← エリアス

ポルピュリオス『イサゴゲー』注解

§22.2-23.19

哲学の第五の定義の残る原因と技術としての哲学

哲学の第五の定義(諸技術の技術にして諸知識の知識)における重複表現の第四の原因(他技術の誤りの是正)と第五の原因(三段論法の構築と使用)を論じ、哲学自体も技術となるのかという難問に答える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.0#2

Τετάρτη αἰτία, ὅτι τὰ σφάλματα διορθοῦται τῶν ἄλλων τεχνῶν· τῆς γὰρ ῥητορικῆς θέσει λεγούσης τὸ δίκαιον, (κατὰ γὰρ τοὺς τεθέντας φησὶ νόμους, ἄλλους ὄντας παρ’ ἄλλοις, παρὰ μὲν Πέρσαις τὸ ταῖς μητράσιν ἑαυτῶν συγγίνεσθαι καὶ ἀδελφαῖς καὶ θυγατράσι, παρὰ δὲ Τριβαλλοῖς τὸ τοὺς πατέρας γηράσκοντας ἀποσφάττειν), ἡ φιλοσοφία ἐφίστησι λέγουσα ὅτι ὁ μὲν νόμος θέσει (ἄλλος γὰρ παρ’ ἄλλοις), τὸ δὲ δίκαιον φύσει πανταχοῦ ὂν τὸ αὐτό· ἄδικον γὰρ τὸ τὰ αἴτια συγχεῖν τοῖς αἰτιατοῖς καὶ ποιεῖν τὸ αἴτιον αἰτιατὸν καὶ τὸ αἰτιατὸν αἴτιον ἢ τὰ ἄρχοντα ἀρχόμενα ποιεῖν, ὅπερ ἐστὶν ἐπὶ τῆς μητρογαμίας· ἡ γὰρ πάλαι αἰτία καὶ ἄρχουσα ὡς μήτηρ αἰτιατὴ καὶ ἀρχομένη ὡς γυνὴ γίνεται. ἄδικον δὲ παρὰ φιλοσοφίᾳ καὶ τὸ τοὺς πατέρας γηράσκοντας κατασφάττειν, ὡς λύοντας τὸν φυσικὸν δεσμὸν παρὰ γνώμην τοῦ δήσαντος.1 πάλιν τῆς ῥητορικῆς ἀντιδιαιρούσης τὸ δίκαιον τῷ συμφέροντι, καὶ τὴν Ἀντιλόχου περὶ τὸν ἴδιον πατέρα τὸν Νέστορα πρᾶξιν δικαίαν μὲν οὖσαν ὡς ὑπὲρ πατρὸς οὐ συμφέρουσαν δὲ τῷ σώματι ὅτι ἐτρώθη, ἡ φιλοσοφία φησὶ ‘καὶ δίκαιον τὸ τοιοῦτο καὶ συμφέρον· πᾶν γὰρ συμφέρον δίκαιον καὶ πᾶν μὴ συμφέρον οὐ δίκαιον· τί γὰρ πρὸς ἡμᾶς τὰ τοῦ σώματος τραύματα;’, ἡμᾶς τὴν ψυχὴν εἰποῦσα. οὕτω τρωθείς τις ἐν πολέμῳ ὑπὲρ φίλου ἔφη αὐτόν μ’ ἐξεσάωσα· τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐρρέτω, αὐτὸν μὲν τὴν ἰδίαν ψυχὴν εἰπών, ἀσπίδα δὲ τὸ ἴδιον σῶμα καλέσας. καὶ ἄλλος διψήσας ἔφη ‘ἀπέρχομαι τὸν ὄνον μου ποτίσαι’, ὄνον τὸ σῶμα καλέσας, καὶ τὸ ‘πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ Ἀνάξαρχον οὐ μὴ πτίσῃς ποτέ’. πάλιν τῆς ῥητορικῆς λεγούσης ὅτι κρεῖσσον τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι, ἡ φιλοσοφία τοὐναντίον φησὶν ὅτι ‘μακρῷ χεῖρον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι· ὁ γὰρ ἀδικῶν εἰς ἑαυτὸν βλάπτεται καὶ εἰς ψυχήν, ὁ δὲ ἀδικούμενος ἢ εἰς τὸ πρῶτον κτῆμα ἀδικεῖται, τοῦτ’ ἔστιν εἰς τὸ σῶμα, ἢ εἰς τὸ δεύτερον κτῆμα, φημὶ τὰ ὑπάρχοντα· μακρῷ δὲ χεῖρον τὴν ψυχὴν κακῶς ἔχειν ἢ τὸ σῶμα καὶ τὰ ἐκτός’, φησὶν ‘οὐδείς σε βλάψει, εἰ μὴ σὺ σαυτόν· κατὰ τὴν ψυχὴν γὰρ οὐκ ἔστιν ὑφ’ ἑτέρου ἀδικηθῆναι’· ὁ γὰρ Πλάτων οὐκ οἶδε τὸν ἄνθρωπον ψυχὴν καὶ σῶμα, ἀλλὰ ψυχὴν λογικὴν ὀργάνῳ χρωμένην τῷ σώματι· τρισὶ γὰρ προσρήμασι προσαγορεύει τὸν ἄνθρωπον, ἐγώ, τὸ ἐμόν, τὰ τοῦ ἐμοῦ, ἐγὼ καλῶν τὴν ψυχήν, τὸ ἐμὸν τὸ σῶμα, τὰ τοῦ ἐμοῦ τὰ κτήματα. ὅτι δὲ ταῦτα γινώσκει ἡ φιλοσοφία, Πλάτων φησὶν ὅτι ‘βουλοίμην μὲν οὐδέτερον, μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· αἱρέσεως δὲ οὔσης ἑλοίμην μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν’. ἐν οἷς καὶ τοῦτο. Πέμπτη αἰτία, ὅτι ἡ φιλοσοφία κατεσκεύασεν ἑαυτῇ τὸν συλλογισμὸν καὶ κέχρηται αὐτῷ ὀργάνῳ, αἱ δὲ ἄλλαι τέχναι κέχρηνται μὲν συλλογισμῷ, ποιῆσαι δὲ οὐ δύνανται. καὶ ἔοικεν ἡ μὲν φιλοσοφία σκυτοτόμῳ τῷ καὶ ποιοῦντι ὑποδήματα καὶ φοροῦντι, αἱ δὲ ἄλλαι τέχναι φοροῦντι μόνον, οὐ μὴν καὶ ποιοῦντι. ἐν οἷς καὶ ἡ πέμπτη αἰτία. Ἀποροῦσι δέ τινες ὅτι ‘εἰ τέχνη τεχνῶν ἡ φιλοσοφία, τέχνη ἔσται καὶ αὐτή’. καὶ λέγομεν ὅτι τέχνη τεχνῶν οὖσα ὑπὲρ τέχνην ἐστίν, ἢ καὶ ὡς τεχνοῦσα τὰς ἄλλας τέχνας τέχνη λέγεται τεχνῶν. ἢ καὶ ἄλλως· οὐ τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ δύνανται λέγεσθαι· νεκρὸς γὰρ ἄνθρωπος λέγεται μέν, ἄνθρωπος δὲ οὔ, καὶ λιθίνη ναῦς, ναῦς δὲ οὔ, καὶ κίβδηλος χρυσός, χρυσὸς δὲ οὔ· ὁ γὰρ χρυσὸς ἐγγυητής ἐστιν ὧν βουλόμεθα ἔχειν, ὁ δὲ κίβδηλος τοῦτο οὐ ποιεῖ. τὸ δὲ ἔμπαλιν οὐ τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα δύνανται λέγεσθαι, ὡς ἵνα εἴπω2 ‘ὁ κύων σός, ὁ κύων πατήρ’, ‘ὁ δὲ κύων σὸς πατήρ’ οὐ δύναται λέγεσθαι. ἐν τούτοις καὶ ὁ πέμπτος ὁρισμὸς τῆς φιλοσοφίας.

