← エリアス

アリストテレス『カテゴリー論』注解

§241.16-243.5

後範疇論の導入と対立するものの四分類

エリアスは範疇論の第三区分(後範疇論)の導入として、五つの論点のうち対立するものが最優先された理由を述べ、対立するものの四分類(関係概念、反対、状態と欠如、矛盾)の導出原理と順序、およびプラトンによる中間項の学説を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.0

Ἐπειδὴ τὰς κατηγορίας διηνύσαμεν καὶ τῶν χρησίμων δὲ πρὸς τὰς κατηγορίας τὰ ἀσαφέστερα διηρθρώσαμεν, ὧν τὸ μὲν πεποιήκαμεν ἐν τῷ πρώτῳ τμήματι τὸ δὲ ἐν τῷ δευτέρῳ, μηδὲ τῶν σαφῶν χρησίμων πρὸς τὰς κατηγορίας ἀμελήσωμεν πανταχόθεν τὸ τέλειον τῇ πραγματείᾳ περιποιούμενοι. ἐπὶ τὸ τρίτον τοίνυν ἥκωμεν τμῆμα, ἐν ᾧ περὶ πέντε τινῶν διαλέγεται ὁ φιλόσοφος, περὶ ἀντικειμένων, περὶ προτέρου καὶ ὑστέρου, περὶ τῶν ἅμα, περὶ κινήσεως, περὶ τοῦ ἔχειν ἑτέρου ὄντος τῆς τοῦ ἔχειν κατηγορίας.1 προέταξε δὲ τὰ ἀντικείμενα, ἐπειδὴ τῶν ἄλλων χρησίμων ἐν τῇ πρώτῃ κατηγορίᾳ ἐδεήθη * * περὶ τοῦ ἅμα ἐν τοῖς πρός τι,2 περὶ προτέρου καὶ ὑστέρου ἐν τῇ ποιότητι, ὅτε ἔλεγεν ὅτι πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, τῶν μέντοι ἀντικειμένων ἐν πάσῃ κατηγορίᾳ ἐδεήθη· ἐφ’ ἑκάστης γὰρ κατηγορίας ἐζητοῦμεν εἰ ἔχει ἐναντίον ἢ οὔ. καὶ διαφορᾶς ἐναντίων δὲ ἐδεήθημεν ἐν τῷ περὶ ποσοῦ λόγῳ, ὅτε τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐκ ἀνήγομεν ὑπὸ τὰ ἐναντία, ἀλλ’ ὑπὸ τὰ πρός τι· τὰ δὲ ἐναντία καὶ τὰ πρός τι εἴδη ἀντικειμένων. Ἑρμῖνος δὲ ὁ Πρὸ τῶν τόπων ἐπιγράψας τὰς Κατηγορίας αἰτίαν λέγει τοιαύτην, ὅτι διαλεκτικὴ ἡ προκειμένη πραγματεία, ἔργον δὲ τῆς διαλεκτικῆς περὶ τὸν ἀποφαντικὸν εἱλεῖσθαι λόγον τῷ συνηγορεῖν τῇ ἀντιφάσει καὶ τοῖς ἀντικειμένοις· διὰ τοῦτο οὖν καὶ τὰ ἀντικείμενα τῶν λοιπῶν προέταξε. Τὰ δὲ ἀντικείμενα τετραχῶς· ἢ ὡς τὰ πρός τι ἢ ὡς τὰ ἐναντία ἢ ὡς ἕξις καὶ στέρησις ἢ ὡς ἀπόφασις καὶ κατάφασις. δύο οὖν ζητήσωμεν ἐνταῦθα, διὰ τί τέσσαρα καὶ τὴν τάξιν αὐτῶν. τέσσαρα τοίνυν εἰσὶ δι’ αἰτίαν τοιαύτην· τὰ ἀντικείμενα ἢ ἁπλᾶ ἢ συμπεπλεγμένα, καὶ εἰ μὲν συμπεπλεγμένα, ποιεῖ τὴν ἀντίφασιν ‘Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηται’, εἰ δὲ ἁπλᾶ, ἢ σώζει ἄλληλα καὶ ποιεῖ τὰ πρός τι, ἢ ἀναιρεῖ (εἰ γὰρ τὰ πρός τι, συναναιρεῖ· ἀλλ’ οὐ ταὐτὸν τὸ ἀναιρεῖν τῷ συναναιρεῖν· τὸ γὰρ ἀναιροῦν αὐτὸ μένον ἄλλο ἀναιρεῖ, τὸ δὲ συναναιροῦν ἀναιρεθὲν συναναιρεῖ)·3 εἰ δὲ ἀναιρεῖ, ἢ ἀμφότερα μεταβάλλει εἰς ἄλληλα, τὸ θερμὸν εἰς ψυχρὸν ἢ ἀνάπαλιν, καὶ ποιεῖ τὰ ἐναντία, ἢ τὸ ἓν μόνον μεταβάλλει καὶ ποιεῖ ἕξιν καὶ στέρησιν· ἕξις γὰρ εἰς στέρησιν μεταβάλλει, στέρησις δὲ εἰς ἕξιν οὐδέποτε ὑπὸ φύσεως ἢ τέχνης· τῇ γὰρ προνοίᾳ οὐδὲν ἀδύνατον. προέταξε δὲ τὰ πρός τι ἐν τοῖς ἀντικειμένοις ὡς μαλακώτερα καὶ ὡς ἧττον μαχόμενα ἐν τοῖς ἀντικειμένοις, ὡς καὶ ἀμφιβάλλεσθαι εἴ εἰσιν ἀντικείμενα σώζοντα ἄλληλα. ἀλλὰ τοῦτο μὲν δείκνυσιν Ἀλέξανδρος ὅτι ἀντικείμενα, ὃς καὶ τὰ λαβδοειδῆ ξύλα παράδειγμα λαμβάνει, ἅτινα μετὰ ἀντιθέσεώς τινος σώζει ἄλληλα,4 ἃ ἡ συνήθεια ἀντήρεις καλεῖ, ὁ δὲ ποιητὴς ἀμείβοντας. ἀλλ’ οὗτος μὲν διὰ μόνου παραδείγματος πιστοῦται ὅτι ἀντικείμενα, φέρε δὲ ἡμεῖς λόγῳ δείξωμεν ὅτι εἰσὶν ἀντικείμενα. ἀντικείμενα μὲν οὖν εἰσι ὡς ἀναιροῦντα· τὰ γὰρ ἀναιροῦντα ἀναιροῦσιν· ἀρκεῖ δὲ πρὸς μάχην τὸ ἀναιρεῖν ὁπωσοῦν, καὶ περίεργον τὸ ζητεῖν εἰ τοιῶσδε ἢ τοιῶσδε ἀναιρεῖ. εἰπὲ δὲ καὶ ἄλλην αἰτίαν, διὰ τί προέταξε τὰ πρός τι· ἐπειδὴ ταῦτα δύο κοινὰ ἔχει (ἅμα γὰρ ἄπεστι καὶ ἅμα πάρεστι), τὰ δὲ ἐναντία ἓν κοινὸν ἔχει· ἅμα γὰρ ἄπεστιν, ὡς ἐπὶ φαιοῦ λευκὸν καὶ μέλαν, ἅμα δὲ παρεῖναι οὐ δύναται. διὰ τοῦτο οὖν τὰ πρός τι προέταξεν ὡς ἧττον ἀντικείμενα, διὰ τὴν πολλὴν κοινωνίαν. ἕξις δὲ καὶ στέρησις οὐδὲ ἅμα παρεῖναι δύναται οὐδὲ ἅμα ἀπεῖναι. ἐπὶ μέντοι πεφυκότων μόνων· οὐ γὰρ λέγεται νωδὸν τὸ νεογνὸν παιδίον, οὐδὲ τυφλὸν τὸ σκυλάκιον, κἂν μὴ ὁρᾷ. ἀπόφασις μέντοι καὶ κατάφασις οὐδὲ ἅμα ἄπεισιν οὐδὲ ἅμα πάρεισι. καὶ τοῦτο κοινὸν ἔχει ἕξει καὶ στερήσει. διαφέρει δὲ τῷ ἐπὶ πάντων λέγεσθαι, ὄντων, μὴ ὄντων, πεφυκότων, μὴ πεφυκότων. ἀλλὰ ταῦτα μὲν κατὰ Ἀριστοτέλην ἀντικείμενα μόνον. ὁ μέντοι Πλάτων ἄκρα ταῦτά φησιν εἶναι ἀντικείμενα, μεταξὺ δὲ τούτων εἶναι μέσα, ὡς πάντα ἔμμεσα λέγων· μεταξὺ γὰρ τῶν πρός τι καὶ τῶν ἐναντίων ἐστὶ θερμότερον — ψυχρότερον· ἐναντία γὰρ ταῦτα ὡς θερμὸν — ψυχρόν, καὶ πρός τι· τὸ γὰρ θερμότερον τοῦ ἠρέμα θερμοῦ θερμότερον. μεταξὺ δὲ τῶν ἐναντίων καὶ ἕξεως καὶ στερήσεως φῶς καὶ σκότος· καὶ τῶν μὲν γὰρ ἐναντίων ἔχουσι τὸ μεταβάλλειν εἰς ἄλληλα, στερήσεως δὲ καὶ ἕξεως τὸ εἰδοποιεῖσθαι μὲν τὸ φῶς τὸ δὲ σκότος ἀνείδεον. μεταξὺ δὲ ἕξεως καὶ στερήσεως καὶ ἀποφάσεως καὶ καταφάσεώς ἐστιν ἐπιστήμη — ἄγνοια, δικαιοσύνη — ἀδικία· ἡ γὰρ ἄγνοια στερητικὸν μὲν ὄνομα, εἰ δὲ προστεθῇ τὸ ἀποφατικὸν τὸ οὐ καὶ εἴπωμεν ἀντὶ μὲν τοῦ ἄδικος οὐ δίκαιος καὶ ἀντὶ τοῦ ἀγνοεῖ ὅτι οὐ γινώσκει, τότε ἀποφατικὰ γίνονται καὶ στερητικά.

