← エリアス

ポルピュリオス『イサゴゲー』注解

§52.1-53.15

類の三つの語義とその選定理由

エリアスは類(ゲノス)の三つの語義(一族・家系、個人の生成の始原、種の上位概念)を実例を挙げて解説し、さらに文法学における性やプラトン・アリストテレスの他の用例がここで除外された理由を論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19.1#2

Δεῖ εἰδέναι ὅτι τὸ γένος τρία σημαίνει, καὶ ἔστιν ἓν αὐτοῦ σημαινόμενον πλῆθος ἀνθρώπων ἐκ μιᾶς ἀρχῆς προελθὸν μετὰ τῶν ἐξ ἐπιγαμβρίας αὐτοῖς κοινωνησάντων, οὓς ἀγχιστεῖς οἱ ποιηταὶ καλοῦσιν, οἷον οἱ Ἡρακλεῖδαι πλῆθος ὄντες ἀνθρώπων ἐκ μιᾶς ἀρχῆς προελθὸν τοῦ Ἡρακλέους. ἐνταῦθα δὲ τρεῖς σχέσεις κεκρυμμέναι εἰσίν, ἑνὸς πρὸς πολλοὺς οἷον τοῦ Ἡρακλέους πρὸς τοὺς Ἡρακλείδας, εἴ γε λέγονται οἱ φύσαντες γόνοι καὶ πρόγονοι·1 οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω· πολλῶν πρὸς ἕνα. τῶν Ἡρακλειδῶν πρὸς τὸν Ἡρακλέα, εἴ γε λέγονται ἀπόγονοι καὶ ἔκγονοι καὶ μετέκγονοι καὶ γόνοι πάλιν· αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι· ἀλλὰ καὶ πολλῶν πρὸς πολλούς, τῶν Ἡρακλειδῶν πρὸς ἀλλήλους, εἴ γε οἱ τοιοῦτοι συγγενεῖς λέγονται. δεύτερον σημαινόμενον τοῦ γένους ἡ ἑκάστου τῆς γενέσεως ἀρχή. αὕτη δὲ ἢ ἔμψυχος ἢ ἄψυχος, καὶ ἔμψυχος μὲν ὁ πατὴρ ἄψυχος δὲ ἡ πατρίς. καὶ καθ’ ἑκάτερον ἢ προσεχὲς ἢ πόρρω, οἷον προσεχὲς ἔμψυχον ὁ πατὴρ πόρρω δὲ ὁ πάππος. ὁμοίως καὶ τὸ ἄψυχον ἢ προσεχὲς ἢ πόρρω, προσεχὲς μὲν ἡ πατρὶς πόρρω δὲ ἡ τῆς πατρίδος μητρόπολις ἤγουν ἡ ἐπαρχία. καὶ ὁ μὲν Πορφύριος ἐπὶ τεσσάρων παραδειγμάτων γυμνάζει τὸν τοιοῦτον λόγον, ἡμεῖς δὲ ἑνὶ καὶ τῷ αὐτῷ ἀρκεσθῶμεν παραδείγματι· ἰδοὺ γὰρ ὁ Ἀχιλλεὺς Πηλείδης μὲν διὰ τὸν προσεχῆ πατέρα τὸν Πηλέα, Αἰακίδης δὲ διὰ τὸν πόρρω τὸν Αἰακόν, καὶ Φθιώτης διὰ τὴν προσεχῆ πατρίδα τὴν Φθίαν, καὶ Θετταλὸς διὰ τὴν πόρρω πατρίδα τὴν Θετταλίαν· καὶ γὰρ καὶ ἡ πατρὶς ἀρχὴ γενέσεως ὡς ὑποδεξαμένη καὶ ἡμᾶς καὶ τοὺς φύσαντας καὶ ἰδιοτροπίαν ἠθῶν χαριζομένη, εἴ γε καὶ ἡμεῖς οὐκ ἐκ παντὸς ἔθνους βουλόμεθα ὠνεῖσθαι ἀνδράποδα διὰ τὸ καὶ τὴν πατρίδα, καθὰ εἴρηται, ὡς τοὺς γονεῖς ἰδιοτροπίαν ἠθῶν χαρίζεσθαι· διὸ καὶ πατρὶς εἴρηται ὡς ἀπὸ τοῦ τιμιωτέρου καὶ οὐχὶ μητρίς. ἔστι καὶ τρίτον σημαινόμενον τοῦ γένους, ᾧ ὑποτάσσεται τὸ εἶδος, περὶ οὗ καὶ τοῖς φιλοσόφοις ὁ λόγος. ἀλλ’ οὐ μέχρι τούτων τὰ σημαινόμενα τοῦ γένους, ὦ Πορφύριε· ποῦ γὰρ ταχθήσεται τὰ παρὰ τοῖς γραμματικοῖς τρία γένη, ἀρσενικόν, θηλυκόν, οὐδέτερον; ποῦ τὰ παρὰ Πλάτωνι ἐν τῇ θεολογίᾳ πέντε γένη τοῦ ὄντος, οὐσία, ταὐτόν, ἕτερον, κίνησις, στάσις; δεῖ γὰρ εἰδέναι ὅτι πάντα τὰ ὄντα, ᾗ μὲν ὄντα εἰσίν, οὐσία λέγονται, ᾗ δὲ κοινωνίαν ἔχουσι, ταὐτὸ καλοῦνται, ᾗ δὲ διαφέρουσιν ἀλλήλων, ἕτερα προσαγορεύονται, ᾗ δὲ κινοῦνται, κίνησις, ᾗ δὲ ἵστανται, στάσις· οὕτως γὰρ καὶ αὐτὰ ὁ Πλάτων ἐκάλεσε τὴν μὲν ἑκάστου ὕπαρξιν οὐσίαν, τὴν δὲ κοινωνίαν ταυτότητα, τὴν δὲ διαφορὰν ἑτερότητα, τὴν ἐνέργειαν κίνησιν, τὴν ἀνάπαυλαν αὐτῶν στάσιν. ποῦ τὰ παρὰ Ἀριστοτέλει ἐν τῇ Φυσικῇ; ἑκάστης γὰρ τέχνης τὸ ὑποκείμενον γένος καλεῖ ὁ Ἀριστοτέλης.2 λεκτέον οὖν ὅτι τὰ μὲν παρὰ γραμματικοῖς παρῆκεν ὡς μὴ συνᾴδοντα τῇ φύσει τῶν πραγμάτων· ποῦ γάρ ἐστιν, ὦ γραμματικοί, ἄψυχον ἀρσενικὸν ἢ θηλυκόν; καίτοι τὸν κίονα λέγετε ἀρσενικόν, τὴν δὲ θύραν θηλυκόν. ποῦ δέ ἐστιν ἔμψυχον, ὃ οὐδὲ ἀρσενικὸν οὐδὲ θηλυκόν; τὸ δὲ παιδίον οὐδέτερον λέγεται, 〈ἔστι〉 δὲ πάντως ἢ ἀρσενικὸν ἢ θηλυκόν. τὰ δὲ παρὰ Πλάτωνι, ἐπεὶ μὴ θεολογῆσαι καιρός,3 καὶ τὰ παρὰ Ἀριστοτέλει, ἐπεὶ μὴ φυσιολογῆσαι καιρός. τῶν οὖν τριῶν σημαινομένων τοῦ γένους μνησθεὶς ὁ φιλόσοφος διέστειλε καὶ διωρίσατο περὶ οὗ ὁ λόγος.

