- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:49.8-50.18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
哲学の定義の数についての前講の議論から引き継ぎ、註解者たちによる1から10までの数論的考察の導入として、一元(1)および二元(2)の語源を論じ、掛け算と足し算の比較および偶奇の性質に基づいて両者が真の意味では数ではないことを論証する。
Ἐπειδὴ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν ἀριθμητικὴν αἰτίαν δεικνύουσαν διὰ τί ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί, ἐντεῦθεν λαβόντες οἱ ἐξηγηταὶ ἀφορμὴν ἔρχονται καὶ διαλαμβάνουσι περὶ τῶν ἀριθμῶν τῶν ὄντων ἄχρι τῆς δεκάδος, καί φασιν ὅτι μονὰς λέγεται παρὰ τὸ μένειν· καὶ γὰρ ἡ μονὰς ἐφ’ ὃν ἂν γένηται ἀριθμὸν1 φυλάττει τὸ αὐτὸ εἶδος, οἷον τὰ ἅπαξ τρία τρία, ἅπαξ τέσσαρα τέσσαρα, ἅπαξ πέντε πέντε· ἰδοὺ ἐπὶ τούτων προσελθοῦσα ἡ μονὰς τὸ αὐτὸ εἶδος ἐφύλαξε καὶ οὐκ ἐποίησεν ἕτερον ἀριθμόν. εἰ δέ τις εἴποι ‘ἰδοὺ λέγω μία καὶ τέσσαρα, καὶ οὐκέτι φυλάττεται ὁ αὐτὸς ἀριθμὸς ἀλλὰ γίνεται ὁ πέντε’, λέγομεν ὅτι ἐνταῦθα σύνθεσις γέγονε καὶ τούτου χάριν οὐκ ἐφυλάχθη ὁ αὐτὸς ἀριθμός. τούτων οὖν οὕτως ἐχόντων λέγομεν ὅτι οὐκ ἔστιν ἡ μονὰς ἀριθμὸς ἀλλ’ ἀρχὴ ἀριθμοῦ. καὶ εἴ τις εἴποι ‘εἰ ἄρα ἀρχή ἐστιν ἀριθμοῦ, πῶς λέγετε αὐτὴν μὴ εἶναι ἀριθμόν;’ λέγομεν ὅτι οὐ πάντως ἡ ἀρχή τινος ταὐτόν ἐστιν ἐκείνῳ οὗ τινος λέγεται εἶναι ἀρχή· καὶ γὰρ ἀρχὴ τοῦ οἴκου ὁ θεμέλιός ἐστι, καὶ οὐκ ἔστιν ὁ θεμέλιος οἶκος. οὕτως οὖν καὶ τὴν μονάδα ἐνδέχεται εἶναι ἀρχὴν ἀριθμοῦ καὶ μὴ εἶναι ἀριθμόν· ὅτι μὲν γὰρ οὐκ ἔστιν ἡ μονὰς ἀριθμός, δείκνυμεν ὀλίγα τινὰ προειπόντες. ἰστέον ὅτι ἡνίκα ἐν τοῖς ἀριθμοῖς τὴν ἐπὶ πρόθεσιν λέγομεν, πολυπλασιασμός ἐστιν, οἷον πέντε ἐπὶ πέντε εἰκοσιπέντε (ἀντὶ γὰρ τοῦ πεντάκις πέντε), καὶ πάλιν τρία ἐπὶ τρία ἐννέα (ἀντὶ γὰρ τοῦ τρὶς τρία), ἡνίκα δὲ ὁ καί