← ダヴィド・アンハグト

哲学序論

§14.2-15.9

略叙的定義の条件と自己規定による無限後退の論破

ダヴィドは竪琴の調律や健康の類比を用いて略叙的定義の成立条件を説明した後、定義の定義に対する無限後退の難問を「自己規定」の概念によって論破し、続いて「略叙的定義」という語順に関する難問を斥けて講義を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.0#3

καὶ ὥσπερ πρὸς μὲν τὸ γενέσθαι ἁρμονίαν δεῖ πάσας τὰς χορδὰς εὐαρμόστους εἶναι, πρὸς δὲ τὸ γενέσθαι ἀναρμοστίαν ἀρκεῖ καὶ μία μόνη χορδὴ παρατραπεῖσα,1 καὶ πάλιν ὥσπερ πρὸς μὲν τὸ γενέσθαι ὑγείαν δεῖ συμμετρίαν εἶναι τῶν κράσεων καὶ σύνθεσιν κατὰ φύσιν τῶν μορίων, πρὸς δὲ τὸ γενέσθαι νόσον ἀρκεῖ καὶ μία κρᾶσις παρατραπεῖσα καὶ ἓν μόριον μὴ ἔχον κατὰ φύσιν· τὸν αὐτὸν δὴ τρόπον πρὸς μὲν τὸ γενέσθαι ὁρισμὸν δεῖ πάσας τὰς φωνὰς οὐσιώδεις εἶναι, πρὸς δὲ τὸ γενέσθαι ὑπογραφικὸν ὁρισμὸν ἀρκεῖ καὶ μία μόνη προστεθεῖσα φωνὴ ἐπουσιῶδές τι δηλοῦσα. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες πρὸς τὸ πρῶτον κεφάλαιον λέγοντες ὅτι κακῶς τοῦ ὁρισμοῦ ὁρισμὸν ἀποδεδώκατε· ἀπαιτοῦμεν γὰρ ὑμᾶς κἀκείνου τοῦ ὁρισμοῦ ἄλλον ὁρισμὸν καὶ τοῦ ἄλλου ἄλλον, καὶ ἐπ’ ἄπειρον τὸ τοιοῦτον ἐκφέρεται καὶ οὐδέποτε εἰσόμεθα τί ἐστιν ὁρισμός. ἀπολογοῦνται οὖν τινες λέγοντες ὅτι οὐχ ὡς ὁρισμὸν ὡρισάμεθα αὐτόν, ἀλλ’ ὡς ὁριστόν, ἤγουν ὡς πρᾶγμα ὑποκείμενον. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐδὲν ἧττον ἡ ἀπορία ἔμεινεν· ἐροῦμεν γὰρ ἡμεῖς ὅτι κἀκείνου τοῦ ὁρισμοῦ ἀποδοτέον ὅρον ὡς ὁριστοῦ καὶ πάλιν τοῦ ἄλλου ὁρισμοῦ ὡς ὁριστοῦ, καὶ τοῦτο ὁμοίως ἐπ’ ἄπειρον ἐκφέρεται. ἔστιν οὖν εἰπεῖν ὅτι ὥσπερ εἰσί τινα αὐτομέτρητα καὶ ἑτερομέτρητα (καὶ γὰρ ὁ δέκα ἀριθμὸς καὶ αὐτομέτρητός ἐστι καὶ ἑτερομέτρητος, καὶ αὐτομέτρητος μὲν καθὸ ἑαυτὸν μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας, ἑτερομέτρητος δὲ καθὸ ἄλλον ἀριθμὸν μετρεῖ· μετρεῖ γὰρ τὸν εἴκοσι κατὰ τὸν δύο ἀριθμόν· δὶς γὰρ δέκα εἴκοσι), τὸν αὐτὸν δὴ τρόπον ἔστι καὶ αὐθόριστος ὅρος καὶ ἑτερόριστος· ἑτερόριστος μὲν ὅτι πάντας τοὺς ἄλλους ὁρισμοὺς ὁρίζεται, αὐθόριστος δὲ ὅτι καὶ ἑαυτὸν σὺν ἐκείνοις ὁρίζεται. καὶ ὥσπερ ὁ ἄνθρωπος ὁριζόμενος ἄλλον ἄνθρωπον ὁρίζεται λέγων ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐ μόνον πάντας τοὺς ἀνθρώπους ὡρίσατο ἀλλὰ καὶ ἑαυτὸν ὡρίσατο ἅτε δὴ ἄνθρωπον ὄντα, οὕτω δὴ καὶ ὁ ὁρισμὸς τοῦ ὁρισμοῦ οὐ μόνον τοὺς ἄλλους ὁρισμοὺς ὡρίσατο, ἀλλὰ καὶ ἑαυτὸν ὡρίσατο ἅτε δὴ ὁρισμὸν ὄντα. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες πρὸς τὸ δεύτερον κεφάλαιον λέγοντες· εἰ ἄρα ἡ οὐσία τιμιωτέρα ἐστὶ τῶν συμβεβηκότων, ὁ δὲ ὁρισμὸς ἐξ οὐσιωδῶν φωνῶν εἴληπται, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηκότων, διὰ τί ὑπογραφικὸν ὁρισμὸν λέγομεν τὸ χεῖρον προτάξαντες καὶ μὴ ὁρισμὸν ὑπογραφικόν; καὶ ἀπολογοῦνταί τινες λέγοντες ὅτι ἐπειδὴ κατὰ τὸν ποιητὴν τὰ χείρονα νικᾷ καὶ μάλιστα ἐν ταῖς ὀνομασίαις (ἡμίονον γὰρ λέγομεν ἐκ τοῦ χείρονος ὀνομάζοντες καὶ οὐχ ἡμίιππον), τούτου χάριν ὑπογραφικὸν ὁρισμὸν λέγομεν τὸ χεῖρον προτάξαντες. ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν ὅτι πιθανή ἐστιν ἡ λύσις, πλὴν κακῶς ἠπόρησαν οἱ ἀπορήσαντες, πρῶτον μὲν ὅτι οὐδεὶς τῶν παλαιῶν εἶπεν ὅτι ὑπογραφικὸν ὁρισμὸν δεῖ λέγειν, καὶ οὐχ ὁρισμὸν ὑπογραφικόν, δεύτερον δὲ εἴτε οὕτως εἴπωμεν εἴτε οὕτως, οὐδὲν ἡ σημασία λυμαίνεται· λέγει γὰρ ὁ Ἀριστοτέλης ὅτι τὰ ὀνόματα καὶ τὰ ῥήματα μετατιθέμενα τὸ αὐτὸ σημαίνουσι· καὶ γὰρ τὸ ‘Σωκράτης περιπατεῖ’ καὶ τὸ ‘περιπατεῖ Σωκράτης’ τὸ αὐτὸ σημαίνουσι καὶ τὸ Πλάτωνος ‘Ἀλκιβιάδης’ καὶ ‘Ἀλκιβιάδης Πλάτωνος’ τὸ αὐτὸ σημαίνουσιν. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.2