「類」は三つのことを意味することを知らねばならない。そしてその一つの語義は、単一の始原から生じた人間の群れであり、通婚によって彼らに交わった者たちを伴っている。詩人たちはこうした者たちを姻戚と呼んでおり、たとえばヘラクレスという単一の始原から生じた人間の群れであるヘラクレスの子孫たち(ヘラクレイダイ)がそうである。そしてここには三つの関係が隠されている。一つから多数へ、たとえばヘラクレスからヘラクレスの子孫たちへの関係であり、もし生んだ者たちが「血統(親)」や「祖先」と呼ばれるとすればそうである(「何びともみずからの親をみずから認めたことはいまだない」)。多数から一つへ、すなわちヘラクレスの子孫たちからヘラクレスへの関係であり、もし彼らが「子孫」や「末裔」や「後胤」や再び「子」と呼ばれるとすればそうである(「ああ、そなたが生れず、妻もめとらずに果ててくれたなら」)。さらにまた多数から多数へ、すなわちヘラクレスの子孫たちの相互に対する関係であり、もしこのような者たちが「親族」と呼ばれるとすればそうである。類の第二の語義は、各人の生成の始原である。そしてこれは有魂であるか無魂であるかのいずれかであり、有魂なるものは父、無魂なるものは祖国である。そしてそれぞれの区分において、近接しているか遠隔であるかのいずれかである。たとえば近接する有魂なるものは父であり、遠隔のものは祖父である。同様に無魂なるものも近接しているか遠隔であるかのいずれかであり、近接するものは祖国であり、遠隔のものは祖国の母都市、すなわち属州である。そしてポルピュリオスは四つの例においてこのような言説を練り上げているが、我々は同一の単一の例で満足することにしよう。なぜなら、見よ、アキレウスは近接する父ペレウスのゆえに「ペレウスの子(ペレイデス)」であり、遠隔のアイアコスのゆえに「アイアコスの子(アイアキデス)」であり、近接する祖国プティアのゆえに「プティア人」であり、遠隔の祖国テッサリアのゆえに「テッサリア人」であるからである。実際、祖国もまた我々と生んでくれた親たちの双方を受け容れ、気質の特異性を授けてくれるものとして、生成の始原なのである。我々もすべての民族から奴隷を買い入れたいと望むわけではないのは、すでに述べられたように、祖国も親たちと同様に気質の特異性を授けるからである。それゆえ、[祖国は]より尊いものに因んで「父の国(パトリス)」と言われ、「母の国(メトリス)」とは言われなかったのである。類の第三の語義もあり、これに種が従属させられるのであって、これについて哲学者たちも言説を行っているのである。 しかしポルピュリオスよ、類の語義はこれらにとどまるものではない。文法家たちの言う三つの類(文法上の性)、すなわち男性、女性、中性はどこに配置されるのか。プラトンが神学において語る実在の五つの類(最高類)、すなわち実体、同一、相異、運動、静止はどこに行くのか。なぜなら、すべての存在するものは、存在するものである限りでは実体と呼ばれ、共通性をもつ限りでは同一と呼ばれ、互いに異なる限りでは相異と称され、動く限りでは運動、静止する限りでは静止と呼ばれることを知らねばならないからである(実際プラトンもそれらをそのように、各々の現実存在を実体、共通性を同一性、差異を相異性、現実活動を運動、それらの休息を静止と呼んだのである)。アリストテレスが『自然学』において語るものはどこに行くのか。なぜならアリストテレスは各々の技術(学問)の基底にあるものを類と呼ぶからである。それゆえ、文法家たちの言うものは、事物の自然(本性)に調和しないものとして省いたのだ、と言わねばならない。文法家諸君よ、無魂なる男性あるいは女性がどこにあるというのか。それにもかかわらず諸君は柱を男性と呼び、扉を女性と呼んでいる。また、男性でも女性でもない有魂なるものがどこにあるというのか。小子は中性と呼ばれるが、[現実は]ことごとく男性か女性かのいずれかである。他方プラトンの言うものは神学を語る好機ではないゆえに[省かれ]、アリストテレスの言うものは自然学を語る好機ではないゆえに[省かれたのである]。それゆえ哲学者は類の三つの語義に言及し、論説がどれについてのものであるかを区別し限定したのである。