範疇論を終え、諸範疇にとって有用な事柄のうち比較的曖昧なものを明確に区分し終えた以上――これらの一方をわれわれは第一の区分で行い、他方を第二の区分で行ったのであるが――、あらゆる点から本論述に完全性をもたらすべく、諸範疇にとって有用な明瞭な事柄をも看過しないようにしよう。それゆえ、哲学者[アリストテレス]が五つの事柄について、すなわち対立するものについて、より先なるものとより後なるものについて、同時的なものについて、運動について、そして「持つこと」の範疇とは異なる「持つこと」について論じている第三の区分へと進むことにしよう。彼が対立するものを先立たせたのは、他の有用な事柄については最初の範疇[実体]において必要とし、……関係概念において同時的なものについて、性質においてより先なるものとより後なるものについて(認識可能なものは認識よりも先であると述べていたときに)必要としたのに対して、対立するものについてはあらゆる範疇において必要としたからである。実にそれぞれの範疇において、われわれは反対のものが存するか否かを探求したのである。また、反対のものの差異をも量についての論述において必要としたのであり、そのとき大きいと小さい、また多いと少ないを反対のもののもとにではなく関係概念のもとに帰したのである。そして反対のものと関係概念とは、対立するものの種である。これに対して『範疇論』に『トピカの前書』と表題を付けたヘルミノスは次のような理由を述べる。すなわち、眼前の論述は弁証論的であり、弁証論の役目は、矛盾対立と対立するものに加担することによって主張的言明に関わり巡ることにある。それゆえ、彼は対立するものを他のものよりも先立たせたのである、と。 対立するものは四通りである。すなわち、関係概念としてか、反対のものとしてか、状態と欠如としてか、あるいは否定と肯定としてである。そこでここでは二つのこと、なぜ四つなのかということと、それらの順序を探求しよう。さて、四つあるのは次のような理由による。対立するものは単純であるか複合的であるかのいずれかであり、もし複合的であるなら「ソクラテスは座っている――ソクラテスは座っていない」という矛盾対立をなす。もし単純であるなら、互いを保ち合って関係概念をなすか、あるいは破壊し合う(なぜなら関係概念なら共に破壊し合うからであるが、しかし破壊することと「共に破壊すること」とは同一ではない。破壊するものはそれ自身はとどまりながら他を破壊するが、共に破壊するものは破壊されることによって共に破壊するからである)。他方、破壊し合う場合、双方が互いへと変化して、温かいものが冷たいものへ、あるいはその逆へと変化して反対のものをなすか、あるいは一方のみが変化して状態と欠如をなすかのいずれかである。なぜなら状態は欠如へと変化するが、欠如から状態へは自然あるいは技術によっては決して変化しないからである(摂理にとっては何事も不可能ではないのであるが)。 彼が対立するもののなかで関係概念を先立たせたのは、対立するもののなかでより穏やかであり、より戦い合わないものとしてであり、互いを保ち合うことからそれらが対立するものであるかどうか疑われるほどであるからである。しかし、それらが対立するものであることはアレクサンドロスが示しており、彼はラムダ形の木材を例にとっている。それらの木材はある種の反対の向きをもちながら互いを支え合っており、日常の語法ではこれらを「突っ張り」と呼び、詩人は「垂木」と呼んでいる。しかし彼がそれらの対立するものであることを単なる実例を通じてのみ論証しているのに対し、さあわれわれは論理によってそれらが対立するものであることを示そう。さて、それらは破壊し合うものとして対立するものである。破壊するものは破壊し合うからである。そして戦い合うためには何らかの仕方で破壊し合うことで十分であり、このように破壊し合うのかあのように破壊し合うのかを探求することは余計なことである。また、なぜ関係概念を先立たせたのかについて別の理由も述べよ。それは、これらが二つの共通点を有している(同時に不在であり、かつ同時に現存する)のに対し、反対のものは一つの共通点しか有していない(灰色において白と黒がそうであるように同時に不在ではあるが、同時に現存することはできない)からである。それゆえ、その多くの共有性ゆえに、彼は関係概念をより対立性の少ないものとして先立たせたのである。状態と欠如は、同時に現存することも同時に不在であることもできない。もっとも、本性的に受容しうるものにおいてのみそうである。生まれたばかりの子供は「歯抜け」とは呼ばれず、子犬も見えないとしても「盲目」とは呼ばれないからである。さらに、否定と肯定は同時に不在であることも同時に現存することもない。そしてこの点は状態と欠如にも共通している。しかし、あるもの、あらぬもの、本性的に受容しうるもの、受容しえないものという、あらゆるものについて言われる点で異なっている。 しかし、これらはアリストテレスに従えば単に対立するものであるにすぎない。ところがプラトンは、これらが対立する極限であり、これらの間には中間があるとして、あらゆるものは中間をもつと述べる。なぜなら関係概念と反対のものとの間には「より温かい――より冷たい」がある。これらは温かい――冷たいとして反対のものであり、かつ関係概念でもあるからである。より温かいものは穏やかに温かいものよりも温かいのである。また、反対のものと状態および欠如との間には光と闇がある。これらは反対のものの特徴として互いへと変化することをもつとともに、欠如と状態の特徴として光は形相化され、闇は無形相であるという特徴をもつからである。そして状態および欠如と、否定および肯定との間には知識――無知、正義――不正がある。なぜなら無知は欠如的な名称であるが、否定の「ない」が付加されて、不正な者の代わりに「正しくない[者]」、知らないことの代わりに「認識していない」と言えば、そのときそれらは否定的かつ欠如的になるからである。

