- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:172.29-174.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが実体だけでなく種差も基底にあるものの中にないとしたことに対し、種差が実体か偶性かをめぐる難問、ポルピュリオスの中間的自然説への批判、および種差は実体を構成する部分として実体であるという解決を論じる。
" Οὐκ ἴδιον δὲ τοῦτο οὐσίας· ὑπάρχει γὰρ καὶ ταῖς διαφοραῖς. " Δείξας ὁ Ἀριστοτέλης ὅτι πάσῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, νῦν δεικνύει ὅτι οὐ τῇ οὐσίᾳ μόνον ὑπάρχει, ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ὀφείλων ἐπιχειρῆσαι ἀπὸ τῆς ὕλης καὶ τοῦ θείου (δοκοῦσι γὰρ ταῦτα μὴ εἶναι οὐσίαι, τὸ μὲν θεῖον ὡς ὑπερούσιον καὶ ὑπὲρ φύσιν, ἡ δὲ ὕλη ὡς μηδὲν τῶν ὄντων οὖσα ἀλλὰ χείρων πάντων· τὰ γὰρ ἄκρα τῶν ὄντων ἐξ ἀποφάσεως ὁρίζονται, ὡς ἐμάθομεν ἀνωτέρω· οὐ γὰρ ἡ ὕλη ἐν ὑποκειμένῳ, ἵνα μὴ εἴπωμεν ὕλην ὕλης, οὐδὲ τὸ θεῖον ἐν ὑποκειμένῳ), ἐπειδὴ ταῦτα φυσιολογίας καὶ θεολογίας, ἐπιχειρεῖ1 ἀπὸ τῶν διαφορῶν, διαλεκτικοῦ ὀνόματος καὶ πράγματος· καὶ αἱ διαφοραὶ γάρ, φησίν, οὐκ εἰσιν ἐν ὑποκειμένῳ. τί φῄς, ὦ Ἀριστότελες; ἀντιδιέστειλας ταῖς οὐσίαις τὰς διαφορὰς ὡς τῶν διαφορῶν μὴ οὐσῶν οὐσιῶν; καὶ τί εἰσιν αἱ διαφοραί, ἐρησόμεθά σε, οὐσίαι ἢ συμβεβηκότα; καὶ εἰ μὲν οὐσίαι, διὰ τί ἀντιδιέστειλας; εἰ δὲ συμβεβηκότα, ἐπειδὴ ἐκ τῶν διαφορῶν οἱ ὁρισμοὶ εὑρεθήσονται, αἱ οὐσίαι ἐκ τῶν συμβεβηκότων καὶ τὰ μέρη τῶν οὐσιῶν συμβεβηκότα· καὶ πῶς αὐτὸς λέγεις ‘τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσί’; τούτοις τοῖς ἀπόροις ἐνσχεθεὶς ὁ Πορφύριος οὐκ ἐνάρκησε μέσην τινὰ φύσιν εἰπεῖν οὐσίας καὶ συμβεβηκότος καὶ ταύτῃ παραθέσθαι τὰς διαφοράς, ὥσπερ οἱ ἐνεχθέντες ταῖς περὶ τοῦ φωτὸς ἀπορίαις, τῶν μὲν σῶμα τὸ φῶς λεγόντων τῶν δὲ ἀσώματον, μέσην τινὰ φύσιν ἐπέθεντο εἰπεῖν τὸ φῶς ἀσωμάτου καὶ σώματος. ἐπεὶ δὲ τὸ ἀμφοτέρων τῶν ἄκρων μετέχον ἢ ἐξ ἴσου αὐτῶν μετέχει ἢ μᾶλλον τοῦδε ἧττον δὲ τοῦδε, καὶ τοῦτο διχῶς, τριττὰς ἔλεγεν εἶναι τὰς διαφοράς, ἢ μᾶλλον οὐσίας ἧττον δὲ συμβεβηκότα, ὡς τὸ λογικὸν καὶ τὸ ἄλογον· μᾶλλον γὰρ οὐσίαι ταῦτα ὡς συμπληροῦντα