← ダヴィド・アンハグト

哲学序論

§61.36-63.21

数学の四科の順序とその根拠付け

ダヴィドは四科(算術、音楽、幾何学、天文学)が扱う対象の分類を整理した上で、数学諸科の序列(算術・音楽・幾何学・天文学)を根拠づける二つの理由(対象の尊貴さと、一から四までの数への照応)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.0#2

καὶ ἡ μὲν ἀριθμητικὴ καταγίνεται περὶ τὸ ποσὸν τὸ διωρισμένον τὸ καθ’ ἑαυτό, ἡ δὲ μουσικὴ περὶ τὸ ποσὸν τὸ διωρισμένον τὸ κατὰ σχέσιν, ἡ δὲ γεωμετρία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ ἀκίνητον, ἡ δὲ ἀστρονομία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ κινούμενον. ταῦτα μὲν καὶ τὸ δεύτερον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ τρίτον καὶ εἴπωμεν τὴν τάξιν αὐτῶν. ἰστέον ὅτι ἡ ἀριθμητικὴ καὶ ἡ μουσικὴ προτερεύουσι τῆς γεωμετρίας καὶ ἀστρονομίας, ἐπειδὴ ἡ μὲν ἀριθμητικὴ καὶ ἡ μουσικὴ περὶ τὸ ποσὸν τὸ διωρισμένον καταγίνονται, ἡ δὲ γεωμετρία καὶ ἡ ἀστρονομία περὶ τὸ ποσὸν τὸ συνεχές· τιμιώτερον δὲ τὸ ποσὸν τὸ διωρισμένον τοῦ ποσοῦ τοῦ συνεχοῦς· καὶ γὰρ τὸ ποσὸν τὸ διωρισμένον δύναται ἀσυγχύτως δέξασθαι διάφορα εἴδη· ἰδοὺ γὰρ ὁ κεʹ ἀριθμὸς1 ὢν ποσὸν διωρισμένον δέχεται ἀσυγχύτως διάφορα εἴδη· ἔστι γὰρ καὶ κύκλος καὶ τετράγωνος. καὶ κύκλος μέν, ὅτι ὥσπερ ἐν τῷ κύκλῳ ἡ ἀρχὴ τῷ πέρατι συνάπτεται, οὕτω καὶ ἐνταῦθα ἄρχεται ἀπὸ τοῦ πέντε ἐν τῷ πολλαπλασιασμῷ καὶ εἰς αὐτὸν λήγει ἀποτελούμενος, οἷον πεντάκις πέντε εἰκοσιπέντε· ἰδοὺ καὶ ἐν τῷ πολλαπλασιασμῷ ἀπὸ τοῦ πέντε ἄρχεται καὶ ἀποτελούμενος εἰς τὸν πέντε καταλήγει. τετράγωνος δὲ λέγεται, ἐπειδὴ πᾶς ἀριθμὸς εἰς ἑαυτὸν πολλαπλασιαζόμενος τετράγωνον ἀριθμὸν ἀποτελεῖ, οἷον τρὶς τρία ἐννέα, τετράκις τέσσαρα δεκαέξ· οὕτως οὖν καὶ πεντάκις πέντε εἰκοσιπέντε. τὸ δὲ ποσὸν τὸ συνεχὲς οὐ δύναται ἀσυγχύτως διάφορα εἴδη ἐπιδέξασθαι· ἰδοὺ γὰρ ἐν τῷ κηρῷ, ὅσπερ ἐστὶ συνεχὲς ποσόν, ἐὰν ποιήσῃ τις εἶδος Ἕκτορος, οὐ δύναται ποιῆσαι ἄλλο εἶδος, εἰ μὴ ἀφανισθῇ τὸ πρῶτον εἶδος, ἐπεὶ σύγχυσις γίνεται. ἐπειδὴ οὖν τὸ ποσὸν τὸ διωρισμένον τιμιώτερόν ἐστι τοῦ ποσοῦ τοῦ συνεχοῦς, τούτου χάριν ἡ ἀριθμητικὴ καὶ ἡ μουσικὴ ὡς περὶ τὸ ποσὸν τὸ διωρισμένον καταγινόμεναι προτερεύουσι τῆς γεωμετρίας καὶ τῆς ἀστρονομίας ὡς τούτων περὶ τὸ ποσὸν τὸ συνεχὲς καταγινομένων.2 ἡ δὲ ἀριθμητικὴ προτερεύει τῆς μουσικῆς, ἐπειδὴ ἡ μὲν ἀριθμητική, ὡς ἀνωτέρω εἴρηται, περὶ τὸ ποσὸν τὸ καθ’ ἑαυτὸ καταγίνεται, ἡ δὲ μουσικὴ περὶ τὸ ποσὸν τὸ κατὰ σχέσιν· προτερεύει δὲ τὸ καθ’ ἑαυτὸ τοῦ κατὰ σχέσιν, ἐπειδὴ πρῶτον δεῖ ἁπλῶς τι εἶναι καὶ τότε ἐν σχέσει πρὸς ἕτερον παραλαμβάνεσθαι. ἡ δὲ γεωμετρία προτερεύει τῆς ἀστρονομίας, ἐπειδὴ ἡ μὲν γεωμετρία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ ἀκίνητον καταγίνεται, ἡ δὲ ἀστρονομία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ κινούμενον καταγίνεται· προτερεύει δὲ τὸ ἀκίνητον τοῦ κινουμένου· ἀρχὴ γὰρ κινήσεως ἡ ἠρεμία ἐστίν· ὁ γὰρ μέλλων κινεῖσθαι ἀπὸ ἠρεμίας προέρχεται. αὕτη μὲν οὖν ἐστιν ἡ αἰτία τῆς τάξεως αὐτῶν. Ἔστι δὲ καὶ ἄλλην αἰτίαν εἰπεῖν οὕτως. ἀναλογεῖ μὲν ἡ ἀριθμητικὴ τῇ μονάδι, ἡ δὲ μουσικὴ τῇ δυάδι, ἡ δὲ γεωμετρία τῇ τριάδι, ἡ δὲ ἀστρονομία τῇ τετράδι. πρὸς ἀναλογίαν οὖν τῆς τάξεως τῶν ἀριθμῶν ἐκτήσαντο καὶ ταύτην τὴν τάξιν· καὶ γὰρ ἡ ἀριθμητικὴ τῇ μονάδι ἀναλογεῖ (περὶ γὰρ τὸ καθ’ ἑαυτὸ ποσὸν καταγίνεται, τὸ δὲ καθ’ ἑαυτὸ ἕν τί ἐστιν), ἡ δὲ μουσικὴ τῇ δυάδι ἀναλογεῖ (καὶ γὰρ περὶ τὸ ἐν σχέσει ποσὸν καταγίνεται, ἡ δὲ σχέσις τὸ ἐλάχιστον ἐπὶ δύο λαμβάνεται), ἡ δὲ γεωμετρία ἀναλογεῖ τῇ τριάδι (καὶ γὰρ ἡ γεωμετρία περὶ τὰ ἐπίπεδα σχήματα καταγίνεται, πρῶτον δὲ σχῆμα τὸ τρίγωνόν ἐστιν· οὔτε γὰρ μία γραμμὴ οὔτε δύο γραμμαὶ ἀποτελοῦσι σχῆμα), ἡ δὲ ἀστρονομία ἀναλογεῖ τῇ τετράδι· καὶ γὰρ ἡ ἀστρονομία περὶ τὰ οὐράνια σώματα καταγίνεται, πᾶν δὲ σῶμα τριχῇ διαστατόν ἐστιν· ἔχει γὰρ μῆκος πλάτος βάθος. ἕκαστον δὲ τούτων ὑπὸ δύο ὅρων περιέχεται ἤγουν δύο πέρατα ἔχει, ἐξ ὧν περιέχεται· καὶ γὰρ καὶ τὸ μῆκος ἔνθεν καὶ ἔνθεν περιέχεται καὶ τὸ πλάτος ὁμοίως καὶ τὸ βάθος, ὥστε συνάγεσθαι ἓξ ὅρους ἤγουν πέρατα. ἐκ δὲ τούτων τῶν ἓξ τέσσαρα γίνονται·3 καὶ γὰρ τὸ ἓν πέρας κοινόν ἐστι τῶν δύο· τὸ γὰρ πέρας τοῦ πλάτους εὑρίσκεται ἀρχὴ τοῦ μήκους ἢ τοῦ βάθους. ἐπειδὴ οὖν ἡ ἀστρονομία περὶ τὰ οὐράνια σώματα καταγίνεται, πᾶν δὲ σῶμα τριχῇ διαστατόν ἐστιν (ἔχει γὰρ μῆκος πλάτος βάθος, ταῦτα δὲ τέσσαρας ὅρους ἤγουν τέσσαρα πέρατα ἔχουσι), τούτου χάριν λέγουσιν αὐτὴν τῇ τετράδι ἀναλογεῖν.

