- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:158.16-159.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが結合なしの語を十の範疇に分けた箇所(1b25)を注解し、なぜこの分割が最後に置かれたのかという難問、ソクラテスの一例による十範疇の例示、基体・可分性・関係に基づく十範疇の演繹的分割と複合性の解消、そして範疇間の順序について論じている。
" Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων." Διελὼν ὁ Ἀριστοτέλης τὰ λεγόμενα εἰς τὰ μετὰ συμπλοκῆς καὶ ἄνευ συμπλοκῆς καὶ τὰ ὄντα εἰς καθόλου οὐσίαν καὶ μερικὴν οὐσίαν, καθόλου συμβεβηκὸς καὶ μερικὸν συμβεβηκός, διαιρεῖ τὰ ἄνευ συμπλοκῆς εἰς δέκα κατηγορίας. καὶ ἀποροῦσιν ὅτι διὰ τί ἀνωτέρω μὴ ἐπεξῆλθε πάσῃ τῇ διαιρέσει, ὅτε διῄρει τὰ λεγόμενα καὶ τὰ ὄντα. καὶ λέγομεν ὅτι ἀναγκαίως τελευταίαν ἐφύλαξε τὴν διαίρεσιν ταύτην, ἵνα λήξῃ μὲν τὸ πρῶτον τμῆμα εἰς ψιλὴν ἀπαρίθμησιν τῶν κατηγοριῶν, ἄρξηται δὲ τὸ δεύτερον αὐτῆς τῆς ἀκριβοῦς διδασκαλίας· ὥσπερ γὰρ οἱ ἄριστοι τῶν γραφέων πρὸ τῆς τελείας μορφῆς τῆς διὰ τῶν χρωμάτων ἀμυδρὰν ἔννοιαν παρέχονται τοῦ γραφησομένου διὰ τῆς σκιαγραφίας ἢ λευκογραφίας, οὕτω καὶ ὁ Ἀριστοτέλης λόγῳ ὑπογράφων τὰ πράγματα ἀμυδρὰν ἔμφασιν ἡμῖν παρέχει τῶν κατηγοριῶν· ἡ μὲν γὰρ παχυμερὴς αὐτῶν διδασκαλία ἐπὶ ψιλῶν τῶν παραδειγμάτων πρόεισι μόνον, ἡ δὲ λεπτομερὴς τά τε ἴδια καταλέγει ἑκάστης καὶ τὴν διαίρεσιν, ἵνα καὶ τὰ ὑπάρχοντα ἐν ταῖς κατηγορίαις γνῶμεν διὰ τῶν ἰδίων καὶ τὰ οἷς αὗται ὑπάρχουσι διὰ τῆς διαιρέσεως.1 ἀλλ’ αὐτὸς μὲν Ἀριστοτέλης ἐπὶ παραδειγμάτων ποιεῖται τὴν ἀπαρίθμησιν τῶν δέκα κατηγοριῶν, φέρε δὲ ἡμεῖς ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ παραδείγματος ποιησώμεθα τὴν διδασκαλίαν, ἐπὶ τοῦ Σωκράτους· αὐτὸς γὰρ οὐσία ἐστὶν ὡς ἄνθρωπος καὶ ποσὸν ὡς δίπηχυς ἢ τρίπηχυς καὶ ποιὸν ὡς λευκὸς ἢ μουσικὸς καὶ πρός τι ὡς πατὴρ ἢ ὡς υἱὸς καὶ ποιεῖ ὡς τέμνων καὶ πάσχει ὡς τεμνόμενος καὶ κεῖται ὡς καθήμενος ἢ ἑστὼς ἢ ἀνακεκλιμένος (ἢ γὰρ πάντα ὄρθιά ἐστι τὰ μέλη καὶ λέγεται ἑστάναι ἢ πάντα ὕπτια καὶ λέγεται ἀνακεκλίσθαι ἢ τὰ μὲν ὄρθια τὰ δὲ ὕπτια καὶ λέγεται καθῆσθαι), καὶ ἔχει ὡς ὑποδεδεμένος ἢ ἠμφιεσμένος ἢ ἔχων δακτύλιον καὶ ποῦ ὡς ἐν Λυκείῳ διδάσκων καὶ ποτὲ ὡς ἐπὶ τῶν