← エリアス

アリストテレス『カテゴリー論』注解

§121.34-123.29

注釈者の要件とアリストテレスの文体

エリアスは聴講者と注釈者が備えるべき知的能力と客観的態度について論じ、続く第八の項目として事柄に応じたアリストテレスの多様な文体、とりわけ書簡における簡潔さと鋭さを解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#9

κατὰ δὲ γνῶσιν ἔστω ἀκριβὴς μὴ ἐπαναπαυόμενος τῇ ἀξιοπιστίᾳ τῶν προσώπων· ὁ γὰρ τοιοῦτος μὴ πιστεύων ὡς ἔτυχε τοῖς παλαιοῖς ἄλλῳ τρόπῳ πιστεύει· πιστεύει γὰρ Σωκράτει λέγοντι ‘καὶ Σωκράτους μὲν ὀλίγον φροντιστέον τῆς ἀληθείας δὲ πολύ’ καὶ Ἀριστοτέλει λέγοντι ἐν τῇ Ἠθικῇ ‘φίλος μὲν ὁ ἀνήρ, φίλη δὲ καὶ ἡ ἀλήθεια· ἀμφοῖν δὲ φίλοιν ὄντοιν αἱρετέον μᾶλλον τὸ ἀληθές’. καὶ δι’ ἄλλην δὲ αἰτίαν ἔστω ἀκριβής, ἐπειδὴ ἐκ τοῦ αὐτοῦ πάθους γίνεται μισολογία καὶ μισανθρωπία, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι, ἐκ τοῦ ῥᾳδίως πιστεύειν ἢ ἤθεσιν ἢ λόγοις· καὶ οἱ εἰσοικισάμενοι γάρ τινας ὡς χρηστὰ ἤθη ἔχοντας ἐπ’ αὐτοφώρῳ καταλαβόντες ὅτι φαῦλοί εἰσι τοῦ λοιποῦ μισάνθρωποι γεγόνασι, καὶ οἱ πιστεύσαντες λόγοις τισὶν ὡς ἀρραγέσι τελευταῖον δὲ ὁρῶντες αὐτοὺς ὑπὸ τῶν διαλεκτικῶν ταραττομένους τοῦ λοιποῦ μισόλογοι ἐγένοντο. ἵνα οὖν μήτε μισόλογοι γενώμεθα μήτε μισάνθρωποι, δέον ἡμᾶς τοὺς ἀκροατὰς ἀκριβεῖς εἶναι1 καὶ μὴ ἀνέχεσθαι τῶν ἀποτάδην λόγων, ἀλλ’ ἐκδιδόναι ἑαυτοὺς τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν λόγοις διὰ Σωκράτην λέγοντα πάλιν ὅτι ‘εἰ μὴ σὺ σεαυτοῦ λέγοντος ἀκούσῃς, ἄλλῳ λέγοντι μὴ πιστεύσῃς’, τοῦτ’ ἔστιν εἰ μὴ σὺ ὁ δεδωκὼς τὰς προτάσεις καὶ ἐξ ἀνάγκης τὸ συμπέρασμα δεδωκώς, ἄλλῳ μὴ πιστεύσῃς· ὅ γε τὸ σπέρμα δεδωκὼς τοῦ φῦναι τὸ κακὸν αἴτιός ἐστι. ἔστι δὲ εἰπεῖν πρὸς τοὺς ἔξωθεν ἐπιχειροῦντας λέγειν τὸ συμπέρασμα ἄλλου δεδωκότος τὰς προτάσεις ‘πῶς ἄν σύ μοι λέξειας ἅ με χρὴ λέγειν;’, καὶ πρὸς τὸν δεδωκότα τὰς προτάσεις ἀγανακτοῦντα δὲ ἐπὶ τῷ συμπεράσματι ὅτι ‘σοῦ ταῦτα, οὐκ ἐμοῦ κλύεις’. δεῖ αὐτὸν μὴ εἶναι δύσεριν καὶ φιλόνεικον· ‘ὁ γὰρ τοῖς ἐναργέσι μαχόμενος’, φησὶν ὁ Ἀριστοτέλης, ‘αἰσθήσεως ἢ κολάσεως δεῖται· εἰ γὰρ εἰδὼς ἀντέλεγε τῇ ἀληθείᾳ, κολάσεως, εἰ δὲ ἀγνοῶν, αἰσθήσεως’. τοιοῦτος μὲν ὁ ἀκροατής. ‘ὁ δὲ ἐξηγητὴς ἔστω ἅμα ἐξηγητὴς καὶ ἐπιστήμων. ἔστι δὲ ἐξηγητοῦ μὲν ἔργον ἡ ἀνάπτυξις τῶν ἀσαφῶν ἐν τῇ λέξει, ἐπιστήμονος δὲ ἡ κρίσις τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, ἤτοι ἀνεμίων καὶ γονίμων. δεῖ αὐτὸν μὴ συμμεταβάλλεσθαι οἷς ἂν ἐξηγῆται δίκην τῶν ἐν σκηνῇ ὄντων καὶ διάφορα πρόσωπα ὑποδυομένων διὰ τὸ μιμεῖσθαι διάφορα ἤθη, καὶ Ἀριστοτελικὸν μὲν γίνεσθαι τὰ τοῦ Ἀριστοτέλους