← エリアス

アリストテレス『カテゴリー論』注解

§118.13-120.8

哲学の学習順序と究極の目的

アリストテレス哲学を学び始める学問分野として数学と論理学の立場を検討し、倫理的教養を前提とした上で論理学から始めるべきであると結論づける。続いてアリストテレス哲学の究極の目的(テロス)は万物の始原が唯一であることを知ることにあるとし、『形而上学』の論証を概説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#7

οἱ δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῶν μαθηματικῶν ἄρχεσθαί φασιν ὅτι δεῖ ταῦτα πρῶτον ἀναγινώσκειν διὰ τὸ θάρρος τῶν ἀποδείξεων (ταῦτα γὰρ κυρίως μανθάνομεν, τὰ δὲ εἰκάζομεν ἤπερ μανθάνομεν), καὶ ὅτι ἐν τούτοις διδασκόμεθα πῶς δεῖ μανθάνειν, ὅτι γραμμικαῖς ἀνάγκαις, οὐκ ἀξιοπιστίᾳ προσώπων ἀναπαυούμενοι, καὶ διὰ Πλάτωνα ἐπιγράψαντα πρὸ τοῦ μουσείου ‘ἀγεωμέτρητος μηδεὶς εἰσίτω.’ Οἱ δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι ἔφασκον ὅτι ὄργανον ἡ λογικὴ καὶ δεῖ πρῶτον εἰδέναι τὸ ὄργανον καὶ εἶθ’ οὕτως ποῦ δεῖ χρήσασθαι τῷ ὀργάνῳ· οὕτω γὰρ καὶ ἐπὶ βαναύσων τεχνῶν ἔχει· ὁ γὰρ φοιτήσας εἰς τέκτονα πρῶτον μανθάνει τὰ ὄργανα, οἷον τρύπανον τέρετρον, καὶ εἶθ’ οὕτως ἄρχεται αὐτῆς τῆς τεκτονικῆς. οὕτως μὲν οὖν καὶ οὗτοι. φέρε δὲ ἡμεῖς εἴπωμεν τἀληθὲς πόθεν δεῖ ἄρχεσθαι. ἔδει τοίνυν ἄρχεσθαι ἡμᾶς ἀπὸ τῆς ἠθικῆς διὰ τοὺς λέγοντας δεῖν ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι· τούτων γὰρ δριμύτερον οὐδὲν ἔχομεν. ἀλλ’ ἐπειδὴ διδασκόμεθα τὰ ἤθη οὐκ ἐκ συνηθείας καθάπερ τὰ πληγῇ νεμόμενα ζῷα, δεῖν ἄρχεσθαι ἀπὸ τῆς λογικῆς,1 μηδὲ οὕτως ἀμελήσαντας τῶν ἠθῶν ἀλλ’ ἁμωσγέπως αὖ κοσμήσαντας διὰ παραινέσεων ἐγγράφων ἢ ἀγράφων, οἷαί εἰσιν αἱ Ἰσοκράτους, ἵν’ ἕτοιμον εὕροι ὁ λόγος τὸ ὅ τι ἀκριβῶς ἐπαγιώθη ἐν αὐτῷ· ἰστέον γὰρ ὅτι τῆς φιλοσοφίας