← ダヴィド・アンハグト

哲学序論

§67.1-68.19

不完全な区分様態の論駁と八様態の体系的分類

ダヴィドは、偶有性から実体、実体から偶有性、偶有性から偶有性、一なるものから/へという残りの区分様態が真正の区分ではなく成立しない理由を論駁し、自体的区分(事物または語)と偶有的区分という包括的な二分法を用いて全8様態の体系的分類を示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22.0#2

ἀλλ’ οὔτε δὲ ἀπὸ συμβεβηκότος εἰς οὐσίας γίνεται διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τοῦ λευκοῦ τὸ μέν ἐστι κύκνος τὸ δὲ ψιμύθιον τὸ δὲ χιὼν οὐκ ἔστι διαίρεσις συμβεβηκότος εἰς οὐσίας· οὐδὲ γὰρ τὸ λευκὸν τὸ καθ’ ἑαυτὸ θεωρούμενον διεῖλον, ἀλλὰ τὸ σῶμα τὸ λευκόν, ὅπερ ἐστὶν οὐσία· οὐδὲ γὰρ δύνανται τὴν λευκότητα διελεῖν εἰς ψιμύθιον καὶ κύκνον καὶ χιόνα, ἐπειδὴ ἡ λευκότης συμβεβηκός ἐστι, ταῦτα δὲ οὐσίαι εἰσίν, οὐ δύναται δὲ τὸ συμβεβηκὸς εἰς οὐσίας διαιρεῖσθαι· καὶ γὰρ τὸ διαιρούμενον εἰς ὅμοια θέλει διαιρεῖσθαι, οὐκ εἰς ἀνόμοια, οἷον τὸ ζῷον εἰς ζῷα διαιρεῖται, οὐ μὴν εἰς μὴ ζῷα, καὶ τὸ λογικὸν εἰς λογικά, οὐ μὴν εἰς ἄλογα, καὶ τὸ θνητὸν εἰς θνητά, οὐ μὴν εἰς ἀθάνατα. πῶς οὖν τὸ συμβεβηκὸς εἰς οὐσίας δύναται διαιρεῖσθαι; ἀλλ’ οὔτε δὲ ἀπὸ οὐσίας εἰς συμβεβηκότα γίνεται διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες οὐκ ἔστι διαίρεσις ἀπὸ οὐσίας εἰς συμβεβηκότα ἀλλ’ ἀπὸ οὐσίας εἰς οὐσίας ἐχούσας συμβεβηκότα· εἰς γὰρ ἀνθρώπους μέλανας καὶ λευκοὺς ἐγένετο ἡ διαίρεσις, οἵτινες οὐσίαι εἰσίν. ἀλλ’ οὔτε δὲ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα γίνεται διαίρεσις· ἢ γὰρ ἀπὸ γένους εἰς εἴδη γίνεται ἡ διαίρεσις,1 ὡς ὅταν εἴπωμεν ὅτι τὸ χρῶμα διαιρεῖται εἰς εἴδη λευκὸν καὶ μέλαν (τὸ χρῶμα γὰρ γένος ἐστὶ καὶ διαιρεῖται εἰς εἴδη λευκὸν καὶ μέλαν, ὅπερ ἀνάγεται ὑπὸ τὸν διαιρετικὸν τρόπον τὸν ἀπὸ γένους εἰς εἴδη), ἢ ὡς ἀπὸ οὐσίας εἰς οὐσίας, καὶ οὐκέτι ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα γίνεται ἡ διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τῶν λευκῶν τὰ μὲν θερμά εἰσι τὰ δὲ ψυχρὰ ἀπὸ οὐσίας εἰς οὐσίας ἐστὶ διαίρεσις· τὸ γὰρ σῶμα τὸ λευκόν, ὅπερ ἐστὶν οὐσία, διεῖλον εἰς σῶμα θερμὸν καὶ ψυχρόν. καὶ ταῦτα δὲ οὐσίαι εἰσίν· οὐδὲ γὰρ δύνανται τὸ λευκὸν καθ’ ἑαυτὸ θεωρούμενον ἤγουν τὴν λευκότητα διελεῖν εἰς σῶμα θερμὸν καὶ ψυχρόν, ἐπειδὴ τὸ λευκὸν καθ’ ἑαυτὸ θεωρούμενον οὔτε θερμόν ἐστιν οὔτε ψυχρόν. ἀλλ’ οὔτε δὲ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν ἐστι διαίρεσις, ἀλλὰ ἀπαρίθμησις· τὰ γὰρ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἀόριστα καὶ ἀπερίληπτά εἰσι· δύναται γάρ τις εἰπεῖν ‘ἰατρικὸν βιβλίον ἰατρικὴ δίαιτα ἰατρικὴ ἔμπλαστρος ἰατρικὸς οἶνος ἰατρικὸν ἔλαιον’ καὶ ἄλλα ἄπειρα, καὶ πάλιν ‘ὑγιεινὸς οἶνος ὑγιεινὴ δίαιτα ὑγιεινὸν βιβλίον’. ἄπειρα δὲ καὶ ἀπερίληπτα ὄντα πῶς δύνανται διαιρέσει καθυποβληθῆναι; ὥστε οὖν κυρίως τρεῖς τρόποι εἰσὶ μόνοι διαιρετικοί· ὁ ἀπὸ γένους εἰς εἴδη, ὁ ἀπὸ ὅλων εἰς μέρη, ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα. Ἔστι δὲ ἀπὸ διαιρέσεώς τινος παραδοῦναι τοὺς διαιρετικοὺς τρόπους τούς τε κυρίως καὶ τοὺς ἀσυστάτους· ἔστι γὰρ εἰπεῖν ὅτι τὸ διαιρούμενον ἢ καθ’ ἑαυτὸ διαιρεῖται ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν καθ’ ἑαυτό, ἢ ὡς πρᾶγμα διαιρεῖται ἢ ὡς φωνή. καὶ εἰ μὲν ὡς πρᾶγμα, γίνεται ὁ ἀπὸ ὅλων εἰς μέρη καὶ ὁ ἀπὸ εἰδῶν εἰς ἄτομα καὶ ὁ ἀφ’ ἑνὸς 〈καὶ〉 πρὸς ἕν (ταῦτα γὰρ ὡς πράγματα διαιροῦνται), εἰ δὲ ὡς φωνή, γίνεται ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα. εἰ δὲ κατὰ συμβεβηκός, γίνονται οἱ λοιποὶ τρόποι, τοῦτ’ ἔστιν ὁ ἀπὸ οὐσίας εἰς συμβεβηκότα καὶ ὁ ἀπὸ συμβεβηκότος εἰς οὐσίας καὶ ὁ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα· ταῦτα γὰρ κατὰ συμβεβηκὸς ἐγένοντο· ἐπειδὴ γὰρ συνέβη τῶν ἀνθρώπων τοὺς μὲν λευκοὺς εἶναι τοὺς δὲ μέλανας, τούτου χάριν ἐκ τοῦ συμβάντος ἐπενόησαν ἄλλον τρόπον διαιρέσεως καὶ εἶπον ὅτι ἔστι καὶ ὁ ἀπὸ οὐσίας εἰς συμβεβηκότα. καὶ πάλιν ἐπειδὴ συνέβη τῶν λευκῶν τὰ μὲν εἶναι θερμὰ τὰ δὲ ψυχρά, ἐκ τοῦ συμβάντος ἐπενόησαν ἄλλον τρόπον διαιρέσεως καὶ εἶπον ὅτι ἔστι καὶ ὁ ἀπὸ συμβεβηκότων εἰς συμβεβηκότα. καὶ ἐπὶ τοῦ ἄλλου δέ, φημὶ τοῦ ἀπὸ συμβεβηκότος εἰς οὐσίας, τὸ αὐτὸ ἔστιν εἰπεῖν. ταῦτα ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.2

