← エリアス

ポルピュリオス『イサゴゲー』注解

§61.27-62.26

種の三つの記述の対応関係と類との相互規定性

エリアスは種の三つの記述のうち最初の二つが類と種の上りと下りの関係に対応し、第三の記述のみが最下種と個体の関係に対応することを論じる。また類と種の中間的階層を整理した上で、両者の定義が相互依存的(循環論法)になるのは関係概念の実存的本性に基づく必然的なものであると弁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22.1#2

αἱ μὲν οὖν πρῶται δύο ὑπογραφαὶ τῇ σχέσει μόνῃ διαφέρουσιν ἀλλήλων καὶ ᾧ διαφέρει ἀνάβασις καταβάσεως καὶ κατάβασις ἀναβάσεως καὶ ἡ ἀπὸ Ἀθηνῶν εἰς Θήβας ὁδὸς καὶ ἀπὸ Θηβῶν εἰς Ἀθήνας (αὗται γὰρ τῇ σχέσει μόνῃ διαφέρουσι, τῷ ἢ ἔνθεν ἄρξασθαι ἢ ἔνθεν)· οὕτως καὶ αὗται αἱ ὑπογραφαὶ ἀνόδῳ ἐοίκασι καὶ καθόδῳ· ἡ γὰρ πρώτη ἡ λέγουσα τὸ ἀναγόμενον ὑπὸ τὸ ἀποδοθὲν γένος ἀνόδῳ ἔοικεν, ἡ λέγουσα οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται καθόδῳ ἔοικεν. αὗται δὲ αἱ δύο ὑπογραφαὶ παντὶ εἴδει ἁρμόζουσι (πᾶν γὰρ εἶδος ἔχει γένος), ἡ δὲ τρίτη οὐ παντὶ ἀλλὰ τῷ εἰδικωτάτῳ. δεῖ δὲ εἰδέναι ὅτι οὐ μόνον τὸ ἁπλῶς γένος πολλαχῶς λέγεται, ἀλλὰ καὶ τὸ περὶ οὗ οἱ φιλόσοφοι διαλέγονται πολλαχῶς λέγεται, ὁμοίως καὶ τὸ εἶδος· ἔστι γὰρ γένος περὶ οὗ οἱ φιλόσοφοι διαλέγονται, ὃ μόνον γένος εἶδος [δὲ] οὐδέποτε δυνάμενον γενέσθαι, ὅ ἐστι γενικώτατον ὡς λευκότατον καὶ μελάντατον. ὁμοίως ἔστι καὶ εἶδος, ὃ μόνον εἶδος γένος μὴ δυνάμενον γενέσθαι, ὃ καλεῖται εἰδικώτατον. μεταξὺ δὲ τούτων ἔστι γένος ἄλλο, ὃ γένος ἅμα καὶ εἶδος λέγεται καὶ ὑπάλληλον γένος ὑφειμένῃ φωνῇ, καὶ εἶδος πάλιν ἄλλο, ὃ εἶδος ἅμα καὶ γένος λέγεται, πανταχοῦ τὰ οἰκεῖα τῶν ἀλλοτρίων προταττόντων ἡμῶν καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον ποτὲ μὲν γένος ἅμα καὶ εἶδος ποτὲ δὲ εἶδος ἅμα καὶ γένος πρὸς τὴν διάφορον σχέσιν.1 ἀλλὰ λελήθαμεν ἑαυτούς, φασίν, τῇ διαλλήλῳ δείξει περιπεσόντες2 φευκτέᾳ οὔσῃ παρὰ φιλοσόφοις· καὶ τὸ γένος γὰρ ὑπογράφοντες τοῦ εἴδους ἐμνημονεύσαμεν καὶ τὸ εἶδος ὑπογράφοντες τοῦ γένους. καὶ λέγομεν ὅτι οὐκ ἀεὶ φευκτέα ἡ διάλληλος δεῖξις· εἰ μὲν γὰρ τὰ πράγματα τὰ περὶ ὧν οἱ λόγοι μηδὲν δέονται ἀλλήλων πρὸς ὑπόστασιν ὡς ἐπὶ βοὸς καὶ ἵππου καὶ τῶν τοιούτων, παντὶ σθένει φευκτέον τὴν διάλληλον δεῖξιν, εἰ δὲ τὰ πράγματα δέονται ἀλλήλων πρὸς ὕπαρξιν, οὐδὲ ἄλλως αὐτὰ ἔστι διδάξαι, εἰ μὴ διὰ τῆς διαλλήλου δείξεως· ὥσπερ γὰρ ἀδύνατον ἠρεμεῖν τὴν σκιὰν τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος, οὕτως ἀδύνατον τοὺς λόγους μὴ δεῖσθαι ἀλλήλων3 τῶν πραγμάτων τῶν περὶ ὧν εἰσιν οἱ λόγοι δεομένων ἀλλήλων. ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ἑτέρα ἡμᾶς ἀπορία διαδέχεται· διὰ τί γὰρ ἐν τῇ μιᾷ ὑπογραφῇ τοῦ εἴδους οὐκ ἐμνήσθη τοῦ γένους; καὶ εἰς τοὐναντίον μετέπεσεν ἡ τύχη τοῦ λόγου· πάλαι μὲν γὰρ ἐζητοῦμεν διὰ τί ἐχρησάμεθα τῇ διαλλήλῳ δείξει, νῦν δὲ ζητοῦμεν διὰ τί οὐκ ἐχρησάμεθα. λύσις δὲ τούτου πρόχειρος, ὅτι τοῦ εἴδους δύο σχέσεις ἔχοντος, μίαν τὴν πρὸς τὸ γένος καὶ μίαν τὴν πρὸς τὰ ἄτομα, ἐμερίσαντο αἱ τρεῖς ὑπογραφαὶ τὰς δύο αὐτοῦ σχέσεις, αἱ μὲν πρῶται δύο τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τὸ γένος, ἡ δὲ μία ἡ ἐσχάτη τὴν πρὸς τὰ ἄτομα.