そして、調和が生じるためにはすべての弦が調律されていなければならず、不調和が生じるためには狂ったたった一本の弦でも十分であるように、また健康が生じるためには体液の節度と部分の自然通りの結合がなければならず、病気が生じるためには狂った一つの体液や自然通りでない一つの部分でも十分であるように、まさにその同じ仕方で、定義となるためにはすべての語言が本質的でなければならず、略叙的定義となるためには、偶性的な何かを明示する付加されたたった一つの語言でも十分なのである。これらについては以上の通りである。他方、ある者たちは第一の章に対して問いを立てて、次のように言っている。「定義の定義を提示したのは不当である。なぜなら我々は、あの定義の別の定義を、またその別の[定義]のさらに別の定義をあなた方に要求することになり、そうしたことは無限へと進み、定義が何であるかを我々が決して知ることはないだろうからである」。そこで、ある者たちは「我々はそれを定義としてではなく、被定義項として、すなわち基底にある事物として定義したのだ」と言って弁明する。それらの者に対しては、難問は依然として残っていると言うことができる。なぜなら我々は、あの定義に対しても被定義項として規定を提示すべきであり、さらにその別の定義に対しても被定義項として[規定を提示すべきである]と述べることになり、これも同様に無限へと進むからである。それゆえ、[次のように]言うことができる。すなわち、あるものが自己を測るものであり他を測るものであるように(実際、10という数は自己を測るものであり他を測るものでもある。そして、自己の中にある単位に従って自己を測る限りでは自己を測るものであり、別の数を測る限りでは他を測るものである。実際、2という数に従って20を測るからである。10の2倍は20だからである)、まさにその同じ仕方で、自己を規定する規定もあり、他を規定する[規定も]ある。他を規定するというのは、他のすべての定義を定義するからであり、自己を規定するというのは、それらとともに自己をも定義するからである。そして、人間が定義を行いながら別の人間を定義して、「人間とは理性的・可死的で、知性と学問を受容しうる動物である」と言い、すべての人間を定義しただけでなく、人間であるかぎりにおいて自己をも定義したのと同じように、まさにそのように定義の定義も、他の定義を定義しただけでなく、定義であるかぎりにおいて自己をも定義したのである。そしてこれらについては以上の通りである。他方、ある者たちは第二の章に対して問いを立てて、次のように言っている。「もし実体が偶性よりも尊いものであり、定義が本質的な語言から取られ、略叙が偶性的なものから取られるのだとすれば、なぜ我々は劣る方を先にして『略叙的定義』と言い、『定義、略叙的な』と言わないのか」。そして、ある者たちは「詩人によれば、劣る方が勝つのであり、とりわけ命名においてそうであるから(実際、我々は劣る方から名付けて『騾馬』と言うのであって『半馬』とは言わない)、このゆえに我々は劣る方を先にして『略叙的定義』と言うのである」と言って弁明する。彼らはそのように言う。しかし、[次のように]言うことができる。この解決はもっともらしく見えるが、問いを立てた者たちは不当に問いを立てたのである。第一に、古人の誰も「略叙的定義」と言わねばならず「定義、略叙的な」と言ってはならないとは言わなかったからであり、第二に、このように言おうとあのように言おうと、意味内容はまったく損なわれないからである。実際、アリストテレスは名詞と動詞を入れ替えても同じことを意味すると言っている。実際、「ソクラテスは歩く」と「歩く、ソクラテスは」とは同じことを意味し、プラトンの「アルキビアデス」と「アルキビアデス、プラトンの」も同じことを意味するからである。これらをもって、神とともに講義[は終了する]。

構文注2 件
  1. 6.0ἀρκεῖ καὶ μία μόνη χορδὴ παρατραπεῖσα

    主語である名詞 μία μόνη χορδή にアオリスト受動分詞 παρατραπεῖσα が結びつき、述語動詞 ἀρκεῖ と合わさって「狂ったたった一本の弦で十分である」という事態(一本の弦が狂うこと)を表す。直後の μία κρᾶσις παρατραπεῖσα や μία μόνη προστεθεῖσα φωνή も同様の構文である。

  2. 6.0ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις

    後期新プラトン派の講義録(πρᾶξις)の結尾に置かれる定型表現。動詞(例えば πληροῦται や τελειοῦται 等)が省略されており、「これら[の議論]をもって、神とともに本講義[は終了する]」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:14.2-15.9