ἐξηγούμενον καὶ λέγειν ὅτι οὐκ ἐγένετο φιλόσοφος τοιοῦτος, Πλατωνικὰ δὲ ἐξηγούμενον Πλατωνικὸν γίνεσθαι καὶ λέγειν ὅτι οὐκ ἐγένετο κατὰ Πλάτωνα φιλόσοφος. δεῖ αὐτὸν μὴ ἐκ παντὸς τρόπου βιάζεσθαι καὶ λέγειν ὅτι πάντως ἀληθεύει ὁ ἀρχαῖος ὃν ἐξηγεῖται, ἀλλὰ πανταχοῦ ἐπιλέγειν ‘φίλος ὁ ἀνήρ, φίλη δὲ καὶ ἡ ἀλήθεια, ἀμφοῖν δὲ φίλοιν προκειμένοιν φιλαιτέρα ἡ ἀλήθεια’. δεῖ αὐτὸν μὴ συμπάσχειν αἱρέσει τινί, ὃ πέπονθεν Ἰάμβλιχος· οὗτος γὰρ προσπάσχων τῷ Πλάτωνι συνδίδωσι τῷ Ἀριστοτέλει ὅτι οὐκ ἀντιλέγει τῷ Πλάτωνι διὰ τὰς ἰδέας. δεῖ αὐτὸν μὴ ἀντιπάσχειν αἱρέσει, ὥσπερ Ἀλέξανδρος· οὗτος γὰρ ἀντιπάσχων τῇ ἀθανασίᾳ τῆς ψυχῆς τῆς λογικῆς τὰς εἰρημένας ῥήσεις ἐν τῷ τρίτῳ λόγῳ τῆς Περὶ ἀθανασίας τῆς ψυχῆς καὶ ἀποδεικνυούσας ὅτι ἔστιν ἀθάνατος ἡ ψυχὴ πειρᾶται πᾶσαν στροφὴν περιστρέφειν. δεῖ αὐτὸν πάντα εἰδέναι τὰ Ἀριστοτέλους, ἵνα σύμφωνον δείξας τὸν Ἀριστοτέλην ἑαυτῷ τὰ Ἀριστοτέλους διὰ τῶν Ἀριστοτέλους ἐξηγήσηται. δεῖ αὐτὸν πάντα εἰδέναι τὰ Πλάτωνος, ἵνα σύμφωνον ἑαυτῷ τὸν Πλάτωνα ἀποδείξῃ τὰ Ἀριστοτέλους τῶν Πλάτωνος εἰσαγωγὴν ποιούμενος. ἐν οἷς ἡ πρᾶξις. Ὄγδοον κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι τί τὸ εἶδος τῆς Ἀριστοτέλους ἀπαγγελίας. οὐχ ἓν τοίνυν τοῦτο, ἀλλὰ διάφορον, εἰ μηδ’ ἂν εἴποι τις ἄλλῳ τρόπῳ ἓν τῷ πανταχοῦ πρόσφορον εἶναι αὐτὸ τοῖς ὑποκειμένοις πράγμασιν·2 ὡς γὰρ πρόσφορον δοκεῖ ἓν εἶναι· παντοίων γὰρ πραγμάτων ἁψάμενος ὁ Ἀριστοτέλης παναρμόνιον εἶδος λόγων ἐπετήδευσε, συμμεταμορφῶν ἀεὶ τοὺς λόγους τοῖς πράγμασι. διὸ ἐν μὲν τοῖς μερικοῖς, φημὶ δὲ ταῖς ἐπιστολαῖς, ἐστὶ σύντομος, κοινὸς ἅμα καὶ ἴδιος, κοινὸς μέν, ἐπειδὴ οὐδὲν διαφέρει ἐπιστολιμαῖος χαρακτὴρ τῆς κοινῆς διαλέκτου ἢ τῷ ἔγγραφον εἶναι καὶ πρὸς ἀπόντας, ἴδιος δέ, ἵνα μὴ εἰς ἰδιωτισμὸν ἐμπέσωμεν. διὸ καὶ ὁ Ἑρμογένης ἐν τῇ Ῥητορικῇ τέχνῃ φησὶ ‘τὰ κοινὰ καινῶς καὶ τὰ καινὰ κοινῶς’· τὰ γὰρ κοινότερα ἐνθυμήματα δεῖ ξενοπρεπέσι λέξεσι φράζειν, ἵνα μὴ καταφρονῶνται διὰ τὸ χαμαίζηλον τῆς λέξεως, τὰ δὲ καινὰ πάλιν καὶ ξενοπρεπέστερα τῶν ἐνθυμημάτων δεῖ κοινοτέραις λέξεσι φράζειν, ἵνα βαθέα ὄντα νοῆται. ἀλλὰ καὶ δριμύς ἐστιν· ὅτι γὰρ δριμύς, δηλοῖ αὐτοῦ μία ἐπιστολή· μετὰ γὰρ θάνατον Σωκράτους ὑπεξελθὼν Ἀθηνῶν καὶ διατρίβων ἐν Χαλκίδι ἀνεκαλεῖτο ὑπὸ Ἀθηναίων ἐπανελθεῖν, καὶ μὴ πεισθεὶς ἀντέγραψεν οὕτως ‘οὐ μὴ ἐάσω Ἀθηναίους δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν,3 παρ’ οἷς ὄγχνη ἐπ’ ὄχνῃ γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ’.

