- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:39.14-40.29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
第13講の冒頭においてダヴィドは、アリストテレスによる「技術の技術であり学の学である」という哲学の定義を取り上げ、重言的表現が持つ王や神への類比、諸学問との階層的関係、本質と付随的性質の把握、諸原理の付与という観点から論じている。
Πρᾶξις ιγʹ. Μετὰ τὸ τὸν Πλάτωνα καὶ τὸν Πυθαγόραν διχῶς ὁρίσασθαι τὴν φιλοσοφίαν, τὸν μὲν ἐκ τοῦ ὑποκειμένου τὸν δὲ ἐκ τοῦ τέλους, ἔρχεται ὁ Σταγειρίτης, φημὶ δὴ ὁ Ἀριστοτέλης (Στάγειρα γάρ ἐστι πόλις τῆς Μακεδονίας, ὅθεν ἦν ὁ Ἀριστοτέλης), καὶ ὁρίζεται αὐτὴν οὐ σμικρόν τι φρονῶν, καθὸ μονοειδῶς αὐτὴν ὡρίσατο ἑκατέρου ἐκείνων διχῶς αὐτὴν ὁρισαμένου, ἀλλὰ μέγα καὶ ἐπηρμένον φρονῶν, καθὸ ἐκ τῆς ὑπεροχῆς αὐτὴν ὡρίσατο λέγων1 ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’. ἀλλὰ δεῖ ζητῆσαι τί βούλεται ἑκάτερος τῶν ἀναδιπλασιασμῶν, τοῦτ’ ἔστι τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἤρκει γὰρ εἰπεῖν ὅτι φιλοσοφία ἐστὶ τέχνη καὶ ἐπιστήμη. καὶ ἔστιν εἰπεῖν ὅτι διὰ τοῦ πρώτου ἀναδιπλασιασμοῦ, τοῦ τέχνη τεχνῶν, βασιλεῖ παρείκασε τὴν φιλοσοφίαν, διὰ δὲ τοῦ δευτέρου ἀναδιπλασιασμοῦ, τοῦτ’ ἔστι τοῦ ἐπιστήμη ἐπιστημῶν, θεῷ· ὥσπερ γὰρ ἄρχοντα ἀρχόντων λέγοντες δηλοῦμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον καὶ τέχνην τεχνῶν λέγοντες τὴν φιλοσοφίαν βασιλεῖ αὐτὴν παρεικάζομεν. καὶ πάλιν ὥσπερ βασιλέα βασιλέων λέγοντες δηλοῦμεν τὸν θεόν, τὸν αὐτὸν τρόπον καὶ ἐπιστήμην ἐπιστημῶν λέγοντες τὴν φιλοσοφίαν θεῷ αὐτὴν παρεικάζομεν· καὶ γὰρ κρείττων ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ ἐπιστήμη δίδωσι τῇ τέχνῃ τὰς ἀρχάς· καὶ γὰρ ὁ γραμματικὸς οἶδε μὲν ὅτι τὸ η καὶ τὸ ω μακρά ἐστι, τὴν δὲ αἰτίαν τῇ μουσικῇ παραπέμπει. ὥσπερ δὲ ὁ βασιλεὺς οὐ ῥυποῖ ἑαυτὸν ἀμέσως τῷ πολλῷ ὄχλῳ διαλεγόμενος, ἀλλ’ ἵστησιν ἄρχοντας, δι’ ὧν καὶ τῶν ἐσχάτων