第四の原因は、哲学が他の諸技術の誤りを是正するからである。というのも、修辞学が正義を慣習によるものとし(実際、定められた法に従うのだと修辞学は言うが、法は人々によって異なり、ペルシア人のもとでは自らの母や姉妹や娘と交わることであり、トリバッロイ人のもとでは年老いた父親たちを虐殺することである)、哲学は立ち止まらせて、法は慣習によるが(事実、人々によって異なる)、正義は本性によるものであってどこでも同一であると言うからである。実際、原因であるものを結果であるものと混同し、原因を結果とし結果を原因とすること、あるいは支配するものを支配されるものとすることは不正であり、それこそが母との婚姻において生じることなのである。かつて母として原因であり支配していた者が、妻として結果であり支配されるものとなるからである。また哲学においては、年老いた父親たちを虐殺することも、結合した者の意図に反して自然的絆を解く者たちとして不正であるとされる。また、修辞学が正義を有益と対比的に区分し、アンティロコスが彼自身の父ネストルに関してなした行為を、父のためであったから正しいが、負傷したゆえに肉体にとっては有益でないとするのに対し、哲学は「そのような行為は正しくもあり有益でもある。有益なものはすべて正しく、有益でないものはすべて正しくないからである。肉体の傷などわれわれにとって何であろう」と言うのであり、われわれとは魂のことだと言うのである。このように、戦争において友のために負傷したある人は、「われ自身を救い出した。あの盾など我にとって何になろう、消え失せるがよい」と言ったが、われ自身とは自らの魂を言い、盾とは自らの肉体を呼んだのである。また別の人は喉が渇いて、「自分のロバに水を飲ませに行く」と言ったが、肉体をロバと呼んだのであり、「搗くがよい、アナクサルコスの革袋を搗くがよい。アナクサルコス自身を搗くことなど決してできはしないのだから」と言ったのも同様である。また、修辞学が「不正を働くことは不正を被ることよりも勝る」と言うのに対し、哲学はその逆を主張して、「不正を働くことは不正を被ることよりも遥かに劣る。不正を働く者は自ら自身に対して、すなわち魂に対して害を受けるが、不正を被る者は第一の所有物、すなわち肉体に対して不正を被るか、あるいは第二の所有物、すなわち財産に対して不正を被るからである。そして魂の状態が悪いことは、肉体や外的な事柄の状態が悪いことよりも遥かに劣る」と言うのであり、「お前自身がお前を害するのでない限り、誰も害しはしない。魂に関して他者によって不正を被ることはあり得ないからである」と言う。実際、プラトンは人間を魂と肉体とは認めず、肉体を道具として用いる理性的魂と認めるからである。事実、彼は人間を三つの表現で、すなわち「私」「私のもの」「私のもののもの」と言い表し、「私」とは魂を呼び、「私のもの」とは肉体を呼び、「私のもののもの」とは所有財産を呼んでいるのである。そして哲学がこれらを認識していることについて、プラトンは次のように言っている。「私はどちらも、すなわち不正を働くことも不正を被ることも望みはしないだろう。しかし選択を迫られるなら、不正を働くことよりも不正を被ることをむしろ選ぶだろう」。これらの中にこの点も含まれる。 第五の原因は、哲学が自らのために三段論法を構築し、それを道具として用いるのに対し、他の諸技術は三段論法を用いはするものの、作ることができないからである。そして哲学は履物を作りも履きもする靴職人に似ており、他の諸技術は履くだけで作ることは決してしない者に似ている。これらの中に第五の原因も含まれる。 ある人々は「もし哲学が諸技術の技術であるならば、哲学自身もまた技術であることになる」と難問を投げかける。そしてわれわれは、「諸技術の技術」である以上それは技術を超えたものである、あるいは他の諸技術を技術として成立させる(形づくる)がゆえに「諸技術の技術」と呼ばれるのだと答える。あるいは別の言い方をすれば、結合して言われる事柄が単独でも言えるとは限らない。実際、「死んだ人間」とは言われるが、「人間」とは言われず、「石の船」とは言われるが、「船」とは言われず、「偽の金」とは言われるが、「金」とは言われない。金はわれわれが所有したいと望むものの保証者であるが、偽の金はこれをなさないからである。そしてその逆もまた、単独で言われる事柄が結合しても言えるとは限らない。例えば私が「その犬はお前のものだ」「その犬は父だ」と言ったとして、「その犬はお前の父だ」とは言えないようなものである。これらの考察の中に哲学の第五の定義も含まれる。

構文注2 件
  1. 9.0ὡς λύοντας τὸν φυσικὸν δεσμὸν παρὰ γνώμην τοῦ δήσαντος

    分詞 λύοντας は対格男性複数で、直前の τοὺς πατέρας γηράσκοντας κατασφάττειν に内在する行為者(年老いた父を屠殺する者たち)を意味上の主語とする副詞的分詞構文である。ὡς はその行為者の動機・理由・主観的規定を表し、「結合させた者(神あるいは自然)の意図に反して自然的絆を解く者たちとして」と解釈される。

  2. 9.0ὡς ἵνα εἴπω

    ὡς ἵνα εἴπω は「いわば」「例えば私が次のように言うようなものだ」という直観的例示を導入する慣用的表現。続く ‘ὁ κύων σός, ὁ κύων πατήρ’ という前提から ‘ὁ δὲ κύων σὸς πατήρ’ という不当な結論を導くソフィスト的詭弁(プラトン『エウテュデモス』に見られるもの)を例として引き合いに出すための前置きである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4020.tlg001.humanitext-grc1:22.2-23.19