知識においては、人物の信憑性に安住することのない厳密な者であるべきである。というのも、そのような者は昔の人々を当てずっぽうに信じることはなく、別の仕方で信じるからである。すなわち、彼は「ソクラテスのことはわずかに気遣うべきだが、真理のことは大いに気遣うべきである」と言うソクラテスを信じ、また『倫理学』において「その人は友であり、真理も友であるが、双方が友であるとしても、真理のほうをより選ぶべきである」と言うアリストテレスを信じるのである。また別の理由によっても厳密な者であるべきである。というのも、プラトンが『パイドン』において述べるように、人柄や言論を軽々しく信じるという同じ経験から言論嫌いと人間嫌いが生じるからである。実際、ある人々を優れた人柄を持っているとして迎え入れたものの、現行犯で彼らが劣悪であることを見届けた人々は、以後人間嫌いになってしまったし、いくつかの言論を破綻のないものとして信じたものの、最後にそれらが弁証家たちによってかき乱されるのを見た人々は、以後言論嫌いになってしまった。したがって、我々が言論嫌いにも人間嫌いにもならないためには、聴講者である我々は厳密であり、一方的に述べ立てられる言論に甘んじることなく、むしろ問いと答えによる言論に身を委ねるべきである。これは再びソクラテスが「もし君自身が語るのを聞かないのであれば、他の語る者を信じるな」と言っているからであり、これはすなわち、もし前提を与えたのが君自身でなく、必然的に結論を与えたのも君自身でないのなら、他の者を信じるなということである。悪が生え育つための種を与えた者こそが原因なのである。前提を他人が与えたのに外部から結論を述べようと企てる人々に対しては「君がどうして私の語るべきことを私に語れようか」と言うことができるし、前提を与えておきながら結論に立腹する人に対しては「君がこれを聞いているのは君自身からであって、私からではない」と言うことができる。また、彼は議論を好む論争的な者であってはならない。というのも、アリストテレスが述べるように、「明白な事実と争う者は、感覚か処罰かを必要としている。もし知っていながら真理に異を唱えているなら処罰を、知らずにそうしているなら感覚を必要としているからである」。聴講者はこのような者であるべきである。 注釈者は注釈者であると同時に認識を備えた者であるべきである。注釈者の務めは言葉における不明瞭な箇所の解明であり、認識を備えた者の務めは真偽、すなわち実を結ばぬものと実を結ぶものとの判定である。注釈者は、舞台にあって様々な人柄を模倣するために様々な役柄を演じる者のように、自らが注釈する対象と一緒になって変化してはならず、アリストテレスの著作を注釈するときにはアリストテレス派となって「これほどの哲学者は他にいなかった」と言い、プラトンの著作を注釈するときにはプラトン派となって「プラトンのような哲学者は他にいなかった」と言うようなことがあってはならない。彼は注釈している昔の著者が完全に真理を語っているとあらゆる仕方で無理に言い張ってはならず、むしろいたるところで「その人は友であり、真理も友であるが、双方が友として前にあるなら、真理のほうがより友である」と言い添えるべきである。彼はイアンブリコスが被ったように、ある学派に肩入れしてはならない。というのも、この人物はプラトンに肩入れするあまり、アリストテレスがイデアをめぐってプラトンに反論していないとアリストテレスに同意してしまうからである。彼はまた、アレクサンドロスのように、ある学派に反感を抱いてはならない。というのも、この人物は理性的な魂の不死性に反感を抱き、『魂の不死性について』の第3巻において語られ、魂が不死であることを論証している文言をあらゆる詭弁を用いて歪めようと試みているからである。彼はアリストテレスのすべてを知っていなければならない。それはアリストテレスが自分自身と調和していることを示した上で、アリストテレスの言をアリストテレスの言によって注釈するためである。彼はプラトンのすべてを知っていなければならない。それはアリストテレスの言をプラトンの言への導入とすることで、プラトンが自分自身と調和していることを論証するためである。これらの中に今回の講義は収まる。 提示された項目の第八は、アリストテレスの言述の文体とは何かを探究することである。したがってこれは単一ではなく多様であるが、もし別の仕方で言うなら、それがいたるところで主題となる事柄に適合していることによって単一であるとも言えるかもしれない。適合的である限りにおいて単一であると思われるからである。実際、アリストテレスはありとあらゆる事柄を手がけ、常に言論を事柄に合わせて変形させつつ、全き調和を保った言論の文体を実践した。それゆえ、個別的なもの、すなわち書簡においては、簡潔であり、共通であると同時に独特である。共通であるというのは、書簡の性格は書面によるものであり不在の者に対するものであるという点を除けば日常の語らいと何ら異ならないからであり、独特であるというのは、我々が卑俗さに陥らないためである。それゆえヘルモゲネスも『弁論術』において「共通の事柄は新奇に、新奇な事柄は共通に」と述べている。よりありふれた論証の着想は、語法が卑俗であることによって軽んじられることのないよう、風変わりな言葉で表現されるべきであり、逆に論証の着想のうち新奇で風変わりなものは、深遠でありながらも理解されるよう、より平易な言葉で表現されるべきだからである。しかし彼は鋭くもある。彼が鋭いということは、彼の一通の手紙が明らかにしている。実際、ソクラテスの死後、アテナイを退去してカルキスに滞在していた彼を、アテナイ人たちが帰還するよう呼び戻したとき、彼は応じることなくこのように返書した。「私はアテナイ人たちに、哲学に対して二度過ちを犯すことを許しはしないであろう。彼らのもとでは梨の上に梨が、無花果の上に無花果が熟しているのである」。

