← ダヴィド・アンハグト

哲学序論

§32.11-34.12

ストア派の自死論と自死の全面的禁止の論証

ダヴィドは、生の終結に関するストア派の酒宴の比喩(自死の六つの方式)や三分類説を紹介した上で、魂は神の監禁所にあって試練を通じて鍛えられるべきものであり、自死はいかなる理由によっても許されないというプラトン的・ペリパトス派的立場を展開する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.0

Ἐπειδὴ ὁ Πλάτων τὴν φιλοσοφίαν μελέτην θανάτου ὡρίσατο, νομίσαντες οἱ Στωϊκοὶ ὅτι θάνατον τὸν φυσικὸν λέγει ἔρχονται καὶ παραδιδόασι τρόπους τινάς, καθ’ οὓς εὐλόγως τις ἀναιρεῖ ἑαυτόν, καὶ λέγουσιν ὅτι ἐπειδὴ ὁ βίος συμποσίῳ μεγάλῳ ἔοικε, δῆλον ὅτι καθ’ ὅσους τρόπους τὸ συμπόσιον διαλύεται, κατὰ τοσούτους τρόπους τις εὐλόγως ἀναιρεῖ ἑαυτόν· καὶ γάρ, ὥς φασι, κατὰ ἓξ τρόπους διαλύεται τὸ συμπόσιον· καὶ γὰρ δι’ ἔνδειαν βρωμάτων εὐλόγως ἀνίστανται οἱ ἑστιώμενοι καὶ διαλύεται τὸ συμπόσιον· οὕτως οὖν καὶ δι’ ἔνδειαν χρημάτων εὐλόγως τις ἀναιρεῖ ἑαυτὸν βουλόμενος μὴ καταδαπανᾶσθαι ὑπὸ λιμοῦ, ὡς καὶ ὁ Θέογνις τοῦτο δηλοῖ πρὸς Κύρνον τινὰ οὕτω λέγων· χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων.1 ἰστέον δὲ ὅτι οὐ λέγει ὡς δεῖ τὸν πένητα ἀναιρεῖν ἑαυτόν, ἀλλὰ λέγει ὅτι δεῖ τὸν πένητα πανταχοῦ σπείρειν, καὶ ἐν ἀβάτοις πέτραις καὶ ἐν θαλάσσῃ, εἰ ἔστιν εἰπεῖν, ὅπως τοῦ λιμοῦ ἐλευθερωθῇ. πάλιν διαλύεται τὸ συμπόσιον διὰ τὸ εἶναι κακόχυμα καὶ δηλητηριώδη τὰ βρώματα· καὶ γὰρ τοιούτων ὄντων τῶν βρωμάτων εὐλόγως ἀνίστανται οἱ ἑστιώμενοι καὶ διαλύεται τὸ συμπόσιον. οὕτως οὖν καὶ τοῦ σώματος κακοχύμου ὄντος καὶ ἀνεπιτηδείου πρὸς τὸ δέξασθαι τὰς ψυχικὰς ἀρετὰς εὐλόγως τις ἀναιρεῖ ἑαυτὸν βουλόμενος τῆς νόσου ἀπαλλαγῆναι. ὅθεν καί τις Κυνικὸς φιλόσοφος ἡμίξηρος ὢν προσῆλθεν Ἰουλιανῷ τῷ βασιλεῖ λέγων αὐτῷ ταῦτα· ἥμισύ μου τέθνηκε, τὸ δ’ ἥμισυ δέρκεται ἠώς· οἴκτειρον, βασιλεῦ, Κυνικὸν ἡμίτομον, τοῦτ’ ἔστιν κέλευσον ἢ ἵνα περιοδευθῶ ἢ ἵνα φονευθῶ. ὁ δὲ εἶπε πρὸς αὐτὸν ἀμφοτέρους ἀδικεῖς, καὶ Πλουτέα καὶ Φαέθοντα, τὸν μὲν ἔτ’ εἰσορόων, τοῦ δ’ ἀπολειπόμενος. πάλιν διαλύεται τὸ συμπόσιον διὰ περίστασίν τινα ἰδικήν· καὶ γὰρ τοῦ ἑστιάτορος ἐξαίφνης ἢ ἀρρωστήσαντος ἢ ἀκούσαντος φίλων ἀπώλειαν ἀνίστανται οἱ ἑστιώμενοι καὶ διαλύεται τὸ συμπόσιον. οὕτως οὖν καὶ ἰδικῆς τινος περιστάσεως καταλαβούσης εὐλόγως τις ἀναιρεῖ ἑαυτόν. ὅθεν καὶ Πυθαγορεία τις γυνὴ ἡ καὶ Θεανὼ λεγομένη κρατηθεῖσα ὑπὸ τοῦ ἐν Σικελίᾳ τυράννου καὶ ἐρωτωμένη διὰ τί οὐ τρώγουσιν οἱ Πυθαγόρειοι κυάμους, ἔλεγε ‘φάγοιμι ἂν ἢ εἴποιμι’.2 καὶ πάλιν ἐκείνου λέγοντος αὐτῇ ‘οὐκοῦν φάγε’, ἔλεγεν ‘εἴποιμι