構文注4 件
  1. 5.0περὶ τοῦ ἔχειν ἑτέρου ὄντος τῆς τοῦ ἔχειν κατηγορίας

    前置詞 περί の目的語である名詞化された不定詞 τοῦ ἔχειν に、分詞句 ἑτέρου ὄντος が属格で一致して修飾している。属格 τῆς τοῦ ἔχειν κατηγορίας は ἕτερος(…とは異なる)が要求する比較・分離の属格である。

  2. 5.0ἐδεήθη * * περὶ τοῦ ἅμα ἐν τοῖς πρός τι

    テキストに脱落( )が示されている。文脈上、先行節「最初の範疇[実体]において[それらの事柄を]必要とし」の後に、後続の例証(関係概念において同時的なものについて、性質においてより先なるものとより後なるものについて)を繋ぐ主動詞や構文的要素の欠損と考えられるが、主意は対立するもの以外の有用な事柄が特定の範疇でのみ論じられたのに対し、対立するものは全範疇に共通して必要とされたという対比にある。

  3. 5.0τὸ δὲ συναναιροῦν ἀναιρεθὲν συναναιρεῖ

    分詞 ἀναιρεθέν は副詞的(手段・様態または時)に機能し、受動分詞として「自らが破壊されることによって(破壊されたとき)」を表す。対置される τὸ ἀναιροῦν αὐτὸ μένον ἄλλο ἀναιρεῖ(破壊するものはそれ自身は留まりながら他を破壊する)との対比で、関係概念における相互的破壊のメカニズムを説明している。

  4. 5.0ἅτινα μετὰ ἀντιθέσεώς τινος σώζει ἄλληλα

    μετὰ ἀντιθέσεώς τινος は様態の前置詞句で、「ある種の反対の向き[または対立]を伴って」の意。木材がハの字(Λ字)に組み合わさって互いを支え合う様子を指しており、対立(ἀντίθεσις)をもちながらも破壊ではなく共存・維持(σῴζει)をもたらす関係概念の比喩となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:241.16-243.5