しかしまた、偶有性から実体への区分も生じない。なぜなら、白いもののうちあるものは白鳥、あるものは白粉、あるものは雪であると述べることは、偶有性の実体への区分ではないからである。というのも、それ自体として考察される白を区分したのではなく、実体であるところの白い物体を[区分したの]だからである。実際、彼らは白さを白粉、白鳥、雪へと区分することはできない。なぜなら、白さは偶有性であり、これらは実体であるところ、偶有性が実体へと区分されることはありえないからである。というのも、区分されるものは同種のものへと区分されることを欲するのであって、異種のものへではないからである。例えば、動物は動物へと区分されるのであり、決して非動物へとではないし、理性的なものは理性的なものへとであって、決して非理性的なものへとではなく、死すべきものは死すべきものへとであって、決して不死のものへとではない。それゆえ、いかにして偶有性が実体へと区分されえようか。 しかしまた、実体から偶有性への区分も生じない。なぜなら、人間たちのうちある者は白くある者は黒いと述べることは、実体から偶有性への区分ではなく、実体から偶有性をもつ実体への区分だからである。実際、区分は黒い人間たちおよび白い人間たちへと生じたのであり、彼らは実体である。 しかしまた、偶有性から偶有性への区分も生じない。なぜなら、区分は類から種へのものとなるか――例えば私たちが色彩は種である白と黒へと区分されると述べる場合のように(実際、色彩は類であり、種である白と黒へと区分されるのであって、これは類から種への区分の様態のもとに帰着する)――、あるいは実体から実体へのものとして生じるのであって、もはや偶有性から偶有性への区分が生じているのではないからである。なぜなら、白いもののうちあるものは熱くあるものは冷たいと述べることは、実体から実体への区分だからである。実際、実体であるところの白い物体を、熱い物体と冷たい物体へと区分したのである。そしてこれらも実体である。なぜなら、彼らはそれ自体として考察される白、すなわち白さを、熱い物体と冷たい物体へと区分することはできないからである。それ自体として考察される白は、熱くも冷たくもないからである。 しかしまた、一なるものから[発するもの]および一なるものへ[向かうもの]も区分ではなく、枚挙である。なぜなら、一なるものから[発するもの]および一なるものへ[向かうもの]は不定であり限定しがたいからである。実際、「医術の書物、医術の食養生、医術の膏薬、医術の葡萄酒、医術の油」、その他無数のものを言うことができるし、再び「健康的な葡萄酒、健康的な食養生、健康的な書物」とも言える。しかし、無数にして限定しがたいものであるなら、いかにして区分に付されえようか。 したがって、厳密な意味での区分の様態は三つのみである。すなわち、類から種へのもの、全体から部分へのもの、同名異義の語から相異なる意味へのものである。 もっとも、ある一つの区分から、厳密な意味での区分の様態と不成立の様態とを伝授することも可能である。というのも、区分されるものはそれ自体として区分されるか、あるいは偶有的に区分されると言えるからである。そして、もしそれ自体として区分されるなら、事物として区分されるか、あるいは語として区分される。そして、もし事物としてなら、全体から部分へのもの、種から個物へのもの、一なるものから[発し]一なるものへ[向かう]ものが生じる(これらは事物として区分されるからである)。他方、語としてなら、同名異義の語から相異なる意味へのものが生じる。これに対し、もし偶有的に区分されるなら、残りの様態、すなわち実体から偶有性へのもの、偶有性から実体へのもの、偶有性から偶有性へのものが生じる。実際、これらは偶有的に生じたのである。なぜなら、人間たちがある者は白くある者は黒いということがたまたま生じたので、このゆえに偶発した事態から別の区分の様態を考案し、実体から偶有性へのものもあると述べたからである。また再び、白いものがあるものは熱くあるものは冷たいということがたまたま生じたので、偶発した事態から別の区分の様態を考案し、偶有性から偶有性へのものもあると述べたからである。そしてもう一つのもの、すなわち偶有性から実体へのものについても、同じことが言える。 これらをもって、神とともに本講義も[終わる]。

構文注2 件
  1. 22.0ἢ γὰρ ἀπὸ γένους εἰς εἴδη γίνεται ἡ διαίρεσις... ἢ ὡς ἀπὸ οὐσίας εἰς οὐσίας, καὶ οὐκέτι ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα γίνεται ἡ διαίρεσις

    ἢ γὰρ... ἢ... による二者択一構文。「偶有性から偶有性への区分」とされる事例は、内実において類から種への区分(色彩→白と黒)に解消されるか、あるいは実体から実体への区分(白い物体→熱い/冷たい物体)に解消されるかのいずれかであり、それゆえ独自の区分様態としては成立しないという論理骨格を示している。

  2. 22.0ταῦτα ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

    講義(πρᾶξις)の末尾を締めくくる定型表現であり、述語動詞(ἐστίν または τελειοῦται 等)が省略された構文。直訳すると「これらの中に、神とともに、現在の講義も[ある/終わる]」となり、「これをもって本講義を終える」の意を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:67.1-68.19