τὴν οὐσίαν κἀν τῷ ὁρισμῷ παραλαμβανόμενα, ὀλίγως δὲ συμβεβηκότα ὡς ἐν τῷ ὁποῖόν τι κατηγορούμενα· μία γὰρ τοῦ συμβεβηκότος κατηγορία ἡ ποιότης. ἐξ ἴσου δὲ οὐσίαι καὶ συμβεβηκότα, ὡς ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν χιόνι λευκότης· ὡς γὰρ ἐν πεποιωμένῳ σώματι οὐσίαι εἰσὶν ὡς συμπληροῦντα τὴν οὐσίαν αὐτῶν, ὡς δὲ ἐν ἀποίῳ σώματι συμβεβηκότα· τότε γὰρ καὶ γίνονται καὶ ἀπογίνονται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου· ὅτε γὰρ ἐν τῷ πυρὶ ἡ θερμότης ἐστίν, οὐσία ἐστίν, ἐπειδὴ ἀδύνατον ἐπινοηθῆναι πῦρ δίχα θερμότητος, ὅταν δὲ ἐν σιδήρῳ γένηται, συμβεβηκός ἐστι. μᾶλλον δὲ συμβεβηκότα ἤπερ οὐσίαι, ὡς ἡ ἐν κύκνῳ λευκότης καὶ ἡ ἐν Αἰθίοπι μελανότης· γίνεται γὰρ καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου, καθά φησιν ὁ Πορφύριος, ὅτι ‘δύναται’, φησίν, ‘ἐπινοηθῆναι καὶ κύκνος μέλας καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροίαν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου’. ὅλως δὲ δοκοῦσιν οὐσίαι εἶναι διὰ τὸ παντὸς κύκνου τὸ εἶδος τὴν λευκότητα εἶναι καὶ τοῦ κόρακος τὴν μελανίαν. τριτταὶ οὖν αἱ διαφοραὶ κατ’ αὐτὸν συνάγονται. ἀλλ’, ὦ Πορφύριε, ἀντίφασιν ποιοῦσιν ἡ οὐσία καὶ τὸ συμβεβηκός, τὸ ἐν ὑποκειμένῳ καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ· τῆς δὲ ἀντιφάσεως οὐδέν ἐστι μέσον· ἔστι γὰρ ἀντίφασις ἀντίθεσις, ἧς οὐδέν ἐστι μεταξὺ καθ’ αὑτό, καλῶς προσκειμένου τοῦ καθ’ αὑτό·2 κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται εἶναί τι μέσον· λευκοῦ γὰρ καὶ οὐ λευκοῦ οὐδέν ἐστι μέσον, εἰ μή τι δἄν συμβῇ τὸ οὐ λευκὸν ἐπὶ τοῦ μέλανος νοηθῆναι· τότε γὰρ εὑρίσκεται μέσον τῆς ἀντιφάσεως, εἰ καὶ κατὰ συμβεβηκός. τί οὖν δεῖ εἰπεῖν; ὅτι οὐσίαι μὲν αἱ διαφοραί, οὐσίαι δὲ οὐχ αἱ νῦν προκείμεναι ἡμῖν εἰς ἐπίσκεψιν αἱ συνεγνωσμέναι τῷ πολλῷ ἀνθρώπῳ· ὁ γὰρ πολὺς ἄνθρωπος καὶ ζῷον λέγει καὶ ἄνθρωπον καὶ Σωκράτης. εἰ δὲ ἐρεῖς ‘τί οὖν οὐ λέγουσι λογικὸν καὶ ἄλογον, ἅπερ εἰσὶ διαφοραί;’, λέγομεν ὅτι τὸ λογικὸν καὶ ἄλογον συνθέτων πραγμάτων εἰσὶν ὀνόματα, λογικότητα δὲ καὶ ἀλογίαν ὁ πολὺς ἄνθρωπος οὐκ οἶδεν, ἅπερ εἰσὶ διαφοραί. διὰ τοῦτο οὖν ἀντιδιέστειλε τὰς διαφορὰς ταῖς οὐσίαις. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ ᾔσθετο ἑαυτοῦ ὁ Ἀριστοτέλης τὰς διαφορὰς συμβεβηκότα ποιήσαντος3 τῷ ἀντιδιελεῖν ταῖς οὐσίαις, ἐπάγει ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι, αἱ διαφοραὶ δὲ μέρη τῶν ὁρισμῶν καὶ οὐσίαν συμπληροῦσιν, αἱ διαφοραὶ ἄρα οὐσίαι ὡς μέρη οὐσιῶν. μὴ ταραττέτω δὲ ἡμᾶς ὁ λόγος ὁ λέγων ὅτι τὰ μέρη τῶν οὐσιῶν συμβεβηκότα· ἔλεγον γὰρ οὕτω τινές· τὰ μέρη τῶν οὐσιῶν ἔν τινι, τὰ ἔν τινι συμβεβηκότα, τὰ μέρη τῶν οὐσιῶν ἄρα συμβεβηκότα· οὐδὲ γὰρ οὕτως ἐλέγομεν τὸ ἔν τινι τὸ ἐν ὑποκειμένῳ, ἀλλὰ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον. νῦν δὲ τὸ ἔν τινι ὡς μέρος ἐν ὅλῳ ὑπόκειται, οἷον ἡ διαφορά.
「しかしこれは実体に固有ではない。なぜなら種差にも属するからである。」 アリストテレスは、基底にあるものの中にないことが実体のすべてに属することを示したが、今やそれが実体だけに属するのではなく、種差にも属することを示す。そして、質料や神的なものから論証を企てることもできたのに(これらは実体ではないと思われるからであり、神的なものは超実体・超自然的なものとして、質料は存在するもののいずれでもなく万物より劣るものとしてそう思われる。存在するものの両極端は否定によって規定されると、我々が上で学んだとおりである。なぜなら質料の質料などと言わぬよう質料は基底にあるものの中にないし、神的なものも基底にあるものの中にないからである)、これらは自然学や神学に属する事柄であるため、弁証論的な名称であり事柄である種差から論証を企てるのである。すなわち、彼は種差も基底にあるものの中にないと言うのである。アリストテレスよ、汝は何を言うのか。汝は種差が実体でないかのように、実体に対して種差を対立させて区分したのか。そして汝に尋ねよう、種差とは何なのか、実体なのか、それとも偶性なのか。もし実体であるなら、なぜ対立させて区分したのか。他方、もし偶性であるなら、定義は種差から見出されることになるので、実体は偶性から成り立ち、実体の諸部分は偶性であることになってしまう。それなのに、汝自身どうして「実体の部分は実体である」と言うのか。これらの難問に囚われたポルピュリオスは、臆することなく実体と偶性の中間的なある本性を語り、種差をこれに配した。それはあたかも、光に関する難問に巻き込まれた人々が、一方は光を物体であると言い、他方は非物体であると言ったため、非物体と物体の中間的なある本性を光であると言い張ったようなものである。そして、両端の双方に与るものは、それらに均等に与るか、あるいは一方により多く、他方により少なく与るかのいずれかであり、しかもこれには二通りあるため、彼は種差が三様であると述べていた。すなわち、理性的や非理性的のように、より実体であり偶性である度合いがより少ないものである。なぜならこれらは実体を補足し、定義において採用されるものとして、より実体であるが、「どのようなものか」において述語づけられるものとして、わずかに偶性でもあるからである。偶性の範疇の一つは性質だからである。他方、火における熱さや雪における白さのように、均等に実体であり偶性であるものである。なぜなら、質づけられた物体の中にあっては、それらの実体を補足するものとして実体であるが、無質の物体の中にあっては偶性だからである。