εἰς τὸ θεωρητικὸν καὶ τὸ πρακτικὸν διαιρουμένης καὶ τοῦ μὲν θεωρητικοῦ περὶ τὸ ἐν λόγοις ἀληθὲς καὶ ψεῦδος καταγινομένου τοῦ δὲ πρακτικοῦ περὶ τὸ ἐν πράξει ἀγαθὸν καὶ κακόν, παρῆλθεν ὁ συλλογισμὸς ὄργανον κοσκίνου δίκην οἷον ἐκλογῆς καὶ ἀπεκλογῆς, ἵν’ ἐν μὲν θεωρίᾳ ἐκλέξηται τὸ ἀληθὲς ἐν δὲ πράξει τὸ ἀγαθόν, ἀπεκλέξηται δὲ καὶ τὸ ψεῦδος καὶ τὸ κακόν, ἵνα μήτε ψευδῆ δοξάσωμεν μήτε κακὰ διαπραξώμεθα. καὶ εἰ ἦν ἐν τοῖς Πλάτωνος χρόνοις ἡ διαλεκτική, οὐκ ἂν ἐπέγραψεν ὁ Πλάτων πρὸ τοῦ οἰκείου μουσείου ‘ἀγεωμέτρητος μηδεὶς εἰσίτω’, ὁπότε καὶ οὗτος ἐνεδείξατο τὴν δύναμιν αὐτῆς ἐν τῷ Σοφιστῇ λέγων οὕτως ‘γύμναζε σαυτὸν διὰ τῆς καλουμένης παρὰ πολλοῖς ἀδολεσχίας, ἕως ἔτι νέος εἶ, ἐπεὶ διαφεύξεταί σε τἀληθές’, ἀδολεσχίαν καλέσας τὴν ἀποστασίαν τῶν πραγμάτων ἤγουν τὴν λογικήν· καὶ γὰρ Ἀριστοτέλης ἐν τῇ λογικῇ ἀντὶ τῶν πραγμάτων εἰσφέρει ταῦτα τὰ στοιχεῖα, ἄλφα βῆτα γάμμα, καὶ διὰ τούτων διδάσκει τὰς συμπλοκὰς τῶν συλλογισμῶν· διὸ συνεχῶς αὐτοῖς χρώμενος ἐν τῇ λογικῇ οἷον ἀδολεσχίαν τινὰ ποιεῖ ἑκάστοτε τὰ αὐτὰ λέγων. ταῦτα καὶ ἡμεῖς καὶ πόθεν δεῖ ἄρχεσθαι εἴπωμεν. ἐν οἷς ἡ πρᾶξις. Ἐπειδὴ ἔδειξεν ἡμῖν ὁ λόγος ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι προκοσμήσαντας τὰ ἤθη, ἵνα καθαροὶ ὄντες καθαρᾷ προσομιλήσωμεν τῇ φιλοσοφίᾳ, ἔτι δὲ τῆς φιλοσοφίας διαιρουμένης εἴς τε τὸ θεωρητικὸν καὶ πρακτικὸν ἡ λογικὴ οἷα κόσκινόν τι οὖσα, ὡς προείπομεν, ἐκλέγεται ἀπὸ μὲν τοῦ θεωρητικοῦ τὸ ἀληθὲς ἀπὸ δὲ τοῦ πρακτικοῦ τὸ ἀγαθόν, ἀπεκλέγεται δὲ καὶ τὸ ψεῦδος τοῦ θεωρητικοῦ καὶ τὸ κακὸν πάλιν τοῦ πρακτικοῦ, ἵνα