ἂν ἢ φάγοιμι’. καὶ οὕτω καταδάκνουσα τὴν γλῶσσαν ἐτελεύτησε. πάλιν διαλύεται τὸ συμπόσιον διὰ μέθην· καὶ γὰρ μεθυόντων τῶν ἑστιωμένων εὐλόγως διαλύεται τὸ συμπόσιον. οὕτως οὖν εὐλόγως τις ἀναιρεῖ ἑαυτόν, ἡνίκα ἔλθῃ ἐν τῷ ἐσχάτῳ γήρᾳ καὶ ἄρξηται ληρεῖν καὶ παραφρονεῖν. πάλιν διαλύεται τὸ συμπόσιον, ἡνίκα οἱ ἑστιώμενοι ἄρχονται μάχεσθαι ἀλλήλοις καὶ ἀθέμιτά τινα πρὸς ἑαυτοὺς διαπράττεσθαι. οὕτως οὖν εὐλόγως τις ἀναιρεῖ ἑαυτόν, ἡνίκα κρατηθεὶς ὑπὸ πολεμίων ἀναγκάζεται ἀθέμιτά τινα διαπράξασθαι, τοῦτ’ ἔστιν ἢ μητρογαμῆσαι ἢ φαγεῖν τι ἀθέμιτον. πάλιν διαλύεται τὸ συμπόσιον διὰ κοινὴν περίστασιν· καὶ γὰρ κοινῆς περιστάσεως καταλαβούσης, οἷον ἐμπρησμοῦ ἢ ἐπιδρομῆς βαρβάρων, ἀνίστανται οἱ ἑστιώμενοι καὶ εὐλόγως διαλύεται τὸ συμπόσιον. οὕτως οὖν εὐλόγως τις ἀναιρεῖ ἑαυτὸν διὰ κοινὴν περίστασιν, οἷον ὡς ὅταν πολεμίων ἐπελθόντων τῇ πόλει καὶ μελλόντων αὐτὴν πορθεῖν ὁ πολίτης τῷ φόβῳ νικώμενος ἀναιρεῖ ἑαυτόν. ταῦτα μὲν οὗτοι. Ἰστέον δὲ ὅτι ἕτεροί τινες τρεῖς μόνους τρόπους παραδιδόασι, καθ’ οὓς εὐλόγως τις ἀναιρεῖ ἑαυτόν· φασὶ γὰρ ὅτι φύσει ἡ ζωὴ τριττή ἐστιν· ἢ γὰρ ἀρίστη ἐστὶν ἢ μέση ἢ χειρίστη. ἡνίκα οὖν ἐστί τις ἐν τῇ ἀρίστῃ ζωῇ ἢ ἐν τῇ μέσῃ καὶ ὁρᾷ ἑαυτὸν μᾶλλον ἐπὶ τὸ χεῖρον ἐκκλίνοντα, εὐλόγως ἀναιρεῖ ἑαυτόν. πάλιν ἡνίκα τις ἐν τῇ χειρίστῃ ζωῇ ἐστι καὶ ὁρᾷ ἑαυτὸν ἀεὶ ἐν τοῖς αὐτοῖς ὄντα καὶ μηδέποτε ἐπὶ τὴν ἀρίστην μετερχόμενον, εὐλόγως ἀναιρεῖ ἑαυτόν. ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν ὅτι οὔτε εὐλόγως οὔτε ἀλόγως δεῖ τινα ἀναιρεῖν ἑαυτόν (ὁ γὰρ τοῦτο ποιῶν τῷ δημιουργῷ ἐναντιοῦται καὶ τυραννίδα κατ’ αὐτοῦ μελετᾷ βουλόμενος λῦσαι τὸν δεσμόν, ὃν ἐκεῖνος ἔδησε, φημὶ δὲ τὸ διαχωρίσαι τὴν ψυχὴν ἐκ τοῦ σώματος), καὶ δεῖ πείθεσθαι τῷ Πλάτωνι λέγοντι ὡς ἄρα ἔν τινι φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ ταύτης ἑαυτὸν ἐξάγειν καὶ ἀποδιδράσκειν, ἀλλὰ δεῖ μένειν τὸν δήσαντα, ἄχρις ἂν αὐτὸς λύσῃ·3 αὗται γὰρ αἱ περιστάσεις αἱ συμβαίνουσαι οὐ συμβαίνουσι διὰ τό τινα ἑαυτὸν ἀναιρεῖν ἀλλὰ διὰ τὸ δοκιμάζεσθαι τὴν ψυχήν· ὥσπερ γὰρ ὁ ἄριστος κυβερνήτης οὐκ ἐν γαλήνῃ ἀλλ’ ἐν ζάλῃ δοκιμάζεται, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρίστη ψυχὴ ἐν ταῖς περιστάσεσι δοκιμάζεται. ὅθεν οἱ Περιπατητικοὶ καὶ βουλόμενοι τὸ καρτερικὸν τῆς ψυχῆς ἐνδείξασθαι ἔλεγον ‘ὦ Ζεῦ, ὄρεξον ἡμῖν περιστάσεις’. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.