その場合、基底にあるものの破壊なしに生じたり消滅したりするからである。すなわち、熱さが火の中にあるときは実体であるが、熱さなしに火を思念することは不可能だからであり、しかし鉄の中に生じる場合には偶性である。そして、白鳥における白さやエチオピア人における黒さのように、実体であるよりはむしろ偶性であるものである。なぜなら、ポルピュリオスが言うように、基底にあるものの破壊なしに生じたり消滅したりするからであり、彼曰く「黒い白鳥も白い烏も、肌の色を失ったエチオピア人も、基底にあるものの破壊なしに思念され得る」からである。だがそもそもそれらが実体であると思われるのは、白さがすべての白鳥の形相であり、黒さがすべての烏の形相であることによる。したがって、彼によれば種差は三様のものとして帰結する。しかしポルピュリオスよ、実体と偶性、基底にあるものの中にあることと基底にあるものの中にないこととは、矛盾対立をなすのである。そして矛盾対立には中間がない。なぜなら、矛盾対立とはそれ自体として中間のない対立であるからであり、「それ自体として」と付け加えられたのは至当である。付帯的には何らかの中間が存在し得るからである。というのも、白と非白の間には何も中間がないが、もし非白が黒について思念されるということが付帯的に生じるのであれば話は別である。そのときには、たとえ付帯的であれ、矛盾対立の中間が見出されるからである。では何と言うべきなのか。種差は実体であるが、今我々の検討のために提示されている、一般大衆に周知されている実体ではない、ということである。一般大衆は動物や人間やソクラテスを口にする。しかし「では何か、彼らは種差であるところの理性的や非理性的を口にするではないか」と言うなら、我々は、理性的や非理性的は複合的な事柄の名称であり、一般大衆は種差であるところの理性性や非理性性を知らないのだ、と答える。それゆえ、彼は実体に対して種差を対立させて区分したのである。これらについては以上の通りである。 ところで、アリストテレスは実体に対して対立させて区分したことによって、自らが種差を偶性にしてしまったことに気づいたため、「実体の諸部分は実体であり、種差は定義の諸部分であって実体を補足する、したがって種差は実体の諸部分として実体である」と付け加える。実体の諸部分は偶性であると言う議論に我々が動揺させられてはならない。ある人々は次のように述べていたからである。「実体の諸部分は何かの中にある、何かの中にあるものは偶性である、したがって実体の諸部分は偶性である。」しかし我々は、基底にあるものの中にあることをこのように「何かの中にある」とは言わなかったのであり、部分としてではなく何かの中に属していることと言ったのである。だが今や、「何かの中にある」は、種差のように全体の中の部分として存在しているのである。
- 1.38ὀφείλων ἐπιχειρῆσαι ... ἐπιχειρεῖ
分詞 ὀφείλων は譲歩的ニュアンス(「〜から論証を企てることもできたのに」「企てるべきであったのに」)を帯びており、後続の主動詞 ἐπιχειρεῖ(「〜から論証を企てる」)と対置されている。間にある長い丸括弧内の説明的挿入句(質料と神的なものがなぜ実体でないように見え、かつ基底の中にないのか)を経て、ἐπειδὴ ταῦτα φυσιολογίας καὶ θεολογίας(これらは自然学や神学に属するがゆえに)によって主節へと復帰する構造である。
- 1.38καλῶς προσκειμένου τοῦ καθ’ αὑτό
独立属格(genitive absolute)構文。中性定冠詞を伴う表現 τοῦ καθ’ αὑτό(「『それ自体として』という語句」)が主語であり、分詞 προσκειμένου(「付け加えられて」)と副詞 καλῶς(「適切に、至当に」)が結びついて挿入的に機能している。
- 1.38ᾔσθετο ἑαυτοῦ ὁ Ἀριστοτέλης τὰς διαφορὰς συμβεβηκότα ποιήσαντος
知覚・認識を表す動詞 αἰσθάνομαι(アオリスト ᾔσθετο)が、再帰代名詞属格 ἑαυτοῦ とその一致分詞属格 ποιήσαντος を従え、「アリストテレスは自分が〜してしまったことに気づいた」という構文を形成している。ποιήσαντος の目的語は τὰς διαφοράς で、συμβεβηκότα はその述語的対格(二重対格)。