μήτε ψευδῆ δοξάσωμεν μήτε κακὰ διαπραξώμεθα, ἔχοντες τὴν λογικὴν διακρίνουσαν, ἤγουν τὴν ἀπόδειξιν, ἥτις ἐστὶ τῷ ὄντι τὸ Ἑρμαϊκὸν μῶλυ, ᾗτινι ὁπλισάμενοι οὐ θέλγονται ὑπὸ τῶν Σειρήνων τῶν ἑτεροδόξων αἱρέσεων τῆς φιλοσοφίας, ὥσπερ ὁ Ὀδυσσεύς, τῶν ἑταίρων αὐτοῦ συωθέντων ὑπὸ τοῦ τῆς Κίρκης φαρμάκου, ὁ δὲ τῇ ἀποδείξει μὴ ὁπλισάμενος γίνεται ὗς Βοιωτία· συνήγαγεν οὖν ὁ λόγος ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι τὰ ἤθη πρότερον κοσμήσαντας. Καὶ ἐπειδὴ συνεχῶς περὶ τῆς ἀρχῆς ἐζητοῦμεν, ἡ δὲ ἀρχὴ πάντως τέλους ἐστὶν ἀρχή, φέρε περὶ τοῦ τέλους ζητήσωμεν, ἐπειδὴ καὶ τέταρτον κεφάλαιον ἦν τῶν προτεθέντων ζητῆσαι τί τὸ τέλος, καὶ ὅτι γινώσκοντες τί τὸ τέλος προθυμότεροι γινόμεθα. οἱ δὲ μὴ γινώσκοντες τὸ τέλος τυφλοῖς ἐοίκασι βαδίζουσι καὶ φερομένοις οἷ μὴ δεῖ. τέλος τοίνυν τῆς Ἀριστοτελικῆς φιλοσοφίας τὸ γνῶναι ὅτι πάντων μία ἐστὶν ἀρχή· ἀποδεκτέον γὰρ μᾶλλον ἐπὶ θεοῦ τὸ εἰρημένον ἤπερ ἐπὶ βασιλέως, ὡς παρὰ τῷ ποιητῇ οὐκ ἀγαθὸν πολυκοιρανίη. ὅτι δὲ μία πάντων ἀρχὴ δείκνυσιν ὁ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ θεολογῶν οὕτως· ἡ ἀρχὴ ἢ μία ἢ πολλαί· καὶ εἰ μὲν μία, ἔχομεν τὸ ζητούμενον, εἰ δὲ πολλαί, ἢ τεταγμέναι ἢ ἄτακτοι. ἀλλ’ εἰ μὲν ἄτακτοι, ἀτακτότερα τὰ ἐξ αὐτῶν καὶ οὐκέτι κόσμος ὁ κόσμος ἀλλ’ ἀκοσμία, καὶ ἔσται τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν μὴ ὄντος.2 εἰ δὲ τεταγμέναι, ἢ ὑφ’ ἑαυτῶν ἐτάχθησαν ἢ ἔξωθεν ὑπό τινος αἰτίας· ἀλλ’ εἰ μὲν ὑφ’ ἑαυτῶν, ἔχουσί τι κοινὸν τὸ συνάπτον αὐτὰς κἀκεῖνο ἡ ἀρχή, εἰ δὲ ὑπ’ ἔξωθέν τινος αἰτίας, πάλιν ἢ μιᾶς ἢ πλειόνων.

