← エリアス

ポルピュリオス『イサゴゲー』注解

§91.2-92.10

偶有性の定義の提示順序と三つの概説

エリアスはポルピュリオスによる偶有性の第一の概説(12,24)を導入し、他の述語とは異なり多義性の区分を経ずに直ちに概説が与えられる理由を説明した上で、提示される三つの概説の差異と、分離不可能な偶有性および消耗熱をめぐる難問とその解決を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35.0

Περὶ συμβεβηκότος.

偶有性について。

§35.1#1

p. 12,24 Συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Αἱ ὑπογραφαὶ τοῦ συμβεβηκότος τὴν τάξιν αὐτοῦ τὴν πρὸς τὰς ἄλλας φωνὰς ἡμῖν ἀποκηρύττουσιν· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον ποιητικῶς εἰπεῖν ἐστι τὸ συμβεβηκὸς ὡς μήτε παρὸν σῶζον μήτε ἀπὸν φθεῖρον1 καὶ διὰ τοῦτο καὶ εἰς παρουσίαν περιττὸν καὶ εἰς ἀπουσίαν ἀδιάφθορον. ἀντιπέπονθε δὲ τοῦ συμβεβηκότος ἡ διδασκαλία τῇ τῶν ἄλλων φωνῶν διδασκαλίᾳ·2 ἐπὶ γὰρ ἐκείνων διεστέλλετο τὴν ὁμωνυμίαν καὶ ἐφυλοκρίνει τὸ σημαινόμενον, περὶ οὗ διαλέγονται οἱ φιλόσοφοι, καὶ τρίτον ὑπέγραφεν αὐτό, ἐνταῦθα δὲ εὐθὺς ὑπογράφει τὸ συμβεβηκός. καὶ λέγομεν ὅτι εὐλόγως τοῦτο ἐποίει, ἐπειδὴ πολλῶν ὄντων τῶν σημαινομένων ἐν ταῖς ἄλλαις φωναῖς οὐ περὶ πάντων διαλέγονται οἱ φιλόσοφοι, χρεία οὖν ἦν ἐκεῖ διαστολῆς, ἐνταῦθα δὲ διττοῦ ὄντος τοῦ σημαινομένου (ἢ γὰρ χωριστόν ἐστι τὸ συμβεβηκὸς ἢ ἀχώριστον), περὶ ἀμφοτέρων δὲ διαλέγονται οἱ φιλόσοφοι, εὐλόγως οὐ διαστέλλεται τὴν ὁμωνυμίαν ἐνταῦθα, ἀλλ’ εὐθὺς ἐκ τῶν ὑπογραφῶν ἄρχεται. λέγει δὲ τρεῖς ὑπογραφὰς τοῦ συμβεβηκότος, μίαν μὲν τὴν ἤδη εἰρημένην, δευτέραν δὲ τοιαύτην, ὅτι συμβεβηκός ἐστιν ὃ δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ, καὶ τρίτην ὃ οὐδὲ γένος ἐστὶν οὐδὲ διαφορὰ οὐδὲ εἶδος οὐδὲ ἴδιον. διαφέρουσι δὲ αἱ πρῶται δύο τῆς τρίτης, ὅτι αἱ μὲν τί ἐστι λέγουσι τὸ συμβεβηκός, ἡ δὲ τρίτη τί οὐκ ἔστιν. ἡ δὲ πρώτη τῆς δευτέρας διαφέρει, ὅτι ἡ μὲν πρώτη τὴν γένεσιν αὐτοῦ καὶ φθορὰν λέγει, ἡ δὲ δευτέρα τὴν ὕπαρξιν καὶ ἀνυπαρξίαν· πρότερον γὰρ γίνεται τι καὶ οὕτως ὑπάρχει. ἔστι δὲ ἀπορῆσαι πρὸς τὰς ὑπογραφάς. καὶ πρὸς μὲν τὰς πρώτας δύο ὑπογραφὰς κοινὴν ἀπορίαν· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου καὶ ὃ δύναται ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ, οὐκέτι πᾶν συμβεβηκὸς αὕτη ἡ ὑπογραφὴ περιέλαβεν, ἀλλὰ μόνον τὸ χωριστόν. πρὸς ὅ φαμεν ὅτι ὅσον μὲν ἐπὶ τῇ ἐνεργείᾳ πᾶν συμβεβηκὸς ἢ ἀχώριστόν ἐστιν ἢ χωριστόν, ὅσον δὲ ἐπὶ τῇ ἐπινοίᾳ πᾶν συμβεβηκὸς χωριστόν. διό φησι καὶ αὐτὸς ὁ Πορφύριος ὅτι δύναται ἐπινοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβάλλων τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. ἀλλὰ καὶ πρὸς τὴν πρώτην ὑπογραφὴν μόνην ἔστιν ἀπορῆσαι, ὅτι εἰ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου, πῶς ὁ ἑκτικὸς πυρετὸς συμβεβηκὸς ὢν (θερμασία γάρ ἐστι παρὰ φύσιν), οὐκ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου·3 εἰ μὴ γὰρ φθείρει τὸν ἄνθρωπον, οὐκ ἀπογίνεται.