構文注3 件
  1. 19.1εἴ γε λέγονται οἱ φύσαντες γόνοι καὶ πρόγονοι

    接続詞 εἴ γε(もし〜ならば)は、一般的な言語慣用や詩の用例を引いて「親から子」「子から親」の関係名称を正当化するための根拠付け節を導いている。続くホメロスの引用(『オデュッセイア』第1巻216行)は γόνος が生んだ者(親・血統)の意で用いられる例証として添えられている。

  2. 19.1ἑκάστης γὰρ τέχνης τὸ ὑποκείμενον γένος καλεῖ ὁ Ἀριστοτέλης

    二重対格構文。主語は ὁ Ἀριστοτέλης、動詞は καλεῖ で、目的語が τὸ ὑποκείμενον(被修飾語として属格 ἑκάστης τέχνης を伴う)、述語名詞(述語対格)が γένος である。「アリストテレスは各々の技術(学問)の基底にあるものを類と呼ぶ」の意。

  3. 19.1τὰ δὲ παρὰ Πλάτωνι, ἐπεὶ μὴ θεολογῆσαι καιρός, καὶ τὰ παρὰ Ἀριστοτέλει, ἐπεὶ μὴ φυσιολογῆσαι καιρός

    直前の文 τὰ μὲν παρὰ γραμματικοῖς παρῆκεν(文法家たちの言うものは省いた)から、主動詞 παρῆκεν が後続の二つの並列要素(τὰ δὲ παρὰ Πλάτωνι および καὶ τὰ παρὰ Ἀριστοτέλει)において省略されている。各々の ἐπεὶ 節は理由を表す副詞節であり、述語動詞 ἐστί が省略された非人称構文(καιρός [ἐστι] +不定詞)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:52.1-53.15