他方、数学から始めねばならないと言う人々は、証明の確実性のゆえにこれらを第一に読むべきであると述べる(というのも、我々はこれらを本来的な意味で学ぶのであり、他のものは学ぶというよりは推測するからである)。また、これらにおいて我々は、いかに学ぶべきか、すなわち人物の信憑性に安んじることなく幾何学的必然性によって学ぶべきであることを教えられるからであり、さらにプラトンが自らの学園の前に「幾何学を学ばざる者入るべからず」と刻んだことによる。論理学から始めねばならないと言う人々は、論理学は道具であり、まず道具を知り、次いでその道具をどこで用いるべきかを知る必要があると主張していた。というのも、手仕事の諸技術においても事情は同様だからである。すなわち、大工のもとに通う者はまず道具、たとえば錐や穴開け器を学び、しかる後に大工仕事そのものを始めるのである。彼らの見解もまたこのようなものであった。さあ、我々はどこから始めるべきかという真実を語ることにしよう。してみると、倫理学から始めるべきだと言う人々によれば、我々は倫理学から始めるべきであった。というのも、彼らの論拠以上に鋭敏なものを我々は何も持たないからである。しかし、我々は打撃によって導かれる動物のように習慣によって徳性を教えられるのではないから、論理学から始めるべきである。ただしその場合でも徳性を無視するのではなく、イソクラテスのもののような書かれた、あるいは書かれていない勧告を通じて徳性をあらかじめ幾分かは整え、理性がその中に堅固に定着したものを整った状態で見出すようにするのである。というのも、哲学が観照的なものと実践的なものへと区分され、観照的なものは議論における真と偽を扱い、実践的なものは行為における善と悪を扱うのであるから、推論という道具が篩の如く、いわば選び分けと排除のために登場したのであることを知るべきだからである。それは、観照においては真を選び取り、行為においては善を選び取り、偽と悪を排除して、我々が偽を信じることも悪をなすこともないようにするためである。そして、もしプラトンの時代に弁証術が存在していたならば、プラトンは自らの学園の前に「幾何学を学ばざる者入るべからず」と刻みはしなかったであろう。彼自身も『ソフィステス』において「お前がまだ若いうちに、多くの者たちに無駄話と呼ばれるものによって自らを鍛錬せよ。さもなければ真理がお前を逃れ去るであろう」とこのように述べてその力を示しており、事物からの遊離すなわち論理学を無駄話と呼んだのである。実際、アリストテレスも論理学において事物の代わりにこれらの文字、Α、Β、Γを導入し、これらを通じて推論の結合を教えている。それゆえ彼は論理学においてこれらを絶えず用いることで、その都度同じことを語り、いわば一種の無駄話を行っているのである。我々もこれらのことを述べ、どこから始めるべきかを語ることにしよう。これらの中にこの講義の内容がある。 あらかじめ徳性を整えた上で論理学から始めねばならないことを議論が我々に示したのであり、それは我々が純粋な者となって純粋な哲学と交わるためである。さらに、哲学が観照的なものと実践的なものへと区分される中で、論理学は前述したように一種の篩として、観照的なものからは真を選び取り、実践的なものからは善を選び取り、他方で観照的なものの偽と実践的なものの悪を排除するのであり、それは我々が〔それらを〕判別する論理学、すなわち証明を持つことによって、偽を信じることも悪をなすこともないようにするためである。この証明こそが真にヘルメスのモリュ[草]であり、これで武装した人々は、オデュッセウスのように、哲学の異説の諸分派というセイレンたちによって魅惑されることがない。オデュッセウスの仲間たちはキルケの薬によって豚に変えられたが、証明で武装しない者はボイオティアの豚となるのである。したがって、事前に徳性を整えた上で論理学から始めねばならないと議論は結論づけたのである。 そして、我々は始点について絶えず探究してきたが、始点とは何らかの目的の始点にほかならないのであるから、さあ、目的について探究しよう。提示された諸論点のうち目的とは何かを探究することが第四の項目でもあったし、目的とは何かを知ることで我々はより熱心になるからである。目的を知らない者たちは、盲人が歩行し行くべきでないところへ運ばれていくのに似ている。してみると、アリストテレス哲学の目的とは、万物の始点は一つであると知ることである。詩人において「多頭の支配は善きことならず」と述べられていることは、王についてよりもむしろ神について受け入れられるべきだからである。そして万物の始点が一つであることは、アリストテレスが『形而上学』において神学的に次のように論証している。始点は一つであるか多数であるかのいずれかである。そしてもし一つであるなら、我々は探究していたものを得たことになる。もし多数であるなら、秩序づけられているか無秩序であるかのいずれかである。しかし、もし無秩序であるなら、それらから生じるものはより無秩序となり、もはや宇宙は宇宙[秩序]ではなく無秩序となり、本性に適ったものが存在しない中で本性に反するものが存在することになる。他方、もし秩序づけられているなら、それら自身によって秩序づけられたか、あるいは外部の何らかの原因によって秩序づけられたかのいずれかである。しかし、もしそれら自身によるとすれば、それらには自らを結びつける何らかの共通のものがあり、それこそが始点である。もし外部の何らかの原因によるとすれば、再び[その原因は]一つであるか多数であるかのいずれかである。

構文注2 件
  1. 1.0δεῖν ἄρχεσθαι ἀπὸ τῆς λογικῆς

    直前の理由節(ἀλλ' ἐπειδὴ διδασκόμεθα...)に続く主節において、不定法 δεῖν が用いられている。これは先行する ἔδει ἄρχεσθαι などの文脈を引き継いだ間接話法的な不定法表現(あるいは「〜と言わねばならない」の省略)として機能している。

  2. 1.0τοῦ κατὰ φύσιν μὴ ὄντος

    比較の属格ではなく属格独立構文(genitive absolute)として解する。「本性に適ったものが存在しない状況において(存在しないのに)、本性に反するものが存在することになる」という不条理(秩序の崩壊)を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:118.13-120.8