← ダヴィド・アンハグト

哲学序論

§6.23-7.25

普遍的知識としての哲学の存立をめぐる論駁

哲学が知識であるか否かという敵対者の第四の論証(普遍的知識であるなら個別的主語に属しえないという議論)が提示され、普遍的偶有性そのものとそれについての知識の所在を区別することで反論が開始される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.0#1

Τὸ τέταρτον ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν ἔχει τοῦτον τὸν τρόπον· ἡ φιλοσοφία ἢ γνῶσίς ἐστιν ἢ οὐκ ἔστι γνῶσις· καὶ εἰ μὲν οὐκ ἔστι γνῶσις, δῆλον ὅτι οὐδὲ τέχνη ἐστὶν οὐδὲ ἐπιστήμη· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη γνῶσίς ἐστι· γινώσκει γὰρ τὰ ὑποκείμενα αὐτῇ πράγματα· εἰ δὲ γνῶσίς ἐστιν, ἢ μερική ἐστιν ἢ καθόλου· καὶ εἰ μὲν μερική ἐστι, χείρων ἐστὶ τῶν ἄλλων τεχνῶν (ἐκεῖναι γὰρ καθόλου γνώσεις εἰσὶν ἔχουσαι καὶ καθολικοὺς κανόνας· καὶ γὰρ ἡ γραμματικὴ καὶ ἡ ῥητορικὴ καὶ ἡ ἰατρικὴ ἔχουσι καθολικοὺς κανόνας)· εἰ δὲ χείρων ἐστὶ τῶν ἄλλων τεχνῶν, πῶς λέγετε αὐτὴν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν; εἰ δὲ καθόλου ἐστὶ γνῶσις, οὐ δύναται συστῆναι. καὶ δῆλον ἐντεῦθεν· ἡ καθόλου γνῶσις καθόλου συμβεβηκός ἐστι (καὶ γὰρ ἡ γνῶσις συμβεβηκός τί ἐστι· ποιότης γάρ ἐστιν, ἡ δὲ ποιότης, ὡς μαθησόμεθα, συμβεβηκός ἐστι)· τὰ δὲ καθόλου συμβεβηκότα ἐν μερικῷ ὑποκειμένῳ οὐ δύναται θεωρεῖσθαι (καὶ γὰρ τὸ καθόλου λευκὸν οὐ δύναται ἐν κύκνῳ μόνῳ θεωρεῖσθαι, ἐπεὶ οὐκ ὤφειλεν ἐν ἄλλῳ τινὶ θεωρεῖσθαι,1 οἷον ἐν χιόνι ἢ ψιμυθίῳ ἢ γάλακτι)· εἰ ἄρα οὖν ἡ φιλοσοφία καθόλου γνῶσίς ἐστι, δῆλον ὅτι οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, οἷον ἐν Σωκράτει, ἐν Πλάτωνι, ἐν Ἀλκιβιάδῃ· εἰ δὲ οὐ θεωρεῖται ἐν ὑποκειμένῳ, δῆλον ὅτι οὐκ ἔστι· τὰ γὰρ συμβεβηκότα μὴ ἐν ὑποκειμένῳ θεωρούμενα οὐκ εἰσί. ταῦτα μὲν οὗτοι. Ἔστι δὲ ἀνατρέψαι αὐτοὺς οὕτως· ὅτι καὶ καθόλου γνῶσίς ἐστιν ἡ φιλοσοφία καὶ οὐκ ἀδύνατον αὐτὴν ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι· καὶ γὰρ εἰ καὶ τὰ καθόλου συμβεβηκότα οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν μερικῷ θεωρεῖσθαι, οἷον εἰ καὶ τὸ καθόλου λευκὸν οὐκ ἔγκειται ἐν τῷ Σωκράτει μόνῳ, ἀλλ’ οὖν ἡ περὶ τούτου γνῶσις δύναται ἐν τούτῳ μόνῳ ἐγκεῖσθαι· δύναται γὰρ ὁ Σωκράτης γινώσκειν ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. καὶ πάλιν οὐδέποτε τὰ ἐναντία ἀμιγῆ καὶ ἄκρατα ὄντα ἐν τῷ αὐτῷ μορίῳ κατὰ τὸν αὐτὸν χρόνον δύναται θεωρεῖσθαι, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν ἀμιγῆ καὶ ἄκρατα ὄντα οὐ δύναται ἐν τῷ αὐτῷ ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖσθαι· οὐ δύναται γὰρ τὸ αὐτὸ μόριον κατὰ τὸν αὐτὸν χρόνον καὶ λευκὸν καὶ μέλαν εἶναι. πρόσκειται δὲ τὸ ‘ἐν τῷ αὐτῷ μορίῳ’,2 ἐπειδὴ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ δύναται καὶ τὸ λευκὸν θεωρεῖσθαι καὶ τὸ μέλαν, ὥσπερ ἐπὶ τοῦ Αἰθίοπος· καὶ γὰρ ὁ Αἰθίοψ κατὰ μὲν τοὺς ὀδόντας ἐστὶ λευκός, κατὰ δὲ τὸ λοιπὸν μέρος τοῦ σώματός ἐστι μέλας.

