθεῖν.

「しかし理性的と可死性の種差は人間の構成的[種差]となる。」 それゆえ、この分割においては六つの組み合わせがある。理性的と非理性的、可死性と不死性、理性的と可死性、理性的と不死性、非理性的と可死性、非理性的と不死性である。これらのうち、ある人々によれば二つが両立不可能で四つが両立し、他の人々によれば三つが両立不可能で三つが両立する。そしてもし両立するものが三つであるなら、二つの縦の組み合わせと一つの対角的な組み合わせが見出される。他方、もし両立するものが四つであるなら、二つの縦の組み合わせと二つの対角的な組み合わせが見出される。プラトンは、理性的で不死なもの、理性的で可死なもの、非理性的で可死なもの、非理性的で不死なものの四つがあるとし、対立するもの、すなわち理性的で非理性的なもの、可死で不死なものは両立不可能であると主張し、詩人が「かのものは不死の禍いである」と言うことによって非理性的で不死なものが存在すると述べていることを持ち出した。しかしアリストテレスは三つがあることを望む。非理性的で不死なものを受け入れないからである。ポルピュリオスも彼に従っており、三つがあると言う。彼は冒頭でも逍遙学派に従うと約束していたからである。

§2.26.16

p. 10,14 Οὕτω δὲ καὶ τῆς ἀνωτάτω οὐσίας. Πάλιν οὕτως ἔχει καὶ ἡ οὐσία· ἔστι γὰρ διελεῖν αὐτὴν εἴς τε τὸ ἔμψυχον καὶ ἄψυχον καὶ αἰσθητικὸν καὶ ἀναίσθητον. ἐπὶ τούτων δὲ ἕξ εἰσι συζυγίαι· ἔμψυχον ἄψυχον, αἰσθητικὸν ἀναίσθητον, ἔμψυχον αἰσθητικόν, ἔμψυχον ἀναίσθητον, ἄψυχον αἰσθητικόν, ἄψυχον ἀναίσθητον. καὶ ἐπὶ τούτων δὲ ὁμοίως τρεῖς εἰσι συνιστάμεναι καὶ τρεῖς ἀσύστατοι. καὶ συνιστάμεναι μὲν αἱ δύο ὑπάλληλοι, ἔμψυχον αἰσθητικόν, ἄψυχον ἀναίσθητον, καὶ μία διαγώνιος ἔμψυχον ἀναίσθητον. οὐ συνίστανται δὲ αἱ δύο ἀντικείμεναι, ἔμψυχον ἄψυχον καὶ αἰσθητικὸν ἀναίσθητον, οὔτε ἡ μία τῶν διαγωνίων ἄψυχον αἰσθητικόν.

「最上位の実体についても同様である。」 実体についても再び同様である。実体を有魂と無魂、感覚的と非感覚的とに分割しうるからである。そしてこれらについても六つの組み合わせがある。有魂と無魂、感覚的と非感覚的、有魂で感覚的、有魂で非感覚的、無魂で感覚的、無魂で非感覚的である。そしてこれらについても同様に三つが両立し、三つが両立不可能である。すなわち両立するのは二つの縦の組み合わせである有魂で感覚的なもの、無魂で非感覚的なものと、一つの対角的な組み合わせである有魂で非感覚的なものである。対立する二つである有魂かつ無魂なもの、感覚的かつ非感覚的なものと、対角的な組み合わせの一つである無魂で感覚的なものとは両立しない。

§2.26.17

p. 10,19 Εἰδοποιοὶ πᾶσαι κέκληνται. Ἀντὶ τοῦ συστατικαί. διὰ τί δέ; εἰρήκαμεν ὅτι τιμιώτεραί εἰσι τῶν διαιρετικῶν. τούτων δὲ χρεία ἐστὶν εἰς τὸ διαιρεῖν γένη καὶ ὁρίζειν εἴδη, τῶν δὲ κατὰ συμβεβηκὸς διαφορῶν οὐκ ἔστι χρεία.

「すべて種を成すものと呼ばれている。」 構成的[種差]の代わりに[言われている]。なぜか。我々はそれらが分割的種差よりも尊いと述べた。そして類を分割し種を定義するためにはこれらが必要であるが、偶性に従う種差は必要ない。

構文注2 件
  1. 2.26.9οὗ ἂν ᾖ γένος

    関係代名詞 οὗ は先行詞(述語付けの対象となる種)が省略された関係節を導き、関係節内では述語属格(所有属格)として機能している。全体として「それが[何らかの種の]類であるところのその種について」を意味し、類と種との本質的な述語付けの関係を表す。

  2. 2.26.15προέφερε τὸν ποιητὴν λέγοντα ὅτι ἔστιν ἄλογον ἀθάνατον ἐν τῷ λέγειν ἡ δ’ ἀθάνατον κακόν ἐστιν

    主動詞 προέφερε の主語は直前のプラトン。分詞句 τὸν ποιητὴν λέγοντα は「詩人(ホメロス)が述べているのを引用した」を表し、ὅτι 節はその主張内容、前置詞句 ἐν τῷ λέγειν は詩の文句(『オデュッセイア』第12巻118行のスキュラについての言及)を引用する手段を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:185.7-187.2