さて、最初の二つの記述は関係においてのみ互いに異なっており、上りが下りと、また下りが上りと異なり、アテネからテーバイへの道とテーバイからアテネへの道が異なるのと同じである(これらは、こちらから始めるか、あちらから始めるかによって、関係においてのみ異なるからである)。このようにこれら二つの記述も上りと下りに似ている。なぜなら、「提示された類のもとに帰されるもの」と述べる第一の記述は上りに似ており、「それに対して類が何であるかにおいて述語づけられるもの」と述べる第二の記述は下りに似ているからである。そしてこれら二つの記述はすべての種に適合するが(すべての種は類をもつからである)、第三の記述はすべての種にではなく、最下種に適合する。他方、単なる類が多義的に言われるだけでなく、哲学者たちが論じている類もまた多義的に言われ、種についても同様である、ということを知るべきである。実際、哲学者たちが論じている類の中には、ただ類であって種には決してなり得ないものがあり、これは最も白いものや最も黒いもののように最上類である。同様に、ただ種であって類になり得ない種もあり、これは最下種と呼ばれる。しかしこれらの中間には別の類があり、これは類であると同時に種とも言われ、一段低めた言い方では従属類とも言われる。また別の種もあり、これは種であると同時に類とも言われる。我々は至るところで、他者に属するものより自身に固有のものを先立たせ、各々がそれに対して語られる関係に応じて、異なる関係にしたがってあるときは類であると同時に種、あるときは種であると同時に類と語られるのである。「しかし我々は、哲学者たちにおいて避けるべきとされる循環論法に知らぬ間に陥ってしまっている」と彼らは言う。「実際、類を記述しながら種に言及し、種を記述しながら類に言及したからである」。これに対し我々は、循環論法は常に避けられるべきなのではない、と述べる。もし議論の対象である事物が、牛と馬やその類のものにおけるように、実存のために互いを何ら必要としないならば、全力を挙げて循環論法を避けるべきであるが、もしそれらの事物が実存のために互いを必要とするならば、循環論法を通じてでなければそれらを教えることはできないからである。なぜなら、影を生じさせる者が静止していないのに影が静止していることが不可能であるように、議論の対象である事物が互いを必要としているのに、議論が互いを必要としないことは不可能だからである。しかし、もしこのことがこの通りであるとすれば、別の難問が続いて我々を待ち受ける。「ではなぜ、種の一つの記述においては類に言及しなかったのか」。そして議論の運命は正反対のものへと転じた。以前はなぜ循環論法を用いたのかを探求していたのに、今ではなぜ用いなかったのかを探求しているのである。これに対する解決は容易である。すなわち、種は二つの関係を、一つは類に対する関係、もう一つは個体に対する関係をもつため、三つの記述はその二つの関係を分担し、最初の二つは類に対する関係を、最後の残る一つは個体に対する関係を分担したからである。

構文注3 件
  1. 22.1πανταχοῦ τὰ οἰκεῖα τῶν ἀλλοτρίων προταττόντων ἡμῶν καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον ποτὲ μὲν γένος ἅμα καὶ εἶδος ποτὲ δὲ εἶδος ἅμα καὶ γένος πρὸς τὴν διάφορον σχέσιν

    独立属格 προταττόντων ἡμῶν に、それに伴う関係詞節的・副詞的限定構文が連なる構造。τὰ οἰκεῖα τῶν ἀλλοτρίων は比較の属格を伴う目的語(「他者のものより自分自身のものを前置する」)。続く καὶ τὸ πρὸς ὃ λέγεται ἕκαστον は「各々がそれに対して語られる関係(基準)に応じて」という限定句として機能し、ポルピュリオスが中間の概念を、上位の視点からは「類かつ種」、下位の視点からは「種かつ類」と称する語順の理由を説明している。

  2. 22.1λελήθαμεν ἑαυτούς, φασίν, τῇ διαλλήλῳ δείξει περιπεσόντες

    動詞 λανθάνω に再帰代名詞 ἑαυτούς と分詞 περιπεσόντες が結合した慣用構文で、「知らぬ間に/自分自身でも気づかずに〜に陥ってしまっている」という意味を表す。διάλληλος δεῖξις は古代論理学において相互に他方を前提にして論証する循環論法・相互的証明を指す。

  3. 22.1ὥσπερ γὰρ ἀδύνατον ἠρεμεῖν τὴν σκιὰν τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος, οὕτως ἀδύνατον τοὺς λόγους μὴ δεῖσθαι ἀλλήλων τῶν πραγμάτων τῶν περὶ ὧν εἰσιν οἱ λόγοι δεομένων ἀλλήλων

    ὥσπερ と οὕτως による比喩の対照構文。双方の節において非人称述語 ἀδύνατον +不定詞(ἠρεμεῖν / μὴ δεῖσθαι)が主幹となり、理由・条件を表す独立属格(前節は τοῦ ποιοῦντος τὴν σκιὰν μὴ ἠρεμοῦντος、後節は τῶν πραγμάτων ... δεομένων ἀλλήλων)が呼応している。後節の二重否定(ἀδύνατον ... μὴ δεῖσθαι)は強い必然性(「必要としないことは不可能である=必然的に必要とする」)を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:61.27-62.26