哲学を覆そうとする者たちの第四の論証は、以下のような仕方を持つ。哲学は知識であるか、あるいは知識ではないか、のいずれかである。そしてもし知識ではないとすれば、技術でも学知でもないことは明らかである。なぜなら、すべての技術および学知は知識だからである(実にそれらは自身に基底としてある事象を認識する)。しかし、もし知識であるとすれば、個別的であるか普遍的であるかのいずれかである。そしてもし個別的であるなら、他の技術より劣っている(なぜなら、かの技術は普遍的知識であり普遍的な規則をも持っているからである。実際、文法術も修辞術も医術も普遍的な規則を持っている)。だが、もし他の技術より劣っているなら、どうして諸君は哲学を技術の技術、学知の学知であると言うのか。他方、もし普遍的な知識であるなら、成立することはできない。そしてそのことはここから明らかである。普遍的知識は普遍的偶有性である(実に知識もある種の偶有性である。なぜなら質であり、質は、我々が学ぶことになるように、偶有性だからである)。しかし、普遍的偶有性は個別的な基底において観察されることはできない(実に、普遍的な白は白鳥においてのみ観察されることはできない。さもなければ、他の何ものにおいても、たとえば雪や鉛白や乳においても観察されるべきではなかったはずだからである)。したがって、もし哲学が普遍的知識であるなら、個別的な基底において、たとえばソクラテスやプラトンやアルキビアデスにおいて観察されえないことは明らかである。そして、もし基底において観察されないなら、存在しないことは明らかである。なぜなら、基底において観察されない偶有性は存在しないからである。かれらは以上のように言う。 しかし、彼らを次のように覆すことができる。すなわち、哲学は普遍的知識であるとともに、それが個別的な基底において観察されることは不可能ではない、と。なぜなら、たとえ普遍的偶有性が個別的な基底において観察されえないとしても、それらについての知識は個別的なものにおいて観察されうるからである。たとえば、たとえ普遍的な白がソクラテスだけのうちに内在しないとしても、これについての知識は彼だけのうちに内在しうるようなものである。というのも、ソクラテスは白が視覚を分離する色であることを知ることができるからである。またさらに、混じりけなく純粋な反対のものは、決して同一の部分において同一の時に観察されることはできない。たとえば、混じりけなく純粋な白と黒は、同一の基底において同一の時に観察されることはできない。なぜなら、同一の部分が同一の時に白くもあり黒くもあることはできないからである。そして「同一の部分において」と言い添えられているのは、エチオピア人の場合のように、異なる部分においてなら白も黒も観察されうるからである。実際、エチオピア人は歯においては白く、身体の残りの部分においては黒いのである。

構文注2 件
  1. 4.0ἐπεὶ οὐκ ὤφειλεν ἐν ἄλλῳ τινὶ θεωρεῖσθαι

    接続詞 ἐπεί に未完了過去 ὤφειλεν が後続し、反実仮想的な帰結(「[もしそうであるなら]他のいかなるものにおいても観察されるべきではなかったことになるが、実際には観察される」)を導く構文。事実に反する仮定から不条理な帰結を引き出す論駁の形式である。

  2. 4.0πρόσκειται δὲ τὸ ‘ἐν τῷ αὐτῷ μορίῳ’

    非人称・受動態の述語動詞 πρόσκειται に、主語として中性単数定冠詞 τὸ を伴う引用句が主格相当で置かれている構文(「『同一の部分において』という句が付加されている」)。定義や定式における限定句の導入理由を注釈者が説明する定型表現である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:6.23-7.25