そして算術はそれ自体による離散的な量をめぐって携わり、音楽は関係による離散的な量をめぐって携わり、幾何学は不動の連続的な量をめぐって携わり、天文学は運動する連続的な量をめぐって携わるのである。これらが第二の要点でもある。 さらに第三の点にも進んで、それらの序列を述べることにしよう。知るべきこととして、算術と音楽は幾何学と天文学に先立つ。なぜなら、算術と音楽は離散的な量をめぐって携わり、他方で幾何学と天文学は連続的な量をめぐって携わるからである。そして、離散的な量は連続的な量よりも尊い。実際、離散的な量は混同されることなく種々の形相[種]を受け容れることができるからである。実際に見よ、二十五という数は離散的な量であって、混同されることなく種々の形相を受け容れている。円[円数]でもあり、四角[平方数]でもあるからである。そして円であるとは、円において始点が終点と接合するように、ここでも乗法において五から始まり、完成されて五のうちに終わるからである。例えば、五の五倍は二十五である。見よ、乗法においても五から始まり、完成されて五のうちに帰着している。他方で四角と呼ばれるのは、あらゆる数がそれ自身に乗じられると四角数を生み出すからである。例えば、三の三倍は九、四の四倍は十六であり、したがって同様に五の五倍も二十五である。これに対して連続的な量は、混同されることなく種々の形相を受け容れることができない。実際に見よ、連続的な量である蝋において、誰かがヘクトルの形相を作るなら、最初の形相が消し去られない限り、別の形相を作ることはできない。混同が生じるからである。それゆえ、離散的な量は連続的な量よりも尊いのであるから、このゆえに算術と音楽は、離散的な量をめぐって携わるものとして、幾何学と天文学に、これらが連続的な量をめぐって携わるものとして先立つのである。そして算術は音楽に先立つ。なぜなら、算術は上で述べられたようにそれ自体による量をめぐって携わり、音楽は関係による量をめぐって携わるからである。そして、それ自体によるものは関係によるものに先立つ。なぜなら、第一に何かが端的に存在せねばならず、その後に他者との関係において受け取られるからである。また幾何学は天文学に先立つ。なぜなら、幾何学は不動の連続的な量をめぐって携わり、天文学は運動する連続的な量をめぐって携わるからである。そして不動なものは運動するものに先立つ。静止は運動の始点だからである。運動しようとするものは静止から進み出るからである。これこそがそれらの序列の原因である。 また、次のように別の原因を述べることもできる。すなわち、算術は一者(モナス)に対応し、音楽は二者(デュアス)に、幾何学は三者(トリアス)に、天文学は四者(テトラス)に対応する。したがって、数の序列との照応において、[四科は]この序列をも獲得したのである。実際、算術は一者に対応し(それ自体による量をめぐって携わるのであり、それ自体によるものは単一の何かであるから)、音楽は二者に対応し(関係における量をめぐって携わるのであり、関係は最小でも二つのものにおいて受け取られるから)、幾何学は三者に対応し(幾何学は平面図形をめぐって携わるのであり、最初の図形は三角形だからである。一本の線も二本の線も図形を完成させないからである)、天文学は四者に対応する。実際、天文学は天体をめぐって携わるのであり、あらゆる物体は三方向に広がっている[三次元的である]からである。すなわち、長さ・幅・深さを持つ。そしてこれらの各々は二つの限界によって囲まれている、つまりそれらによって囲まれるところの二つの端点を持っている。実際、長さも両側から囲まれ、幅も同様であり、深さも同様であって、六つの限界すなわち端点が導かれることになる。そしてこれら六つのものから四つが生じる。実際、一つの端点は二つのものに共通だからである。すなわち、幅の端点は長さあるいは深さの始点であることが見出されるからである。それゆえ、天文学は天体をめぐって携わり、あらゆる物体は三方向に広がっている(長さ・幅・深さを持ち、これらは四つの限界すなわち四つの端点を持つ)のであるから、このゆえに天文学は四者に対応すると人々は言うのである。

構文注3 件
  1. 21.0ὁ κεʹ ἀριθμὸς

    ギリシア文字数字「κεʹ」は数「25」を表す。本文では 5 × 5 = 25 のように、乗法において始点と終点が同じ数(5)に回帰する「円数」(ἀριθμὸς κύκλος)であり、かつ同数どうしの積である「平方数」(τετράγωνος)でもある例として挙げられている。

  2. 21.0ὡς τούτων περὶ τὸ ποσὸν τὸ συνεχὲς καταγινομένων

    接続詞 ὡς を伴う属格独立構文であり、先行する主格分詞句 ὡς περὶ τὸ ποσὸν τὸ διωρισμένον καταγινόμεναι と対比されて、幾何学と天文学についてその理由・観点を表している。

  3. 21.0ἐκ δὲ τούτων τῶν ἓξ τέσσαρα γίνονται

    物体の三次元(長さ・幅・深さ)の各端点計 6 点から、立体(四面体)を構成する際に頂点(端点)が共有されて 4 点に帰着する幾何学的論理を説明している。主語は不特定の「四つの限界(端点)」が文脈上補われる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:61.36-63.21