Πελοποννησιακῶν χρόνων γεγονώς. τοῦ δὲ Ἀριστοτέλους ψιλὴν ἀπαρίθμησιν ποιησαμένου τῶν κατηγοριῶν ὅτι δέκα καὶ τὴν αἰτίαν μὴ προσθέντος διὰ τί δέκα, φέρε ἡμεῖς καὶ τὴν αἰτίαν προσθῶμεν διὰ τί δέκα. δείκνυμεν δὲ τοῦτο ἐκ διαιρέσεως τοιαύτης· τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἢ οὐκ ἐν ὑποκειμένῳ. καὶ εἰ μὲν μὴ ἐν ὑποκειμένῳ, ποιεῖ τὴν οὐσίαν, εἰ δὲ ἐν ὑποκειμένῳ, ἢ καθ’ ἑαυτὸ ἢ οὐ καθ’ ἑαυτό. καὶ εἰ μὲν καθ’ ἑαυτό, ἢ μεριστὸν ἢ ἀμέριστον. καὶ εἰ μὲν μεριστόν, ποιεῖ τὸ ποσόν, εἰ δὲ ἀμέριστον, ποιεῖ τὸ ποιόν· κἂν γὰρ δοκῇ τὸ ποιὸν μεριστὸν εἶναι, διὰ τὴν ὕλην ἐστὶ μεριστόν. εἰ δὲ οὐ καθ’ ἑαυτό, ἢ σχέσις ἐστὶ μόνη καὶ ποιεῖ τὰ πρός τι, ἢ κατὰ σχέσιν ἄλλων νοεῖται καὶ ποιεῖ τὰς λοιπὰς ἓξ κατηγορίας· τεσσάρων γὰρ οὐσῶν ἁπλῶν κατηγοριῶν, οὐσίας ποσοῦ ποιοῦ πρός τι, ἐκ τῆς συμπλοκῆς τούτων αἱ λοιπαὶ ἀπογεννῶνται, ἐξ οὐσίας καὶ ποσοῦ τὸ ποῦ καὶ ποτέ, ἐξ οὐσίας καὶ ποιοῦ τὸ ποιεῖν καὶ πάσχειν, ἐξ οὐσίας καὶ τῶν πρός τι τὸ ἔχειν καὶ τὸ κεῖσθαι. διὸ καὶ ἀποροῦσιν ὅτι πῶς λέγομεν ὅτι ἁπλαῖ αἱ δέκα εἰσὶ κατηγορίαι, εἴ γε αἱ τέσσαρες μόναι εἰσὶν ἁπλαῖ αἱ δὲ ἓξ σύνθετοι. καὶ λέγομεν ὅτι συνθέτους αὐτὰς καλοῦμεν, διότι ἔμφασιν ἡμῖν συνθέσεως εἰσάγουσιν, ἐπειδὴ αὐταὶ ἁπλαῖ εἰσιν· οὐ γὰρ κατηγορία 〈τὸ ἐν τόπῳ ὂν οὐδὲ τὸ ἐν χρόνῳ (ταῦτα γὰρ σύνθετα), ἀλλὰ〉 τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἐν χρόνῳ· διὰ γὰρ τοῦτο καὶ ἀπαρεμφάτοις ὀνόμασιν ὠνόμασεν αὐτὰ ὁ Ἀριστοτέλης, ἵνα μὴ τῷ ἐφέλκεσθαι πρόσωπον σύνθεσίν τινα εἰσαγάγῃ,2 οἷον τὸ ποιεῖν καὶ τὸ πάσχειν καὶ τὸ ἔχειν καὶ τὸ κεῖσθαι, ἅπερ ἀπαρέμφατά εἰσιν. ἐπειδὴ δὲ μὴ γένος τὸ ὂν τῶν δέκα κατηγοριῶν, δύνανται καὶ τάξιν ὑποδέχεσθαι· προτέρα ἡ οὐσία ὡς ὑποκείμενον πᾶσι, δεύτερον τὸ ποσόν, ἐπειδὴ καὶ ἡ ἀνείδεος ὕλη πρότερον ποσοῦται 〈εἶθ’ οὕτως ποιοῦται〉, τρίτον τὸ ποιὸν καὶ τοῦ πρός τι πρότερον, ἐπειδὴ καὶ τὸ καθ’ αὑτὸ τοῦ ἐν σχέσει πρότερον. ἀλλ’ εἰ ταῦτα οὕτω, προτέτακται τὰ ἐξ οὐσίας καὶ ποσοῦ τῶν ἐξ οὐσίας καὶ ποιοῦ καὶ τὰ ἐξ οὐσίας καὶ ποιοῦ τῶν ἐξ οὐσίας καὶ πρός τι. καὶ ταῦτα μὲν ἐν τούτοις.