構文注3 件
  1. 1.0δέον ἡμᾶς τοὺς ἀκροατὰς ἀκριβεῖς εἶναι

    非人称動詞 δεῖ の分詞中性単数主格 δέον が繋辞 ἐστί の省略により主節の述語(δεῖ 相当)として用いられ、「我々聴講者は厳密であるべきであり」という義務を表している。文頭の従属節 ἵνα... μήτε μισάνθρωποι γενώμεθα の帰結として主節を主導する構造となっている。

  2. 1.0εἰ μηδ’ ἂν εἴποι τις ἄλλῳ τρόπῳ ἓν τῷ πανταχοῦ πρόσφορον εἶναι αὐτὸ τοῖς ὑποκειμένοις πράγμασιν

    εἰ 節の中に ἄν と希求法 εἴποι が組み合わされた潜在的・控えめな条件文(「もし誰かが別の仕方で言うかもしれないのでなければ」)。ἓν の後には存在の不定詞 εἶναι が補われ、与格句 τῷ... εἶναι は理由あるいは手段を表す動名詞的構文である。

  3. 1.0οὐ μὴ ἐάσω Ἀθηναίους δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν

    οὐ μή に未来直説法(または第1アオリスト接続法)ἐάσω が後続する強い否定的確信・決意の慣用表現(「私は決して許さないであろう」)。ソクラテス処刑に続くアリストテレス自身の告発・亡命に言及する文脈。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:121.34-123.29