プラトンが哲学を死の練習と定義したため、ストア派の人々は彼が自然的な死を語っているのだと思い込み、それにしたがって人が理にかなって自らを絶つことになるいくつかの方式を説き、生は巨大な酒宴に似ているのだから、明らかに、酒宴が解散される方式の数だけ、人はそれだけの方式にしたがって理にかなって自らを絶つのだ、と言う。実際彼らの主張によれば、酒宴は六つの方式にしたがって解散される。すなわち、食物の不足ゆえに会食者たちは理にかなって立ち上がり、酒宴は解散される。したがって同様に、財産の不足ゆえに飢えによって滅ぼし尽くされることを望まない者は、理にかなって自らを絶つのである。テオグニスもキュルノスという人物に対して次のように語ってこのことを明らかにしている通りである。「貧困から逃れる者は、深き大いなる海へと/身を投げるべきであり、キュルノスよ、険しき岩壁からも投げ落とすべきである。」しかし知るべきこととして、彼は貧者が自らを絶つべきだと言っているのではなく、飢えから解放されるように、貧者は至る所に、言ってみれば立ち入り難い岩壁にも海にも種をまくべきだ、と言っているのである。また、食物が不良な体液を生じさせるものであり有害であることによっても、酒宴は解散される。実際、食物がそのようなものであるなら、会食者たちは理にかなって立ち上がり、酒宴は解散される。したがって同様に、身体の体液が悪く、魂の諸徳を受け入れるのに不適格であるときにも、病から解放されることを望む者は理にかなって自らを絶つのである。それゆえ、半身不随のキュニコス派の哲学者も皇帝ユリアノスのもとに進み出て、彼にこう語ったのである。「我が半身は死に果て、もう半身を暁が見つめております。/王よ、キュニコス派の半身を憐れんでください」、すなわち治療されるか殺害されるかのいずれかを命じてほしい、と。しかし皇帝は彼に対してこう言った。「そなたはプルートーンとパエトーンの双方に対して不正を働いている。一方をまだ見つめながら、他方から離れているのだから。」また、ある個人的な災厄によっても酒宴は解散される。実際、主人役が突然病気になったり、友の死を聞いたりしたことによって、会食者たちは立ち上がり、酒宴は解散される。したがって同様に、個人的なある災厄が襲ったときにも、人は理にかなって自らを絶つのである。それゆえ、テアノーとも呼ばれるピュタゴラス派の女がシチリアの僭主によって捕らえられ、なぜピュタゴラス派の人々は空豆を食べないのかと問われたとき、「語るくらいなら食べましょう」と言ったのである。そしてさらに彼が彼女に「ならば食べよ」と言ったところ、「食べるくらいなら語りましょう」と言った。そしてこのようにして舌を噛み切って死んだのである。また、泥酔によっても酒宴は解散される。実際、会食者たちが酔っ払っているときには、酒宴は理にかなって解散される。したがって同様に、人が極限の老齢に達し、戯言を言い狂気におち入り始めたときには、理にかなって自らを絶つのである。また、会食者たちが互いに争い始め、互いに対して不法なことを行い始めるときにも、酒宴は解散される。したがって同様に、敵に捕らえられて不法なことを行うよう、すなわち母親と交わるか不法なものを食べるよう強制されるときには、理にかなって自らを絶つのである。