φροντίδα ποιεῖται, τὸν αὐτὸν τρόπον καὶ ἡ φιλοσοφία προβάλλεται τὰς τέχνας, δι’ ὧν τὰ ὑποβεβλημένα αὐτῇ γινώσκει. καὶ πάλιν ὥσπερ τὸ θεῖον ἔχει δυνάμεις τινάς, δι’ ὧν τῶν τῇδε προνοεῖται, οὕτω καὶ ἡ φιλοσοφία προβάλλεται τὰς ἐπιστήμας, δι’ ὧν τὰ ὑποβεβλημένα αὐτῇ γινώσκει. Ἄλλως τε δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ ὃν λόγον ἔχουσι τὰ ὑποκείμενα πρὸς τὰς τέχνας καὶ ἐπιστήμας, τοῦτον τὸν λόγον ἔχουσι καὶ αἱ ἐπιστῆμαι καὶ αἱ τέχναι πρὸς τὴν φιλοσοφίαν· καὶ γὰρ τῇ ἰατρικῇ ὑπόκεινται τὰ ἀνθρώπεια σώματα, τῇ δὲ φιλοσοφίᾳ αὐτὴ ἡ ἰατρικὴ ὑπόκειται. καὶ πάλιν τῇ ἀστρονομίᾳ ὑπόκεινται τὰ οὐράνια σώματα, τῇ δὲ φιλοσοφίᾳ αὐτὴ ἡ ἀστρονομία ὑπόκειται. ἔτι δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ αὕτη μὲν τὴν φύσιν τῶν πραγμάτων γινώσκει, τὰ δὲ παρεπόμενα δίδωσι γινώσκειν ταῖς τέχναις καὶ ἐπιστήμαις· καὶ γὰρ αὕτη λαμβάνουσα κατὰ τὴν γνῶσιν τὸ εἶδος καὶ τὴν ὕλην ἀποτελεῖ τὰ τέσσαρα στοιχεῖα2 καὶ ἐκ τούτων ἀποτελεῖ τὰ ὁμοιομερῆ καὶ ἐκ τῶν ὁμοιομερῶν τὰ ὀργανικὰ καὶ ἐκ τούτων τὸ ἀνθρώπειον σῶμα, καὶ λοιπὸν τὰ ἄλλα δίδωσι γινώσκειν τῇ ἰατρικῇ, φημὶ δὲ τὴν νόσον καὶ τὴν ὑγίειαν, οὐχ ὡς ἀγνοοῦσα αὐτά (γινώσκει γὰρ καὶ ταῦτα), ἀλλ’ ὡς μὴ βουλομένη καταρρυποῦν ἑαυτὴν καὶ ἐπὶ τὰ ἔσχατα ἔρχεσθαι. καὶ πάλιν ἡ φιλοσοφία γινώσκει τὴν φύσιν τῆς φωνῆς, τὰ δὲ παρεπόμενα δίδωσι τῇ γραμματικῇ, τοῦτ’ ἔστι τοὺς τόνους καὶ τὰ πνεύματα. καὶ πάλιν ἡ φιλοσοφία γινώσκει τὰ σχήματα καὶ τὴν φύσιν τῆς γεωμετρίας, τὰ δὲ λοιπὰ δίδωσι τῇ γεωμετρίᾳ γινώσκειν, οἷον ὅτι τὸ σημεῖον ἀμερές ἐστιν. ἔτι δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις αὕτη δίδωσι τὰς ἀρχάς· καὶ γὰρ ἡ γραμματική, ὡς εἴρηται, οἶδεν ὅτι τὸ η̅ καὶ τὸ ω̅ μακρά ἐστι, τὴν δὲ αἰτίαν οὐκ οἶδεν, ἀλλὰ παραπέμπει ταύτην τῇ μουσικῇ.
