← エリアス

アリストテレス『カテゴリー論』注解

§178.13-179.27

反対のものを持たないという実体の固有性

アリストテレスが『範疇論』3b24において実体の第四の固有能として「何ものも反対でないこと」を挙げる理由を、帰納法とその限界に触れつつ、プロティノスの説を交えた必然的論証によって解明し、この属性が全実体に属するが実体のみには属さないことを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.42#1

" Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι." Ἐπειδὴ τὸ τρίτον ἴδιον τῆς οὐσίας, τὸ τόδε τι σημαίνειν, καὶ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν καὶ διὰ τοῦτο μᾶλλον ἴδιον αὐτῆς δοκοῦν εἶναι, δοκεῖ οὐχ ὡς πράγματι αὐτῇ ὑπάρχειν ἀλλ’ ὡς φωνῇ σημαντικῇ (τὸ γὰρ σημαίνειν φωνῆς), οὐ πρότερον καταπαύει ὁ Ἀριστοτέλης τὸν περὶ τῶν ἰδίων λόγον, πρὶν ἂν εὕροι1 ἴδιον τῆς οὐσίας τὸ ὡς πράγματι αὐτῇ ὑπάρχον. καὶ ἐπειδὴ ὡς πράγματι ὑπάρχει τῇ οὐσίᾳ τὸ τῶν ἐναντίων αὐτὴν εἶναι δεκτικήν, τῷ δὲ τῶν ἐναντίων αὐτὴν εἶναι δεκτικὴν ἕπεται τὸ μηδὲν ἔχειν ἐναντίον, τούτῳ δὲ ἕπεται τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα τὰ τρία ἴδια παραδοὺς τῆς οὐσίας καταπαύει τὸν περὶ τῆς οὐσίας λόγον καὶ τῶν ἰδίων αὐτῆς. καὶ ἕκτον μὲν καὶ κυρίως παραδίδωσι τελευταῖον ἴδιον τὸ τῶν ἐναντίων δεκτικὴν αὐτὴν εἶναι, τέταρτον δὲ ἴδιον τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον. καὶ τοῦτο πιστοῦται ἐκ τῆς ἐπαγωγῆς· οὔτε γὰρ τῇ πρώτῃ, φησίν, ἐστί τι ἐναντίον οὔτε τῇ δευτέρᾳ. καὶ ταῦτα δι’ ἑτέρας ἐπαγωγῆς πιστοῦται· τῇ γὰρ πρώτῃ, φησίν, οὐκ ἔστιν ἐναντίον, ἐπειδὴ Σωκράτει οὐδέν ἐστιν ἐναντίον, τῇ δευτέρᾳ οὐδέν ἐστιν ἐναντίον, ἐπειδὴ οὔτε ζῴῳ οὔτε ἀνθρώπῳ· πολὺ γὰρ τὸ ἐπαγωγικὸν ἐν τῇ παρούσῃ πραγματείᾳ περὶ γενικωτάτων οὔσῃ· τὰ γὰρ γενικώτατα πρὸ αὑτῶν οὐδὲν ἔχει, πάντα δὲ μετὰ ταῦτα. ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν δευτέρων καὶ μερικῶν τὸ καθόλου πιστοῦται, ἡ δὲ ἀπόδειξις οὐχ οὕτως, ἀλλ’ ἐκ τῶν ἐπάνω τὰ κάτω. καὶ ἐπειδὴ παχυμερὴς ἡ ἐπαγωγὴ ὡς μὴ ἐπὶ πάντων ἀληθεύουσα, φέρε ἡμεῖς δι’ ἑτέρου ἀναγκαστικωτέρου τρόπου τοῦτο ἀποδείξωμεν. δεῖ εἰδέναι ὅτι ἐγήγερται τοῖς πράγμασι φυσικὸς καὶ ἀκήρυκτος καὶ ἄσπονδος πόλεμος, ὅταν δύο τινῶν μαχομένων ἀλλήλοις ἑκάτερος ἐγκρατὴς βούληται γενέσθαι τοῦ ὑποκειμένου, μὴ δύνηται δὲ τὸ ὑποκείμενον ἀμφότερα ἐν τῷ αὐτῷ νῦν δέξασθαι τὰ ἐναντία διὰ τὸ παρὰ μέρος αὐτὸ εἶναι τῶν ἐναντίων δεκτικόν. εἰ οὖν τὰ μαχόμενα περὶ ἓν ὑποκείμενον μάχονται, ὥς φησιν ὁ Πλωτῖνος (περὶ γὰρ τῶν τόπων ἡ μάχη) [δεῖ εἰδέναι ὅτι ὑποκείμενον νῦν λέγεται ὁ τόπος· ἕκαστον γὰρ ἐναντίον τόπον ἔχει ἴδιον, καὶ οὐδέποτε μάχονται τὰ ἐναντία πόρρω ἀφεστῶτα, ἀλλ’ ἁπτόμενα ἀλλήλων ἢ καὶ συμπλακέντα, καὶ ἐν ἑνὶ ὄντα τόπῳ μάχονται τί κρατήσει τοῦ τόπου· ἀδύνατον γὰρ ἀστασίαστα μένειν τἀναντία ἐν ἑνὶ ὄντα τόπῳ· ὑποκείμενον οὖν τὸν τόπον ἀκουστέον, ἐν ᾧ μάχονται τἀναντία, καὶ οὐ τὸ ἄποιον σῶμα], τὰ ἄρα μαχόμενα ἐν ὑποκειμένῳ· διὰ τὴν σὺν ἀντιθέσει 〈ἄρα〉 ἀντιστροφὴν ἐκ τοῦ ἑπομένου γενομένην τῷ μὴ ἐν ὑποκειμένῳ2 〈ὅσα μὴ ἐν ὑποκειμένῳ ἐστίν, οὐκ ἔχει ἐναντίον ὡς τῆς ἀφορμῆς τοῦ μάχεσθαι ἀπηλλαγμένα· ἡ δὲ οὐσία οὐκ ἐν ὑποκειμένῳ〉· οὐκοῦν τῇ οὐσίᾳ οὐκ ἔστιν ἐναντίον μαχόμενον. ἀλλὰ τοῦτο τὸ τέταρτον εἰρημένον ἴδιον πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μόνῃ δέ· οὐδὲ γὰρ ἀντιστρέφει ὁ λόγος· εἰ γὰρ καὶ πάντα τὰ μαχόμενα ἐν ὑποκειμένῳ, ἀλλ’ οὐ πάντα τὰ ἐν ὑποκειμένῳ μάχονται ἀλλήλοις· τῷ γὰρ σχήματι οὐδέν ἐστιν ἐναντίον (οὐ γάρ ἐστι τρίγωνον τριγώνῳ ἐναντίον οὐδὲ τετράγωνον τετραγώνῳ, ἐπεὶ μηδὲ τὸ μᾶλλον καὶ ἧττον δέχονται, εἴ γε τὸ τρίγωνον οὐ γίνεται ἑαυτοῦ μᾶλλον τρίγωνον ἢ ἧττον, ἀλλὰ μεῖζον μὲν λέγεται τρίγωνον τριγώνου, μᾶλλον δὲ τρίγωνον τριγώνου οὐκ ἔστιν εἰπεῖν, εἴ γε πᾶν τρίγωνον τὸν ὁρισμὸν τοῦ τριγώνου ἐπιδέχεται), οὐδὲ τοῖς μέσοις τῶν χρωμάτων, φαιῷ ἢ ξανθῷ· τὰ γὰρ ἐναντία τῇ πλείστῃ διαστάσει κρίνεται· πλεῖστον δὲ διέστηκεν οὐ τὸ μέσον τοῦ ἄκρου ἀλλὰ τὸ ἄκρον τοῦ ἄκρου.