また、共通の災厄によっても酒宴は解散される。実際、大火事や蛮族の侵略といった共通の災厄が襲ったときには、会食者たちは立ち上がり、酒宴は理にかなって解散される。したがって同様に、敵が都市を襲いそれを略奪しようとしているときに、市民が恐怖に打ち負かされて自らを絶つ場合のように、共通の災厄ゆえに人は理にかなって自らを絶つのである。これら[の主張]は彼らによるものである。 他方で知るべきこととして、他のある人々は、それにしたがって人が理にかなって自らを絶つ方式として三つだけを説いている。というのも、彼らの主張によれば、生は本性上三重であるからだ。すなわち最善であるか、中間であるか、最悪であるかのいずれかである。それゆえ、人が最善の生または中間の生にあって、自らがむしろ劣悪な方へと傾いていくのを見るとき、人は理にかなって自らを絶つのである。また、人が最悪の生にあって、自らが常に同じ状態にあり決して最善の生へと移行しないのを見るときにも、理にかなって自らを絶つのである。これらについては以上の通りである。 しかし、理にかなっても理にかなわずとも、自らを絶つべきではない、と言うことができる(というのも、これを行う者は創造主に対抗し、彼が縛り合わせた絆を解くことを、すなわち身体から魂を分離することを望んで、彼に対する暴政を謀っているからである)。そして、我々はある見張り所におり、そこから自ら抜け出して逃亡してはならず、縛り合わせた方が自ら解くときまでその方を待たなければならない、と語るプラトンに従うべきである。というのも、起こり来るこれらの災厄は、誰かが自らを絶つために起こるのではなく、魂が試されるために起こるからである。最善の舵取りが凪においてではなく嵐において試されるように、同じ仕方で最善の魂も災厄において試されるのである。それゆえ逍遙学派の人々も、魂の不屈の忍耐を示そうと望んで、「おおゼウスよ、我らに災厄を与えたまえ」と言っていたのである。これらをもって、神とともに本講義も終わる。

構文注3 件
  1. 12.0χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων

    χρή に続く不定詞 ῥιπτεῖν は、ここでは自動詞的ないし再帰代名詞 ἑαυτόν の省略として機能し、「身を投じる」を意味する。対格分詞 πενίην φεύγοντα は不定詞の意味上の主語(一般の人)を表す対格補語。

  2. 12.0φάγοιμι ἂν ἢ εἴποιμι

    希求法+ἄν に接続詞 ἤ が後続する構文で、比較選択(「…するよりはむしろ…したい」)を表す慣用的表現。ここでは「話すくらいならむしろ[豆を]食べるだろう」を意味する。

  3. 12.0δεῖ μένειν τὸν δήσαντα, ἄχρις ἂν αὐτὸς λύσῃ

    動詞 μένειν は自動詞「留まる」ではなく、ここでは対格 τὸν δήσαντα を目的語に取り「…を待つ(待ち受ける)」の意味で用いられている。従属節 ἄχρις ἂν αὐτὸς λύσῃ(接続法)は時の限度を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:32.11-34.12