「いかなる結合も伴わずに言われるもののうち……」 アリストテレスは言われるものを結合を伴うものと結合なしのものへ、またあるものを普遍実体と個別実体、普遍偶有と個別偶有へと分割したうえで、結合なしのものを十の範疇へと分割している。そして、なぜ前の箇所で言われるものとあるものを分割した際に、分割を最後までやり遂げなかったのか、という難問が出される。これに対してわれわれは、彼がこの分割を最後に留保したのは必然的であったと述べる。それは、第一の部分が範疇の単なる数え上げで終わり、第二の部分が厳密な教授そのものから始まるようにするためである。というのも、最善の画家たちが色彩による完全な形姿の前に、陰影画や単色画によって描かれるべきものの大まかな観念を提供するのと同様に、アリストテレスも言論によって事物を素描し、範疇の大まかな印象をわれわれに提供するからである。実際、範疇の粗略な教授は単なる実例のみに基づいて進むが、緻密な教授はそれぞれの固有な性格と分割とを数え上げるのであり、それは、固有な性格を通じて範疇に属するものを、また分割を通じてこれらの範疇が属する対象をわれわれが知るためである。しかしアリストテレス自身は様々な例に基づいて十の範疇の数え上げを行っているが、さあ、われわれは同一の単一の実例、すなわちソクラテスに基づいて教授を行ってみよう。実際、彼自身は、人間として実体であり、二肘あるいは三肘の身の丈として量であり、白いあるいは音楽的として質であり、父あるいは子として関係であり、切っているとして能動であり、切られているとして受動であり、座っている、立っている、あるいは横たわっているとして配位である(なぜなら、四肢がすべて直立していれば立っていると言われ、すべて仰臥していれば横たわっていると言われ、一部が直立で一部が仰臥していれば座っていると言われるからである)。そして、靴を履いている、衣を着ている、あるいは指輪をはめているとして所持であり、リュケイオンで教えているとして場所であり、ペロポネソス戦争の時代に生まれた者として時である。ところで、アリストテレスは範疇が十であるという単なる数え上げを行い、なぜ十であるのかという原因を付加しなかったので、さあ、われわれがなぜ十であるのかという原因をも付加しよう。われわれはこのことを次のような分割から示す。あるものは基体にあるか、あるいは基体にないかのいずれかである。そしてもし基体にないなら実体を作り出し、基体にあるなら、それ自体によるか、それ自体によらないかのいずれかである。そしてもしそれ自体によるなら、可分であるか不可分であるかのいずれかである。そしてもし可分であるなら量を作り出し、不可分であるなら質を作り出す(実際、質が可分であるように思われるとしても、それは質料のゆえに可分なのである)。他方、もしそれ自体によらないなら、単なる関係であって関係を作り出すか、あるいは他のものの関係に従って思惟されて残りの六つの範疇を作り出すかのいずれかである。なぜなら、実体、量、質、関係という四つの単純な範疇があるとして、これらの結合から残りの範疇が生み出されるからである。すなわち、実体と量から「場所」と「時」が、実体と質から「能動」と「受動」が、実体と関係から「所持」と「配位」が生み出されるのである。それゆえ、もし四つのみが単純で六つが複合であるとするなら、なぜわれわれは十の範疇が単純であると言うのか、という難問が出される。これに対してわれわれは、それらが複合の印象をわれわれにもたらすからこそ複合と呼ぶのであって、それら自体は単純であると述べる。なぜなら、範疇とは場所にあるものや時間にあるものではなく(これらは複合的なものである)、場所に「あること」や時間に「あること」だからである。それゆえアリストテレスも、人称を引き寄せることによって何らかの複合を導入しないよう、これらを不定詞の名で名付けたのであり、例えば「能動」、「受動」、「所持」、「配位」がそうであって、これらは不定詞なのである。ところで、「あるもの」は十の範疇の類ではないので、それらは順序を受け入れることも可能である。すなわち、実体はすべてに対する基体として最初であり、第二は量である(なぜなら形相なき質料もまず量づけられ、次いでそのようにして質づけられるからである)。第三は質であって関係に先行する(なぜならそれ自体によるものは関係にあるものに先行するからである)。しかしもしこれらがそうであるなら、実体と量からなるものは実体と質からなるものに先行して置かれ、実体と質からなるものは実体と関係からなるものに先行して置かれている。そしてこれらについては以上の通りである。
- 1.22ἵνα καὶ τὰ ὑπάρχοντα ἐν ταῖς κατηγορίαις γνῶμεν διὰ τῶν ἰδίων καὶ τὰ οἷς αὗται ὑπάρχουσι διὰ τῆς διαιρέσεως
目的節内部で2つの対比構造がなされている。前者の τὰ ὑπάρχοντα ἐν ταῖς κατηγορίαις は「範疇に属するもの(範疇を規定する固有の性質)」を指し、後者の τὰ οἷς αὗται ὑπάρχουσι は関係代名詞 οἷς を伴い「これらの範疇が属する(帰属する)対象(下位の個別的事物や種)」を指す。
- 1.22ἵνα μὴ τῷ ἐφέλκεσθαι πρόσωπον σύνθεσίν τινα εἰσαγάγῃ
τῷ ἐφέλκεσθαι は手段を表す冠詞付き不定詞(与格)で、πρόσωπον(人称)はその意味上の目的語。限定動詞(定形)が主語・人称を伴うことで複合的な事態を想起させるのに対し、不定詞(ἀπαρέμφατον)を用いることで人称の引き込みを避け、抽象的・単純な状態を表している構文的意図を説明している。