「実体には、何ものもそれらに反対ではないということも属している」実体の第三の固有能、すなわち「特定のこれを意味すること」は、実体にのみ属し、それゆえ実体により固有であると思われるにもかかわらず、事柄として実体に属するのではなく意味作用をもつ音声として属すると思われるので(意味することは音声に属するからである)、アリストテレスは事柄として実体に属する固有能を見出すまでは、固有能についての議論をやめない。そして、反対のものを受け入れうるということが事柄として実体に属し、反対のものを受け入れうるということからはいかなる反対のものも持たないということが帰結し、これからはより多くやより少なくを受け入れないということが帰結するので、実体のこれら三つの固有能を伝授して、実体とその固有能についての議論をやめるのである。そして、第六の、かつ本来の意味で最後の固有能として、反対のものを受け入れうるということを伝授し、実体の第四の固有能として、いかなる反対のものも持たないということを伝授する。そしてこのことは帰納から証示される。なぜなら、彼が言うには、第一実体にも第二実体にもいかなる反対のものもないからである。そしてこれらのことは別の帰納を通じて証示される。すなわち、彼が言うには、ソクラテスに何ものも反対ではないゆえに第一実体に反対のものはなく、動物にも人間にも[反対のものが]ないゆえに第二実体にも何ものも反対ではないからである。というのも、最上位の類について扱っている現下の探究においては帰納的な論述が多いからである。最上位の類は自らの前に何ものも持たず、すべてのものはこれらの後にあるからである。帰納は二次的なものや個別的なものから普遍的なものを証示するが、論証はそのようではなく、上にあるものから下にあるものを証示するのである。そして、帰納は大雑把であり、すべてのものにおいて真であるわけではないので、さあ我々は別のより必然的な仕方でこのことを論証しよう。事柄においては、互いに争う二つのもののそれぞれが基底にあるものを支配しようと望むものの、反対のものを順次に受け入れうる基底にあるものが同じ「今」において反対のもの双方を受け入れることができないとき、自然的で宣戦布告なき休戦なき戦争が惹起されるということを知らねばならない。したがって、もし争うものどもが一つの基底にあるものをめぐって争うのだとすれば――プロティノスが言うように(争いは場所をめぐるものだからである)[ここでは基底にあるものとは場所のことが言われていると知らねばならない。反対のもののおのおのは固有の場所を有しており、反対のものは遠く離れて争うことは決してなく、互いに触れ合い、あるいは絡み合って、一つの場所においていずれがその場所を制覇するかをめぐって争うのである。反対のものが一つの場所にあって内紛なく留まることは不可能だからである。したがって、反対のものが争う基底にあるものとは場所のことであり、性質なき物体のことではないと理解せねばならない]――、ゆえに争うものどもは基底にあるものの中にある。基底にあるものの中にないものに帰結するものから生じる対偶による換位によって[基底にあるものの中にないものは、争いの端緒を免れているものとして反対のものを持たない。しかるに実体は基底にあるものの中にない]。それゆえ実体には、争う反対のものは存在しない。しかし、語られたこの第四の固有能は、すべての実体に属するものの、実体のみに属するのではない。議論は換位しないからである。なぜなら、争うすべてのものが基底にあるものの中にあるとしても、基底にあるものの中にあるすべてのものが互いに争うわけではないからである。現に図形には何ものも反対ではない(三角形が三角形に反対であることも、正方形が正方形に反対であることもない。というのも、三角形がそれ自身よりも多く三角形になったり少なく三角形になったりしないとすれば――むしろある三角形が別の三角形より大きいとは言われるが、あらゆる三角形が三角形の定義を受け入れるとすれば、ある三角形が別の三角形より多く三角形であると言うことはできない――、より多くやより少なくをも受け入れないからである)。また、灰色や黄褐色のような中間の色にも[反対のものは何もない]。反対のものは最大の隔たりによって判定されるが、最も大きく隔たっているのは端と中間ではなく、端と端だからである。

構文注2 件
  1. 1.42οὐ πρότερον καταπαύει ὁ Ἀριστοτέλης τὸν περὶ τῶν ἰδίων λόγον, πρὶν ἂν εὕροι

    否定の主節(οὐ πρότερον…)に続く πρίν 節において、接続法+ἄν ではなく ἄν+希求法(εὕροι)が用いられている。過去や間接話法における希求法転換ではなく、現在時制の文脈において思弁的・潜在的な留保を伴う構文として機能している。

  2. 1.42διὰ τὴν σὺν ἀντιθέσει 〈ἄρα〉 ἀντιστροφὴν ἐκ τοῦ ἑπομένου γενομένην τῷ μὴ ἐν ὑποκειμένῳ

    論理学用語の σὺν ἀντιθέσει ἀντιστροφή は後代の注解者における「対偶(contrapositio)」を指す。直前の「争うものは基底にあるものの中にある(AならばB)」から「基底にあるものの中にないものは争うもの(反対のもの)を持たない(非Bならば非A)」を導く推論の形式的根拠を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:178.13-179.27