σύνδεσμός ἐστιν, σύνθεσίς ἐστιν, οἷον τρία καὶ τρία ἕξ, τέσσαρα καὶ τέσσαρα ὀκτώ. τούτων οὖν οὕτως ἐχόντων οἱ ἀριθμοὶ πολλαπλασιαζόμενοι ἐφ’ ἑαυτοὺς μείζονα ἀριθμὸν ἀποτελοῦσιν ἤπερ συντιθέμενοι ἑαυτοῖς, οἷον τρὶς τρία ἐννέα, τρία δὲ καὶ τρία ἕξ· ἰδοὺ δὴ πολυπλασιασθεὶς μὲν ὁ τρία τὸν ἐννέα ἀριθμὸν ἀπετέλεσε, συντεθεὶς δὲ τὸν ἕξ, ὁ δὲ ἐννέα μείζων ἐστὶ τοῦ ἕξ. καὶ πάλιν τετράκις τέσσαρα δεκαέξ, τέσσαρα δὲ καὶ τέσσαρα ὀκτώ. εἰ ἄρα οὖν ἡ μονὰς ἐκ τοῦ ἐναντίου συντιθεμένη μείζονα ἀριθμὸν ἀποτελεῖ ἤπερ πολυπλασιαζομένη, δῆλον ὅτι οὐκ ἔστιν ἀριθμός· καὶ γὰρ ἅπαξ μὲν μία μία ἐστίν, μία δὲ καὶ μία δύο. ταῦτα μὲν περὶ τῆς μονάδος. ἡ δὲ δυὰς λέγεται παρὰ τὸ διιέναι καὶ διαπορεύεσθαι· πρώτη γὰρ ἡ δυὰς διεχώρισεν ἑαυτὴν ἐκ τῆς μονάδος· καὶ γὰρ τῆς μονάδος ἕνωσιν δηλούσης πρώτη μετὰ τὴν μονάδα ἡ δυὰς ἐπεισῆλθεν διαχωρισμὸν δηλοῦσα. ἰστέον δὲ ὅτι οὐδὲ ἡ δυὰς κυρίως ἐστὶν ἀριθμός· καὶ γάρ, ὡς ἐμάθομεν, οἱ ἀριθμοὶ πολυπλασιαζόμενοι ἐφ’ ἑαυτοὺς μείζονα ἀριθμὸν ἀποτελοῦσιν ἤπερ συντιθέμενοι ἑαυτοῖς, ἡ δὲ δυὰς καὶ συντιθεμένη καὶ πολυπλασιαζομένη τὸν αὐτὸν ἀριθμὸν ἀποτελεῖ· δὶς γὰρ δύο τέσσαρα καὶ δύο καὶ δύο τέσσαρα· ἄρα οὖν οὐκ ἔστιν ἀριθμός. καὶ ἄλλως δὲ οὐκ ἔστιν ἀριθμὸς ἡ δυάς· πᾶς γὰρ ἄρτιος ἀριθμὸς ἀφαιρούμενος ἤτοι ἀποβάλλων μονάδα2 ποιεῖ περιττὸν καὶ πάλιν προσλαμβάνων μονάδα ποιεῖ περιττόν, οἷον ὁ τέσσαρα ἀποβάλλων μονάδα ποιεῖ τὸν τρία περιττὸν καὶ πάλιν προσλαμβάνων μονάδα ποιεῖ τὸν πέντε ὁμοίως περιττόν. εἰ οὖν ὁ δύο ἀριθμὸς προσλαμβάνων μὲν μονάδα ποιεῖ τὸν τρία περιττὸν ἀποβάλλων δὲ μονάδα οὐκέτι ποιεῖ περιττόν (ὁ γὰρ δύο ἀποβάλλων μονάδα τὸ ἓν ποιεῖ· ἡ δὲ μονὰς οὐκ ἔστιν ἀριθμός), ἄρα οὖν ὁ δύο οὐκ ἔστιν ἀριθμός.