第13講。プラトンとピュタゴラスが哲学を二通りに、一方は基底的なものから、他方は目的から定義した後に、スタゲイロス人、すなわちアリストテレスがやって来て(スタゲイラとはマケドニアの都市であり、アリストテレスの出身地である)、あの両人の各々が哲学を二通りに定義したのに対して自らは単一の仕方で定義したからといって卑小な考えを抱くのではなく、むしろ卓越性に基づいてそれを定義したことによって壮大で高邁な考えを抱いて、哲学を定義して「哲学とは技術の技術であり学の学である」と言う。しかし、二つの重複表現、すなわち「技術の技術」と「学の学」の各々が何を意図しているのかを探究せねばならない。哲学は「技術であり学である」と言うだけで足りたはずだからである。そして次のように言うことができる。すなわち、第一の重複表現である「技術の技術」を通じて哲学を王に譬え、第二の重複表現、すなわち「学の学」を通じて神に譬えたのだと。実際、支配者の支配者と言うことによって王を指し示すのと同様に、同じ仕方で哲学を「技術の技術」と言うことによって哲学を王に譬えているのである。そしてまた、王の王と言うことによって神を指し示すのと同様に、同じ仕方で哲学を「学の学」と言うことによって哲学を神に譬えているのである。実際、学は技術より優れており、学が技術に原理を与えるからである。事実、文法家はηとωが長母音であることを知っているが、その理由は音楽[の理論家]に委ねるのである。そして王が多くの群衆と直接に対話することで自らを汚すことなく、支配者たちを立てて彼らを通じて最も末端のものにすら配慮を施すのと同様に、同じ仕方で哲学も諸技術を前面に立て、それらを通じて自らの下に置かれた諸対象を認識するのである。そしてまた、神的なものが何らかの力を持っており、それらを通じて地上の物事を配慮するように、このように哲学も諸学を前面に立て、それらを通じて自らの下に置かれた諸対象を認識するのである。また別の理由として、彼が哲学を「技術の技術であり学の学である」と語ったのは、基底的諸対象が諸技術および諸学に対して持っている関係を、諸学および諸技術も哲学に対して持っているからである。実際、医術には人間の肉体が下位に置かれているが、哲学には医術そのものが下位に置かれている。また天文学には天体が下位に置かれているが、哲学には天文学そのものが下位に置かれている。さらに彼が哲学を「技術の技術であり学の学である」と語ったのは、哲学が事物の本性を認識する一方で、伴随する諸性質を認識することを諸技術や諸学に委ねるからである。実際、哲学は認識において形相と質量を取り上げて四元素を構成し、これらから同質部分を構成し、同質部分から器官的部分を構成し、これらから人間の肉体を構成し、そして残りの諸事、すなわち病気と健康を認識することを医術に委ねるのであり、それは哲学がそれらを知らないからではなく(実際これらをも知っている)、自らを汚して末端の事象にまで至ることを望まないからである。そしてまた、哲学は音声の本性を認識し、伴随する諸性質、すなわちアクセントや気息記号を文法学に委ねる。また哲学は幾何学の諸図形とその本性を認識し、残りの事柄、たとえば点は不可分であるということなどを認識することを幾何学に委ねる。さらに彼が哲学を「技術の技術であり学の学である」と語ったのは、諸技術や諸学に哲学が諸原理を与えるからである。実際、文法学は、既に言われたようにηとωが長母音であることを知っているが、その原因を知ることはなく、これを音楽[の理論家]に委ねるのである。
- 14.0οὐ σμικρόν τι φρονῶν, καθὸ μονοειδῶς αὐτὴν ὡρίσατο ἑκατέρου ἐκείνων διχῶς αὐτὴν ὁρισαμένου, ἀλλὰ μέγα καὶ ἐπηρμένον φρονῶν, καθὸ ἐκ τῆς ὑπεροχῆς αὐτὴν ὡρίσατο λέγων
分詞 φρονῶν は主語 ὁ Σταγειρίτης(アリストテレス)を修飾し、「〜という考えを抱いて」の意。否定の οὐ と対比の ἀλλά によって「他方(プラトンとピュタゴラス)が二通りに定義したのに対し単一の仕方で定義したからといって卑小な考えを抱くのではなく(καθό は理由を示す)、卓越性から定義したことで壮大で高邁な考えを抱いて」という並列・対比構造をなす。ἑκατέρου ἐκείνων διχῶς αὐτὴν ὁρισαμένου は対比的な状況を示す属格絶対構文。
- 14.0λαμβάνουσα κατὰ τὴν γνῶσιν τὸ εἶδος καὶ τὴν ὕλην ἀποτελεῖ τὰ τέσσαρα στοιχεῖα
主語は先行する文脈から哲学(αὕτη / ἡ φιλοσοφία)。ἀποτελεῖ(構成する、完成させる)の主語が学問であること、および前置詞句 κατὰ τὴν γνῶσιν(認識において)が付されていることから、実体的な物理的生成ではなく、認識論的・分析的順序として「質量と形相を捉えることで認識の上で4元素を構成し、さらにそこから同質部分を構成する」という認識作用の展開を表している。