「偶有性とは、基体の消滅なしに生じ、また消滅するものである。」 偶有性の概説群は、他の諸々の語に対するその順位をわれわれに告げ知らせている。なぜなら、もしも偶有性が基体の消滅なしに生じ、また消滅するものであるとすれば、詩的に言うなら、偶有性は弱々しく、無力で、無価値なものだからである。臨在しても[基体を]保持せず、離脱しても破壊せず、このゆえに臨在に向けては余計なものであり、離脱に向けては損なうところがないものとして。ところで、偶有性の教えは他の諸々の語の教えと逆のあり方をしている。というのも、それらにおいては[著者は]多義性を区別し、哲学者たちが論じている意味されるものを識別し、第三にそれを概説したのに対し、ここでは直ちに偶有性を概説しているからである。そしてわれわれは、彼がそうしたのはもっともなことである、と述べる。なぜなら他の諸語においては多くの意味されるものが存在するために哲学者たちはそのすべてについて論じるわけではなく、それゆえそこでは区別の必要があったのに対し、ここでは意味されるものが二通りであり(偶有性は分離可能であるか、あるいは分離不可能であるかのいずれかである)、哲学者たちはその双方について論じるので、ここでは多義性を区別せず、直ちに概説から始めているのがもっともだからである。そして彼は偶有性の三つの概説を述べている。一つは今すでに言われたものであり、第二は「偶有性とは、同一のものに属することも属さないこともできるものである」というようなものであり、第三は「類でも種差でも種でも固有性でもないもの」である。最初の二つは第三のものと異なっている。なぜなら前者は偶有性が何であるかを述べるのに対し、第三のものは何でないかを述べるからである。また第一のものは第二のものと異なっている。なぜなら第一のものはその発生と消滅を述べるのに対し、第二のものはその現存と非現存を述べるからである。実際、何ものかがまず生じ、そしてそのようにして現存するからである。しかし、これらの概説に対して難問を提出することができる。まず最初の二つの概説に対する共通の難問として、もし偶有性が基体の消滅なしに生じ、また消滅するものであり、同一のものに属することも属さないこともできるものであるとするなら、この概説はもはやあらゆる偶有性を包括したのではなく、分離可能なものだけを包括したことになるではないか。これに対してわれわれは、現実態に関して言えばあらゆる偶有性は分離不可能であるか分離可能であるかのいずれかであるが、思考に関して言えばあらゆる偶有性は分離可能である、と述べる。だからこそポルピュリオス自身も、基体の消滅なしに白いカラスや皮膚の色を失うエチオピア人も思考されうる、と述べるのである。しかし第一の概説だけに対しても難問を提出することができる。もし偶有性が基体の消滅なしに生じ、また消滅するものであるなら、消耗熱は偶有性でありながら(本性に反する熱だからである)、いかにして基体の消滅なしには消滅しないのか、と。なぜなら人間を破壊しない限り、[消耗熱は]消滅しないからである。

構文注3 件
  1. 35.1ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον ποιητικῶς εἰπεῖν ἐστι τὸ συμβεβηκὸς ὡς μήτε παρὸν σῶζον μήτε ἀπὸν φθεῖρον

    文の骨格は「τὸ συμβεβηκός(主語)+ἐστι(繋辞)+ἀβληχρὸν καὶ ἀμενηνὸν καὶ οὐδενόσωρον(補語)」であり、ποιητικῶς εἰπεῖν は独立不定詞句(「詩的に言うなら」)。ὡς は分詞 σῶζον, φθεῖρον(中性主格、主語 τὸ συμβεβηκός と一致)にかかり、その理由・様態(「…であるものとして」)を表している。さらに παρόν, ἀπόν はそれぞれ譲歩的・時間的分詞として「臨在しても[保持せず]」「離脱しても[破壊せず]」という意味をなす。

  2. 35.1ἀντιπέπονθε δὲ τοῦ συμβεβηκότος ἡ διδασκαλία τῇ τῶν ἄλλων φωνῶν διδασκαλίᾳ

    動詞 ἀντιπέπονθε(ἀντιπάσχω の完了形)は「対照的な関係にある」「逆のあり方をしている」を意味し、与格 τῇ τῶν ἄλλων φωνῶν διδασκαλίᾳ を目的語にとる。属格 τοῦ συμβεβηκότος は名詞 ἡ διδασκαλία にかかる所属の属格。

  3. 35.1πῶς ὁ ἑκτικὸς πυρετὸς συμβεβηκὸς ὢν (θερμασία γάρ ἐστι παρὰ φύσιν), οὐκ ἀπογίνεται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου

    間接疑問節 πῶς ... οὐκ ἀπογίνεται の主語は ὁ ἑκτικὸς πυρετός であり、συμβεβηκὸς ὤν は譲歩的な分詞句(「偶有性でありながら」)。後ろの条件節 εἰ μὴ γὰρ φθείρει τὸν ἄνθρωπον, οὐκ ἀπογίνεται は、「人間を滅ぼさない限り消滅しない」という消耗熱の特性を説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:91.2-92.10