我々は先に、なぜ哲学の定義が六つあるのかを示す数論的な原因を述べたので、註解者たちはここから端緒を得て、十に至るまでの数について論じるに至り、一元[モナス]は「留まること[メネイン]」に由来して呼ばれると言う。実際、一元は、それがどのような数に臨んでも同じ種[の数]を保ち、例えば一度の三は三、一度の四は四、一度の五は五である。見よ、これらにおいて一元は近づきながらも同じ種を保ち、別の数を作り出さなかった。しかし、「見よ、私は『一と四』と言うが、もはや同じ数は保たれず、五が生じる」と誰かが言うなら、我々は、ここでは結合が生じたのであり、このゆえに同じ数が保たれなかったのだと答える。それゆえ、これらの事柄がこのようであることから、我々は、一元は数ではなく数の原理であると言う。そして、「もし数の原理であるなら、どうしてあなたがたはそれが数ではないと言うのか」と誰かが言うなら、我々は、あるものの原理が、それがそれの原理であると言われるそのものと必ずしも同一であるわけではない、と答える。実際、家の原理は基礎であるが、基礎は家ではないからである。それゆえこのように、一元が数の原理でありながら数ではないということも可能なのである。実際、一元が数ではないということは、少々のことを前もって述べた上で我々は示す。知っておくべきであるが、我々が数において前置詞「エピ(〜を掛けて)」を言うときは掛け算であり、例えば「五掛ける五は二十五」(五度の五の代わりである)、また「三掛ける三は九」(三度の三の代わりである)がそうであり、他方、接続詞「カイ(と)」であるときは足し算であり、例えば「三と三は六」「四と四は八」がそうである。それゆえ、これらの事柄がこのようであることから、諸々の数は自ら自身に掛け合わされるとき、自ら自身と足し合わされるときよりも大きな数を完成し、例えば三度の三は九、三と三は六である。まさに、見よ、三は掛け合わされたときは九という数を完成したが、足し合わされたときは六を完成し、九は六よりも大きい。そしてまた四度の四は十六、四と四は八である。それゆえ、もし一元がそれとは反対に、掛け合わされるときよりも足し合わされるときに大きな数を完成するならば、それが数ではないことは明らかである。実際、一度の一は一であり、一と一は二だからである。一元については以上である。他方、二元[デュアス]は「通り抜けること[ディイエナイ]」および「旅すること[ディアポレウエスタイ]」に由来して呼ばれる。実際、二元は最初に自らを一元から分離したからである。すなわち、一元が統一を示すのに対し、二元は一元の後に最初に現れて分離を示したからである。知っておくべきであるが、二元も厳密な意味では数ではない。実際、我々が学んだように、諸々の数は自ら自身に掛け合わされるとき、自ら自身と足し合わされるときよりも大きな数を完成するが、二元は足し合わされるときも掛け合わされるときも同じ数を完成する。実際、二度の二は四、二と二も四だからである。したがって、それは数ではない。そして別の点からも二元は数ではない。実際、すべての偶数は一元を減じられる、すなわち一元を捨てることで奇数を作り、再び一元を取り加えることで奇数を作り、例えば四は一元を捨てて奇数たる三を作り、再び一元を取り加えて同様に奇数たる五を作る。それゆえ、もし二という数が一元を取り加えるときは奇数たる三を作るが、一元を捨てるときはもはや奇数を作らないとすれば(実際、二は一元を捨てると一を作るが、一元は数ではない)、したがって二は数ではないのである。
- 17.0ἐφ’ ὃν ἂν γένηται ἀριθμὸν
ἐπί+対格に接続法 γένηται と ἄν が結びついた普遍関係節。算術的な文脈において「ある数に臨む/作用する(ここでは1を掛ける操作)」という意味で用いられている。
- 17.0ἀφαιρούμενος ἤτοι ἀποβάλλων μονάδα
分詞 ἀφαιρούμενος は形式上中受動態であるが、直後に置かれた能動態分詞 ἀποβάλλων(捨てる)によって能動的/中動的意味(「一元を自らから差し引く・減じる」)であることが明確にされている。μονάδα は両分詞の直接目的語(対格)。
